Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

345. *βρότον] τὸ ἀπὸ τοῦ φόνου αἷμα.

[*](B=)

346. οἳ δὲ λοετροχόον] εἰς ταπεινῶν πραγμάτων ἀπαγγελίαν ἐμπεσὼν ἐκάλυψε τῇ συνθέσει τῶν ἐπιθέτων. τὸ δὲ τὰ μικρὰ καὶ ἄδοξα μεγα- λοπρεπῶς ἐξενεγκεῖν καὶ σεμνῶς ἀπαγγεῖλαιθαυμασίας ἐστὶ δυνάμεως. *λοετροχόον] εἰς ὃν τὰ λουτρὰ χεῖται.

[*](B=)

349. ἤνοπι χαλκῷ] “ἤνοπι” ἐν ἔστιν ἐνοπτρίζεσθαι· ἔστιν οὖν [*](B+)ὡς τὸ “φαεινὴν ἀμφὶ σελήνην” (Il. 8. 555).

350. *ἤλειψαν] ὅτι ἀρχαῖον τὸ ἔθος.

351. ὠτειλάς] συλληπτικῶς καὶ τὴν Εὐφόρβου ὠτειλήν φησιν [*](A+ B=)(Il. 16. 806). καλῶς οὖν ἀπὸ τῆς Ἕκτορος καὶ τὰς ἄλλας οὕτως εἶπεν (ib. 820).

[*](A~B=)

ἀλείφατος ἐννεώροιο] ξηραντικῷ ἐλαίῳ χρῆται, ὃ φυλάσσει τοὺς νεκρούς, ὡς τὸ κέδρινον.

[*](A+ B-)

352. ἑανῷ] ὅτι οὐ λαμπρῷ· ἐπάγει γὰρ “καθύπερθε δὲ φάρεϊ λευκῷ.” ἔστιν οὖν λεπτῷ, ὡς “ἑανοῦ κασ〈σ〉ιτέροιο” (613) τοῦ εἰς λεπτὸν ἐλαθέντος· οἳ δὲ “ἑανῷ” τῷ ἐνδυτικῷ, οἳ δὲ ἐξ ἀντιφρά- σεως τῷ ποικίλῳ· οἳ δέ, ὅ φασιν Ἀττικοὶ λῄδιον.

*λιτί] λεπτῷ, ὡς τὸ “ἑανοῦ κασ〈σ〉ιτέροιο” (613) ἀντὶ τοῦ λεπτοῦ.

356. Ζεὺς δʼ Ἥρην] κατὰ τὸ σιωπώμενον ἐξ Ἴης εἰς Ὄλυμπον [*](A+)γέγονεν ὁ Ζεύς.

ἄλλως: Ζεὺς δ᾿ Ἥρην] Ζηνοδώρῳ τῷ συγγράψαντι περὶ τῆς Ὁμήρου [*](B=)συνηθείας τὰ δέκα βιβλία συγγέγραπται καὶ περὶ τούτου τοῦ τόπου· ἐν συγγράμματι πειρᾶται ἀποδεικνύειν διεσκευασμένον τόπον τοῦτον ἐπῶν ιγ΄. πρῶτον γάρ φησι τὰς εἰσαγομένας τῶν θεῶν ὁμιλίας οὐκ ἐκτὸς τῆς ὑποθέσεως παραλαμβάνεσθαι, ἀλλὰ ἢ ὑπὲρ διδαχῆς τινὸς τῶν εἰς τὴν Ἰλιάδα συντελούντων πραγμάτων ἢ καὶ ὑπὲρ ἐπιδείξεως ἱστορίας παλαιᾶς, οἷον τὴν Διώνην πρὸς Ἀφροδίτην λέγουσαν “τέτ- λαθι, τέκνον ἐμόν—πολλοὶ γὰρ δὴ τλῆμεν —〈τλῆ μὲν〉 Ἄρης’ (Il. 5. 382 sqq.) —ἱστορίαν γὰρ παλαιὰν ἐκτίθεται —〈καὶ〉 τὴν Ἀθηνᾶς [*](1. δὲ B: γὰρ ‖ ὑποφαίνει B ‖ 2. ἑαυτῶν ut B 10. ἐνοπτρίσασθαι B ‖ 14. καὶ τὰς ἄλλας οὕτως scripsi cf. A, καὶ τὰς πλείους οὕτως ex. gr. conie- cerat; W: νέας πεπληγώς ‖ 21. ποικίλλω ‖ 27. ἀποδεικνύναι B ‖ 28. ἐπῶν ιγʼ B: εἰπὼν ιςʼ ‖ 33. Ἀθηνᾶς Valckenaer: δὲ Ἥρας)

