Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum, Scholia in Iliadem, Scholia Graeca in Homeri Iliadem, Dindorf, Oxford, 1875

613. κνημῖδας 〈ἑανοῦ κασσιτέροιο⟩] τῇ μαλακῇ ὕλῃ διὰ τὸ [*](B=) εὔτυκτον χρῆται εἰς τὰς κνημῖδας.

ἑανοῦ κασσιτέροιο] μαλακοῦ, λεπτοῦ, λαμπροῦ.

614. ὅπλα κάμεν] ὅτι τὰ πολεμιστήρια “ὅπλα” ὁμοίως ἡμῖν [*](B=) εἶπε νῦν· διὰ δὲ τὴν ὑπερβολὴν τῶν κατασκευασμάτων τῷ “ κάμεν” ἐχρήσατο ἀντὶ τοῦ ἐποίησεν.

616. ἣ δʼ ἴρηξ ὥς] ὀξειαν αὐτῆς τὴν ἀπαλλαγὴν πεποίηκε σπευ- [*](B=) δούσης τὴν ὑπόσχεσιν πληρῶσαι τῷ παιδί.