Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

5. κλαίοντα] πάντας τοὺς ἥρωας ἁπλότητος χάριν εὐχερῶς ἐπὶ [*](A=B-) δάκρυα ἄγει, Ἀγαμέμνονα (Il. 9. 14) Πάτροκλον (Il.16. 3) Ὀδυσσέα (Od. 8. 523)· ἀφʼ οὗ καὶ τὴν παραβολὴν τῆς χήρας ἔλαβεν· ἀεὶ δὲ “ἀριδάκρυες ἀνέρες ἐσθλοί” (Zenob. 114). §. “λιγέως” δὲ ὀξέως ἡ [*](AB=) ἡδέως· ʼμετὰ γάρ τε καὶ ἄλγεσι τέρπεται ἀνήρ” (Od. 15. 400).

[*](5. εὐποίητον B ‖ 11. textui subscriptum τέλος τῆσ σ ‖ 12. addidi: ἀρχῆς τῆς τ Ἰλιάδος Ὁμήρου textui inscriptum ‖ 15. τοξοχίτωνες Bekker, χαλκοχίτωνες coni. Ahrens De Dial. dor. p. 229: τοξοχίτωνος ‖ 15, 16. pro Ἐπίχαρμος Ahrens coni. Καλλίμαχος ‖ 25, 6. ἄμφω τῷ χ. 30. ἀγαθοὶ δʼ ἀριδάκρυες ἄνδρες Ζenob. ‖ 31. ἤδεται B)
284
[*](A=)

6. μύροντο] ἐχέοντο· ὅθεν καὶ μύρον τὸ πρῶτον ἐκχυθὲν δάκρυον ἀπὸ Μύρρας τῆς μιγείσης τῷ πατρί.

[*](B=)

7, 8. ἔν τʼ ἄρα οἱ φῦ χειρὶ—τοῦτον μὲν ἐάσομεν] δαιμονίως ἀμφότερα· καὶ διὰ μὲν τῆς λέξεως ταύτης ἐνδείκνυται, ὅτι μάταιόν τι καὶ περιττὸν ποιεῖ νεκρῷ συμπεπλεγμένος, διὰ δὲ τοῦ “ἐάσομεν ἀχνύμενοί περ” ὡς συμπάσχουσα ὑπάγεται τὸν παῖδα.

[*](B =)