263
πρὸς Δία ἐπικερτόμησιν, “Ζεῦ πάτερ, ἦ ῥά τι μοι κεχολώσεαι, ὅττι κεν εἴπω; ἦ μάλα δή τινα Κύπρις Ἀχαιιάδων ἀνιεῖσα (ib. 421, 2), ὑπὲρ διδαχῆς ὅτι ὑπὸ Ἀφροδίτης ἠπατήθη ἡ Ἑλένη· ἀλλὰ καὶ τὰς ἄλλας ὁμιλίας τῶν θεῶν οὐκ εἰκῆ παραλαμβάνεσθαί φησιν. ταύτην δὲ οὕτε ἱστορίαν τινά φησι λέγειν οὔτε τοῖς ὑποκειμένοις πράγμασι πλέον τι προστιθέναι, ἔπειτα μέλλοντα τὸν Ὅμηρον διατίθεσθαι τὰ παρὰ Ἠφαίστου πρὸς Θέτιν οὐκ ἂν πρὸ ταύτης ἄλλην διάλεξιν θεῶν παραλαβεῖν, ποικίλλειν ὅλως σπουδάζοντα τὴν ποίησιν, καὶ ἀπὸ μὲν τῶν ἀνθρωπίνων ἐπὶ τὰ θεῖα, ἀπὸ δὲ τῶν θείων ἐπὶ τὰ ἀνθρώπινα με- ταβάλλειν εἰωθότα· οὐκ ἂν οὖν ἐπαλλήλως τὰ ὅμοια διατίθεσθαι. εἶτα 〈ἀνόητον τὸ〉 λέγειν “ἔπρηξας καὶ ἔπειτα” (357) ὡς ἐκ πείσματος παρηκολουθηκότα τοῖς γενομένοις· οὐδὲ γὰρ ῥητῶς δεδηλωκέναι τὸν ποιητὴν ὅτι ταῦτα ὕστερον ἔμαθεν ὁ Ζεύς, ὥσπερ ἐν τῇ A (522) “ἀλλὰ σὺ μὲν—αὖτις ἀπόστιχε, μή σε νοήσῃ Ἥρῆ” εἶτα “οὐδέ μιν Ἥρη ἠγνοίησεν ἰδοῦσα” (ib. 536,7). ἔπειτα ἄλογον, τῇ μὲν Ἥρᾳ χαλεπαί- νειν αὐτὸν ἐπὶ τῇ τῆς Ἴριδος ἀποστολῇ, τῇ δὲ Ἀθηνᾷ μηδὲ κατὰ βραχὺ τῇ καὶ συμπαραστάσῃ Ἀχιλλεῖ καὶ τὸ πῦρ δειξάσῃ πρὸς κατάπληξιν τῶν πολεμίων, ὁπότε γε ἔμπροσθεν (Il. 8. 407) τῇ μὲν Ἥρᾳ συγγι- νώσκειν φησὶ τὸν Δία, τῇ δὲ Ἀθηνᾷ χαλεπαίνειν πλέον. ἔτι τε πολλὴν 〈τὴν⟩ ἀλογίαν φαίνεσθαι, εἰ παρὰ καιρὸν ἡλίου δύνοντος ὑπὸ Ἥρας (239) οὐδὲν περὶ τούτου ἐγκαλεῖ ὁ Ζεὺς παρεγχειρουμένης τῆς τοῦ κόσμου τάξεως. πῶς τε οὐκ ἐναντίον φάσκειν περὶ Διὸς “μίσησεν δʼ ἄρα μιν δηίων κυσὶ κύρμα γενέσθαι Τρῳῇσιν· τῷ καί 〈οἱ〉 ἀμυνέμεν ὦρσεν ἑταίρους” (Il. 17. 272, 3), νῦν δὲ ἐπὶ τῇ σωτηρίᾳ αὐτοῦ ἀγανακτεῖν; οὐδὲν γὰρ ἄλλο πέπρακται ἐκ τῆς Ἀχιλλέως ἀναστά- σεως ἢ τοῦτο μόνον τὸ μηδὲν παθεῖν τὸ σῶμα. πῶς τε τὴν ἀπὸ τῆς Ἴδης μετάβασιν τοῦ Διὸς οὐ δεδήλωκεν; ἀλλὰ τοῦτο ἐν ἄλλοις στίχοις μὴ ἀμφισβητούμενον οὐχ ἱκανὸν πρὸς κατηγορίαν· συγχω- ρητέον 〈γὰρ〉 κατὰ τὸ σιωπώμενον τοῦτο γεγενῆσθαι· ὅπου δὲ τἆλλα σαθρά ἐστι καὶ ὕποπτα, καὶ τοῦτο ὕποπτον. γε μὴν ἀπολογία τῆς Ἥρας καὶ ἀνοήτως ἔχει· δέον γὰρ προβάλλεσθαι, ὅτι κακὸν οὐδὲν [*](3. ὑπὲρ ὑπὸ ‖ ὅτι B: οὔτε ‖ ἀπὸ B ‖ 5. οὔτε ἱστορίαν τινὰ post προστιθέναι l. 6 scripta: traieci ut B 6. ἔπειτα B: ἐπὶ τὰ ‖ 7. παρὰ B: περὶ ‖ ταύτης scripsi: αὐτῆς ut B ‖ 8. λοβεῖν B ‖ 10. διαθέσθαι: corr. W 11. suppl. W ex B ‖ 12. παρηκολουθηκότος τοῦ γενομένου B ‖ 17. συμ- πραξάσῃ B ‖ 19. ἔτι W: ὅτι ‖ 19, 20. καὶ ὅτι πολλὴ ἡ -ία φαίνεται B ‖ 20 suppl. ‖ 27. τοῦτο B: ταυτὸ ‖ 29. suppl. W ‖ 31. προβαλέσθαι B)
264
εἰργάσατο τοὺς Τρῶας σώσασα τὸν Πάτροκλον, ὅπερ καὶ τῷ Διὶ ἐκεχάριστο, φησὶν “οὐκ ὄφελον Τρώεσσι κοτεσσαμένη κακὰ ῥάψαι” (367)· οὐδὲν γὰρ ἄλλο πράττει νῦν ἢ συκοφαντεῖ ἑαυτήν. ταῦτα ὡς ἐν κεφαλαίοις ὑπὸ τοῦ Ζηνοδώρου συγγέγραπται. ἀφαιρουμένων δὲ τῶν ιγ΄ στίχων τὰ λοιπὰ ἔχει ἁρμονίαν.

