Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

1. ἀπʼ Ὠκεανοῖο ῥοάων] Βοιώτιος ἡ φωνή· καὶ ἀπὸ τῶν εἰς ες [*](B-) ἀρσενικῶν· “Ἄρτεμι Κρητάων πότνια τοξοφόρων” (cf. Schneider Call. II p. 775)· “λαοὶ τοξοχίτωνες, ἀκούετε Σειρηνάων” Ἐπί- χαρμος (fr. inc. 32 L.). καὶ ἀπὸ τῶν εἰς ος· “καλοὶ νησάων ἀστέρες” (Schneider l. c.). καὶ ἀπὸ οὐδετέρων, “ βλεφάρων τʼ ἄπο κυανεάων” (Hes. Scut. 7).

ἀπʼ Ὠκεανοῖο ῥοάων] καὶ ἐξ ἡρωικοῦ προσώπου φησὶν “οὐδὲ σέ γʼ ἠριγένεια ἀπʼ Ὠκεανοῖο ῥοάων” (Od. 22. 197).

2. ὤρνυθ᾿] ὅθεν καὶ ὄρθρος, ὁ ὀρνὺς ἡμᾶς.

φόως] τὸ τοῦ ἡλίου ἢ τὸ ἴδιον.

4. περικείμενον] περιπεπλεγμένον· διὸ οὐκ ἀναστρεπτέον τὴν [*](A+ B=) πρόθεσιν, ὥς φησιν Ἡρωδιανός. §. μόνον οὐχὶ δὲ διὰ τῆς μεταφορᾶς [*](B=) τὸν τῷ νεκρῷ προσηλωμένον ἐδήλωσεν. ἐπὶ δὲ τῆς γυναικὸς “ἀμφʼ αὐτῷ χυμένη” (284) φησίν.