Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

379. ἤρτυε] ἡτοίμαζε.

[*](B=)

κόπτε δὲ δεσμούς] ἤλαυνε τοὺς ἥλους, ὥστε καταπεῖραι τὰ ὦτα.

[*](B=)

§. μείζων δὲ ἡ χάρις τοῦ καταλιπόντος ἡμιτελὲς τὸ ἔργον.

[*](AB=)

κόπτε] ἤλαυνε. “δεσμούς” δὲ τὰς λαβάς· ἢ τοὺς ἥλους [*](B-) ἐνῇρεν.

382. Χάρις λιπαροκρήδεμνος] προϋπαντᾷ τῇ εὐεργετησάσῃ 〈ἡ⟩ [*](A~ B=) τοῦ Ἡφαίστου Χάρις, ὅτι δεῖ τοὺς εὐεργέτας ἑτοίμως ἀμείβεσθαι. διὰ δὲ τὸ χαρίεντα εἶναι τὰ δημιουργήματα Χάριν αὐτῷ καὶ Ἀφρο- δίτην συνοικίζουσιν. ἢ ὡς πλουσίῳ συνοικεῖ· τούτοις γὰρ ἕπεται τὸ χαρίζεσθαι.

λιπαροκρήδεμνος] καὶ ἀλλαχοῦ “λιπαρὰ κρήδεμνα” τὰ λαμπρά.

383. καλή] τί γὰρ χάριτος τῷ διδόντι ἡδύτερον καὶ τῷ λαμβάνοντι;[*](B=) τὴν ὤπυιε] τινὲς Θάλειαν αὐτήν, οἳ δὲ Ἀγλαίαν ὀνομάζεσθαι.

[*](4. ὅτε scripsi: ὅταν ‖ 6. ἔθηκε τ. ‖ 7. ὑπὸ κύκλον ‖ 8. ὄπασσεν codd. Od. ‖ 9. δυσέατʼ ut textus ‖ 10. νέονται A ‖ 12, 13. εἰσὶ κ. B 15. τοῖον ‖ 17. supplevi ex B ‖ 23. ἐνῇρεν W: ἐνήργει ‖ 24. προῦπαντᾷ, B: προπαντῶν ‖ supplevi ex B ‖ 25. δεῖ τοὺς B: δεῖται καὶ ‖ 29. ἀ. λιπαροκρήδεμνα ‖ 30. χάριτος B: χάριτες ‖ καὶ B: ἢ)
266
[*](AB–)

ὤπυιε] παρὰ τὴν ὄπα, ὅθεν καὶ ὄαροι, ἢ διὰ τὰς ὁμιλίας τὰς πρὸ τῶν γάμων, 〈ἢ〉 ἀπὸ τοῦ ὀπάζειν, ἣν πεποίηται ἐκ μνηστείας, ἢ παρὰ τὸ ἐφορᾶν τὰ κατὰ τὴν γυναῖκα, ὡς τὸ “εἰ κεῖνος—ἐλθὼν τὸν ἐμὸν βίον ἀμφιπολεύοι” (Od. 18. 254, 19. 127).

[*](B–)

384. ἔν τʼ ἄρα οἱ] ἡ χρηστὴ προσηγορία τὸ ἦθος ἐνδείκνυται [*](B=)Ἡφαίστου, ὡς ἀεὶ ἐκείνου μεμνημένου αὐτῆς. §. ἄγαν δὲ ὁ στίχος (385) συντετρόχασται τῇ προθυμίᾳ τῆς ἐρωτήσεως.

385. τίπτε, Θέτι] ἐπαινετὸς ὁ ἄρχων τοῦ λόγου καὶ μὴ περι- μείνας τὴν αἴτησιν, καὶ τὸ σύντομον τοῦ ἐπειγομένου ἀποδοῦναι, καὶ τὸ σῶφρον τῆς ἐπαγγελίας ὡς δυνατὰ ἐπαγγελλομένου.

[*](A=)

Θέτι τανύπεπλε] Ζηνόδιτος “Θέτις τανύπεπλος ἱκάνεις ἡμέτερόνδςε.”

[*](AB=)

386. πάρος γὲ μὲν οὔτι θαμίζεις] ἀντὶ τοῦ οὐδαμῶς· ἐν ἤθει δέ. ὥς φαμεν ‘τί σὺ πρὸς ἡμᾶς; οὐ γὰρ πυκνῶς εἴωθας παραγίνεσθαι.ʼ

*οὔτι] ἀντὶ τοῦ ‘οὐδʼ ὅλως.ʼ

[*](B=)

387. *προτέρω] ἀντὶ τοῦ ‘ἔμπροσθενν.ʼ

[*](B=)

392. Ἥφαιστε, πρόμολ᾿ ὧδε· Θέτις νύ τι σεῖο χατίζει] σύντομος ὁ λόγος καὶ πρέπων Χάριτι σπευδούσῃ πρὸς ἀπόδοσιν.