[*](B=)

357. ἔπρηξας καὶ ἔπειτα] περισσὸς ὁ “καί.” §. τὸ δὲ “ἔπειτα” [*](B=)ἀντὶ τοῦ παραυτίκα. §. ἠθικῶς δὲ διαλέγεται ὡς ἐπιμεινάσης αὐτῆς [*](B=)τῇ αὐτῇ βουλῇ. ἐμψύχως δὲ τὴν ὑπερβολὴν ἔδειξε τῆς φιλίας.

[*](B=)

362. καὶ μὲν δή που τις] οὔτε ἀρνεῖται τὸ γεγονὸς οὔτε ὡς δικαίως ἔπραξε παρρησιάζεται· θεραπεύουσα δὲ τὸν Δία ἠθικῶς φησιν, ὅτι δίκαιον ἦν ἐκτελεσθῆναι τὰ τῆς ἐπιθυμίας αὐτῇ, οὔσῃ καὶ γυναικὶ καὶ ἀδελφῇ.

[*](B=)

ἄλλως: καὶ μὲν δή που τις] ὀργισθεὶς αὐτῷ ὃ 〈ἂν⟩ προθῆται ποιήσειν αὐτὸς πράσσει.

363. **καὶ οὐ τόσα μήδεα οἶδεν] ὡς ἡ θεία φύσις.

[*](B=)

367. οὐκ ὄφελον Τρώεσσι] ἀντὶ τοῦ οὐκ ἔμελλον. §. ἐπερωτημα- [*](B=)τικὸς δέ ἐστιν ὁ λόγος.

[*](B=)

368. πρὸς ἀλλήλους ἀγόρευον] κυρίως τὸ ἐν πλήθει λέγειν ἀγο- ρεύειν 〈καὶ⟩ τὸ “ἀλλήλους” 〈ἐπὶ πλήθους. ταῦτα δὲ⟩ ἐπὶ δύο ἔταξε καταχρηστικῶς.

[*](B+)

370. ἀστερόεντα] λαμπρόν· φησὶ γοῦν “ἀστὴρ δʼ ὣς ἀπέλαμπε” (II. 6. 295).

