Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

26. εὐλὰς ἐγγείνωνται] ἐντίκτουσι γὰρ αἱ μυῖαί τι ταῖς σαρξίν, [*](B=) ἐξ οὗ οἱ σκώληκες γεννῶνται.

εὐλὴ ὁ σκώληξ ἀπὸ τῆς εἰλήσεως.

[*](B+)

27. ἐκ δʼ αἰὼν πέφαται] ὁ βίος καὶ ἡ ζωὴ πεφόνευται καὶ παρῇ- [*](A+) ρηται· τοῦτο δὲ διὰ μέσου.

〈κατὰ δὲ χρόα πάντα⟩ σαπήῃ] ὁ νεκρὸς κατασαπῇ τὸν χρόα. [*](B=) Ἀττικῶς δὲ ἔχει ἡ σύνταξις.

30. ἀλαλκεῖν] Ἀριστοφάνης “ἀλαλκέμεν.” §. “ἄγρια ” δὲ θρα- σέα.

30, 1. ἄγρια φῦλα, μυίας] ἀντὶ τοῦ μυιῶν· ἢ ‘τὰς μυίας, αἵ [*](B=) εἰσιν ἄγρια φῦλα.’

31. ἀρηιφάτους] ὑπὸ σιδήρου πεφονευμένους. ἐξῆρε δὲ τὰς μυίας [*](B-) ταῖς λέξεσιν.

32. τελεσφόρον] τὸν τελειοῦντα τὰ φυόμενα.

[*](B=)

33. *ἢ καὶ ἀρείων] τοῦ νῦν.

36. δύσεο δʼ ἀλκήν] τινὲς τὴν πανοπλίαν· ἔστι δὲ ὡς τὸ “ἀναι- [*](B=) δείην ἐπιειμένε” (Il. 1. 149).

[*](7. ἔχον B: ἔχειν ‖ ὑπερβολήν coni. Schneidewin ‖ 8. δʼ ὡς Διόνυσος (Δεόνυσος praefert W) scripsi, δ᾿ ὡς δὴ (vel εἰ) Διόνυσος coni. Schneidewin, δʼ ὅπωε δεῖ Διόνυσον Hartung: δὲ ὡς ἂν δεῖ Διόνυσος ‖ κ. δʼ ὡς ἂν δῇ coni. Bergk ‖ 17. ἐξ ὦν B ‖ γίνονται B ‖ 21. χρόα B: χρῶα)
286

37. μένος—ἐνῆκεν] ἠσθενήκει γὰρ τῇ ἀγρυπνίᾳ καὶ τῇ λύπῃ.

38. 〈νέκταρ〉 ἐρυθρόν] αἵματος ποιητικόν, ἢ ὅμοιον οἴνῳ τὴν χροιάν.

39. στάξε] συλληπτικῶς ἐπὶ τῆς ἀμβροσίας· ἢ ὡς μιξάσης αὐτά. ῥινῶν] τινὲς τῶν βυρσῶν. §. μετὰ δὲ τὸ “ἔμπεδος εἴη” γρά- φεται 〈“ἢ μὲν ἄρʼ ὣς ἔρξασʼ ἀπέβη δέτις ἀργυρόπεζα”〉.

40. βῆ παρὰ θῖνα] οὐκ ἀναμένει διὰ κηρύκων συνάγειν· καὶ Ἀγαμέμνων δὲ “μετὰ πρώτοισι πονεῖτο” (Il. 9. 12).

[*](A +)

41. * ἥρωας Ἀχαιούς] τινὲς τοὺς βασιλεῖς νῦν.

[*](A +)

42. καί ῥʼ οἵπερ τὸ πάρος περ] τοὺς γ´ στίχους τούτους (42—44) τοῖς ἑξῆς συνάπτειν βέλτιον ὑποστίζοντας εἰς τὸ “νηῶν” (43) “δοτῆρες” (44) “μένεσκον” (42)· εἰς δὲ τὸ “Ἀχαιούς” (41) τελείαν στιγμὴν θετέον.

*οἵ περ] Μυρμιδόνες· ἢ οἱ τῶν ἄλλων Ἑλλήνων.

44. παρὰ νηυσὶν ἔσαν] τινὲς ἀπὸ κοινοῦ τὸ “οἵ” (43), καὶ οἱ ταμίαι παρὰ νηυσίν.’

σίτοιο δοτῆρες] σῖτον καὶ τὸν ἀκατέργαστον—“σῖτος ἀθέσφατος” (Od.13. 244)—καὶ τὸν εἰργασμένον, “σίτου θʼ ἅπτεσθον” ἁπτεσθον” (Od. 4. 60). [*](B-)πυρὸν δὲ μόνως τὸν ἀκατέργαστον. §. ἔνδειξιν δὲ τῆς ἀρετῆς Ἀχιλ- λέως ἔχει ἡ τοῦ τοσούτου πλήθους συνέλευσις καὶ νόμον ἀτελείας κυβερνήταις καὶ σίτου χορηγοῖς.

[*](B =)

σῖτον τὸν εἰργασμένον καὶ ἀκατέργαστον, πυρὸν δὲ τὸν ἀκατ- έργαστον.

[*](B=)

46. ἐξεφάνη· 〈δηρὸν δὲ—ἐπέπαυτο〉] αἰφνίδιον ὤφθη. §. ὁ δὲ [*](B=)“δέ” ἀντὶ τοῦ γάρ.

47. σκάζοντε] καὶ τῷ Ὀδυσσεῖ ἡ πλευρὰ ἐμπόδιός ἐστι τετρω- μένῳ.

[*](B=)

49. ἔγχει ἐρειδομένω] ἑκάτερος τῷ ἰδίῳ ἔγχει, ὡς “φεύγωμεν— φίλην ἐς πατρίδα γαῖαν” (Il. 2. 140).

50. πρώτῃ ἀγορῇ] καὶ ἀλλαχοῦ “ἕδρῃ τε κρέασίν τε” (Il. 8. 162).

[*](A +)

51. δεύτατος] ὅτι δεύτερος ὑπερθετικῶς, ἢ παρὰ τὸ δεύεσθαι. Κόων Ἀντηνορίδης] Φερεκύδης Κύνωνά φησιν· ἄμεινον δὲ παρὰ τὴν σύνεσιν· Ἀντήνορος γάρ αὐτὸν λέγει.

[*](5. versum suppl. Ludwich in aliquot codicibus textui Iliadis in- sertum ‖ 10. συνάπτεσθαι A ‖ 17. σίτου τʼ ἅ ‖ 20. σίτου χορηγοῖς scripsi: σιτοχορηγοῖς ‖ 23. αἰφνιδίως B)
287