[*](AB–)

ὧδε] οὕτως ὡς ἔχει〈ς〉 σχήματος· οὕτω γὰρ ἂν σπουδαῖος φαίνοιτο, ὡς καὶ Ἀχιλλεὺς “αὐτῇ σὺν φόρμιγγι” (Il. 9. 194) καὶ “γείτονες ἄζωστοι ἔκιον” (Hes. Opp. 345)· οἳ δὲ πλεονάζειν τὸ ‘οὕτως’—ὡς “στῆθʼ οὕτω ἀπόπροθεν” (Od. 6. 218)—ἐπεί τοι καὶ συντίθησι τὰ σκεύη καὶ ἀπονίζεται (413)· οὐδέποτε δὲ τὸ “ὧδε” τοπικῶς παρὰ τῷ ποιητῇ λαμβάνεται.

[*](A~B=)

394. ἦ ῥά νυ μοι] οὐκ ἐμέλλησεν ὁ Ἥφαιστος· οὐδὲ γὰρ προελ- θὼν καὶ θεασάμενος τὴν Θέτιν ἤρξατο τῶν λόγων, ἀλλʼ ἐντὸς ὢν ἀναβοᾷ· ἑξῆς γοῦν ἐπιφέρει “ἦ, καὶ ἀπʼ ἀκμοθέτοιο” (410). [*](B=)§. ἄκρως δὲ παιδεύει ὁ λόγος πρὸς τὸ μεμνῆσθαι χαρίτων.

[*](B–)

395. ἥ μʼ ἐσάωσε] καλῶς αὐτὸς μέμνηται τῆς εὐεργεσίας, οὐ Θέτις· ὀνειδιζούσης γὰρ 〈ἂν〉 ἦν· ὡς Δημοσθένης “ἐγὼ νομίζω τὸν εὖ παθόντα δεῖν ἀεὶ μεμνῆσθαι πάντα τὸν χρόνον, τὸν ποιήσαντα δὲ εὐθὺς ἐπιλελῆσθαι” (de Cor. p. 603aS.). ὁ δὲ Ζεὺς—οὐ γὰρ ἔδει τὸν τύραννον ὁμολογεῖσθαι τὸ μέλλειν δεδέσθαι—λόγῳ μὲν οὐχ ὁμολογεῖ, [*](1. ὦπα A ‖ 2. supplevi ex A ‖ 8, 9. περιμεῖναι ‖ 13. οὐδαμῶς B: οὐδένα ὡς ‖ 14. τί σοὶ B ‖ 19. suppl. sec. ‖ σπουδαῖον 23. ἐποικτί- ζεται ‖ 30, 31. τὸν μὲν εὖ codd. Dem. ‖ 31. ἀεὶ om. codd. Dem. ‖ τὸν δὲ π. codd. Dem. ‖ 32. ἔδει γὰρ αὐτὸν B ‖ 33. τῷ μ. B)

267
ἔργῳ δὲ ἀποδίδωσιν. χρηστὸν οὖν τὸ ἦθος ἐπικουρούσης ἀεὶ τοῖς δεομένοις, Ἡφαίστῳ Διονύσῳ (Il. 6. 136, Od. 24. 74) Διί (Il. 1. 401). καὶ τῆς ποιήσεως οἰκονομία ἡ τῆς Θέτιδος χρηστοήθεια· Διὶ μὲν ἀμύνει, ἵνα καὶ κακώσῃ Ἕλληνας, Ἡφαίστῳ δέ, ἵνα ποιήσῃ Ἀχιλλεῖ τὴν πανοπλίαν, Διονύσῳ διὰ τὸν ἀμφιφορῆα, ἵνα τῷ Ἀχιλλεῖ ᾖ σορός. καὶ τάφῳ γὰρ αὐτὸν κοσμῆσαι πέρα τῶν ἄλλων βούλεται. φιλότεκνος δὲ ἡ πάσης εὐεργεσίας ἀμοιβὴν εἰς τὸν παῖδα καταθεμένη.

τῆλε πεσόντα] τινὲς “γεννηθέντα·” “πέσῃ μετὰ πο〈σ〉σὶ [*](B-) γυναικός” (Il. 19. 110) καὶ ἀποδοθέν. §. φασὶ κρύφα μιγνυμένην Διὶ τετοκέναι· διὸ καὶ κεκρυφέναι παῤ Ὠκεανῷ· οὗ καὶ ἐτρέφετο.

ἄλλως: τῆλε πεσόντα] οὐ λέγει, ὅτι ἄνωθεν ἀπʼ οὐρανοῦ ἔρριψεν [*](B=) αὐτὸν ἡ μήτηρ, ἀλλὰ τὸ “πεσόντα” τεχθέντα ἐστίν· τὸ δὲ “τῆλε” ἀντὶ τοῦ τηλόθι, παρὰ τῷ Ὠκεανῷ γεννηθέντα.