[*](B=)

372. ἱδρώοντα] πρὸ πολλοῦ ταῦτα ᾠκονόμηται ἐπὶ τῆς A ῥαψῳ- δίας, 〈τὸ⟩ δημιουργὸν τὸν θεὸν τοῦτον εἰσῆχθαι καὶ τοὺς θαλάμους τοῖς θεοῖς κατασκευάζοντα (Il. 1. 608) καὶ τὸ σκῆπτρον τῷ Διί (Il. 2. 102), ἵνʼ ἐπὶ τῆς μείζονος χρείας μὴ παράδοξον φανῇ τὸ χαλκέα τινὰ τῶν θεῶν εἰσάγεσθαι.

[*](A+ B=)

ἑλισσόμενον περὶ φύσας] εἰλούμενον· ἢ ὅτι ἡ πυρώδης οὐσία εἰλεῖται.

[*](A ~ B-)

373. σπεύδοντα] οὐκ ἐπὶ τοῦ κακοπαθεῖν νῦν κεῖται τὸ σπεύδειν— ἐργάζεται γὰρ οὐ δεόμενος τῶν ἀναγκαίων —ἀλλʼ ὅτι ῥᾳθυμεῖν οὐ δεῖ, ὅπου καὶ θεοὶ ἐργάζονται. τὰ δὲ ἔμψυχα ἔργα πίστιν τῆς ἀσπιδε- ποιίας ἔχει καὶ τοῦ συμπτώματος τῶν ποδῶν ἀναπλήρωσιν τὴν τέχνην· δῆλος δέ ἐστιν εἰδὼς μηχανικήν.

[*](2. ῥέξαι B ‖ 5. τὸ λοιπὸν B ‖ 7. ἐξ ἀρχῆς pro αὐτῆς B ‖ 11, 12. αὐτῆς οὔσης κ. -ὀς κ. -ῆς B 14. πράσσει scripsi: ποιεῖ B, πράσσειν ‖ 16. ἐπερ. B: ὑπερ. ‖ 19, 24. supplevi ex B ‖ 28. ἢ A: καὶ ut B ‖ 30. δέ pro γὰρ ut B ‖ 32, 33. καὶ —τέχνην om. B)
265

ἐείκοσι πάντας] ὡς “εἴκοσι δʼ ἔκβαλε πάντα” (Od. 5. 244). “οἳ δʼ ἐννέα πάντες ἀνέσταν” (Il. 7. 161). §. τὸ δὲ σπεύδειν οὐκ ἐπὶ τοῦ κακοπαθεῖν.

374. μεγάροιο] τοῦ τῶν θεῶν, ὅτε ἐπὶ τὸ αὐτὸ εἶεν συνηγμένοι πάντες.

375. ὑπὸ κύκλα 〈— θῆκεν⟩] ἡ “ὑπό” πρὸς τὸ “θῆκεν.” τινὲς [*](A= B-) δὲ ὑπόκυκλα ὡς ὑποπόδια, κακῶς· τὸ μέντοι “τάλαρόν θʼ ὑπόκυκλον ἔθηκεν” (Od. 4. 131) ὑφʼ ἓν καὶ ἔχει οὐδετέρου παρασχηματισμόν.

376. δυσαίατʼ ἀγῶνα] οὕτως· ἐν δὲ ταῖς εἰκαιοτέραις “θεῖον κατὰ [*](A+) δῶμα νέοιντο.”

377. θαῦμα ἰδέσθαι] διὰ τῶν τοιούτων προσθηκῶν γίνεται πιστὸς [*](B=) ὁ λόγος· ὁμολογεῖ γὰρ καὶ αὐτὸς ὁ ποιητής, ὅτι θαυμαστὰ εἰσάγεται καὶ ἐκπλήττοντα.

378. τόσ〈σ〉ον μὲν ἔχον τέλος] “τόσ〈σ〉ον” ἀντὶ τοῦ ὅλον, [*](A+ B-) ὡς “ τὸ μὲν ἄλλο τόσον φοῖνιξ ἦν ” (Il. 23. 454). οὕτω γάρ φησι πρὸς τὰ παῤ ὀλίγον τετελεσμένα· οἱ δὲ γλωσσογράφοι “τόσ〈σ〉ον ” ἀντὶ τοῦ τὸ σῶμα· οἳ δέ, ἐπὶ τοσοῦτον ἔσχον 〈τὸ⟩ τέλος, ὥστε τῶν ὤτων προσδεῖσθαι· τινὲς δὲ “τόσ〈σ〉ον” τὸ λοιπόν.