396. κυνώπιδος] ἐπὶ μνήμην ἐλθὼν τῶν ἀτυχημάτων λοιδορεῖται [*](B=) τῇ μητρί. §. γράφεται δὲ καὶ “βοώπιδος.”

397. χωλὸν ἐόντα] ἣ μὲν τοῦ παιδὸς 〈τὴν〉 δόξαν προέκρινεν, ἡ [*](B=) δὲ Θέτις τὸν ξένον εἰ καὶ χωλὸς ἦν οὐκ ἀπεβάλετο.

398. Εὐρυνόμη τε] εὐχάριστος ὁ καὶ τῆς ἀπούσης εὐεργέτιδος [*](B=) μνημονεύων. μᾶλλον δὲ ἦθος ἐμφαίνει ἐπαναληφθὲν τὸ ὄνομα.

ἄλλως: Εὐρυνόμη] ἐπαναλαμβάνει, ὡς τῆς Χάριτος μητρὸς οὔσης [*](A~) Εὐρυνόμης· “οἳ δʼ ἕνεκʼ Εὐρυνόμη Τιτηνιὰς εἶπαν ἔτικτεν” (Callim. fr. 471).

399. ἀψορρόου] ταχυρρόου, ἐπειδὴ 〈ταχὺς〉 καὶ Ὠκεανός, ἢ [*](B=) παλιρρόου διὰ τὸ κύκλῳ περιθεῖν.

400. τῇσι παῤ εἰνάετες] οὐκ ἀναστρεπτέον τὴν “παρά,” ἐπεὶ πᾶσα [*](A- B=) πρόθεσις συναληλιμμένη καὶ μὴ ἔχουσα ἀνάπαυσιν οὐκ ἀναστρέφεται. σεσημείωται τὸ “στεῦτο γὰρ Ἡφαίστοιο πάῤ οἰσέμεν ἔντεα” (191). δαίδαλα] μικρὰ τορεύματα, ὡς καὶ ἐπὶ Ὀδυσσέως “ πάροιθε δὲ B- δαίδαλον ἦεν” (Od. 19. 227). οἰκεῖα δὲ ταῦτα καὶ τῇ ἡλικίᾳ τοῦ δημιουργοῦ καὶ ταῖς ὑποδεξαμέναις αὐτὸν θεαῖς· τελειωθεὶς δὲ ἔμψυχα δημιουργεῖ.

δαίδαλα πολλά] οἱ περὶ Ἀριστοφάνην “δαίδαλα πάντα.”

[*](A+)

401. κάλυκας] ἐμφερῆ ῥόδοις· οἱ δὲ δακτυλίους· οἳ δὲ ἐνώτια· [*](A= B-) [*](4. ἀμύνει B: ἀμύνειν ‖ 6. εἴη ‖ 9. καὶ ἀποδοθέν corrupta: an καὶ μὴ βληθέντα ex l. 11: ? ‖ 10. οὖ scripsi: οὔτω ‖ 16. suppl. W ‖ 21. οὐδʼ (vel οἰδ᾿ ) ἕνεκ᾿ codd. Apollon. de coni. p. 505 B.: οἳ δὲ με κʼ ‖ εἶπαν W. εἶπον coni. Schneider, εἴπερ coni. Hermnn: εἵπερ vel εἴπαν legi )

268
οἳ δὲ χρυσᾶς σύριγγας τοὺς πλοκάμους περιεχούσας φασίν. “οἳ χρυσῷ τε καὶ ἀργύρῳ ἐσφήκωντο” (Il. 17. 52).

[*](B=)

403. οὐδέ τις ἄλλος] δεῖγμα χρηστότητος· οὐ γὰρ μόνον ἔλαβον καὶ ἔτρεφον, ἀλλὰ καὶ ἐν ἀρρήτῳ φυλακῇ, μὴ καὶ λάθοι ἐπιβουλευθεὶς ὑπὸ τοῦ Κρόνου.

406. ἣ νῦν ἡμέτερον] πρὸς τὸ πρῶτον ὑπήντησεν.

[*](A+B-)

407. ζῳάγρια] χαριστήρια τοῦ εἰς τὸ ζῆν ἦχθαι· μετὰ δὲ τοῦ ⟨ι⟩, ἐπεὶ καὶ Σιμωνίδης φησὶ “τὸ ζώιον κάκιστον ἔκτηται βίον” (Sem. Amorg. fr. 13 B.) περὶ τοῦ κανθάρου.

[*](B-)

409. ὅπλα τε πάντα] “ὅπλα” τὰ πρός τι εὐθετοῦντα “ὅπλʼ ἐν χερσὶν ἔχων” (Od. 3. 433).

[*](B-)