Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

319. σκύμνους] 〈σκύμνος⟩ ὡς ὕμνος, ὅτε ἐστὶ κατʼ ἰδιότητα· ὅτε μέντοι ἐπὶ ἀνδρός, ὀξύνεται· ἀναλογώτερον δὲ τὸ βαρυνόμενον.

[*](A~)

ἐλαφηβόλος] τοῦτο ἴσως πρῶτον ἤγρευται, ἀφʼ οὗ ἔμεινε τὸ ὄνομα· ἢ ὅτι τάχιστον τῶν ἄλλων 〈ἔλαφος⟩.

320. * ὕστερος ἐλθών] ὕστερον τῶν ἁρπασάντων.

321. * ἴχνιʼ ἐρευνῶν] ἄριστα γὰρ ἰχνεύει.

[*](B=)

322. δριμύς] ἀπὸ τῶν γευομένων παρήγαγεν.

[*](A~B-)

324. ἦ ῥʼ ἅλιον] περιπαθὲς τὸ προοίμιον· μάλιστα γὰρ οἱ ἐν ἀξίῳ μὴ πληροῦντες τὰς ὑποσχέσεις ἄχθονται. διὸ “ἔκβαλον” φησίν.

[*](AB=)

325. θαρσύνων — Μενοίτιον] περιπαθὲς καὶ τοῦτο, ὅτι εὐλαβοῦς πατρὸς ἀπέσπασα τὸν Πάτροκλον, οὐκ ἂν ἐκπέμψαντος τὸν υἱὸν εἰ μὴ διὰ τὰς ἐμὰς ὑποσχέσεις.

326. * εἰς Ὀπόεντα—ἀπάξειν] ὡς προσεδόκα.

[*](B=)

περίκλυτον υἱὸν ἀπάξειν] “περίκλυτον ἀπάξειν” ἀντὶ τοῦ ἔνδοξον γενόμενον ἐκ τῆς νίκης.

[*](B-)

327. Ἴλιον ἐκπέρσαντα] ἀνατυπωσάμενος ἑαυτῷ πλείονα ἡδέα ὁ Ἀχιλλεύς, πορθουμένην Ἴλιον καὶ ἑαυτὸν σὺν τῷ φίλῳ ἀπονο- [*](5. supplevi ex B ‖ 6. τῆς B: τῆ ‖ 6, 7. γεγεννηκότων διαθέσεως B: γενικωτάτων διαθέσει ὡς ‖ 9. ἀπολειφθέντων B: ἀπολειφθέντι ‖ 14, 15. τοῦ ἄρσενος scripsi: οἱ ἄρσενες ‖ 16. σκύμνος ‖ supplevi ex A ‖ 18. ἤγρευται W: ἠγόρευται ‖ 31. ἡδέα B: ἰδέαν ‖ 32. πορθούμενον B )

261
στοῦντα καὶ ἀποδιδόντα Μενοιτίῳ τὸν Πάτροκλον, οὐκ ἐπὶ τῷ θανάτῳ μόνον ἀποδύρεται ἀλλʼ ἐπὶ πᾶσι λυπεῖται τοῖς ἀπὸ τῆς ἐλπίδος προσδοκηθεῖσιν. δῆλον δὲ ὡς οὐδὲ〈ν⟩ ἐν Φθίᾳ περὶ τῆς Ἀχιλλέως εἱμαρμένης εἶπεν ἡ Θέτις. οὐ γὰρ ἂν πρὸ τῆς ἐξόδου ταῦτα ὑπισχνεῖτο περὶ τοῦ Πατρόκλου τῷ Μενοιτίῳ· τινὲς δέ φασιν, οἴκοι μὲν πυθέσθαι ἀπιστεῖν δέ, οἰόμενον ἐκφοβεῖν αὑτὸν τὴν μητέρα πρὸς τὸ μὴ κινδυνεύειν.

328. ἀλλʼ οὐ Ζεὺς ἄνδρεσ〈σ〉ι] κλάει, ὅτι μή ἐστιν εἷς τῶν πορθησόντων τὴν Τροίαν.

331. ἱππηλάτα] ἱππικός, οὐ φυγάς, ὡς οἱ νεώτεροι. §. ἄκρως δὲ [*](B-) ἀντιτίθησι τῷ Μενοιτίῳ τὸν ἑαυτοῦ πατέρα, ὅτι οὐ μόνος αὐτὸς τὰ [*](B=) ὅμοια πείσεται τῷ φίλῳ, ἀλλὰ καὶ οἱ γονεῖς αὐτοῦ ὅμοια καρτερή- σουσι τῷ Μενοιτίῳ.

332. * οὐδὲ Θέτις μήτηρ] ὅτι συνῴκει τῷ Πηλεῖ ἡ Θέτις.

[*](A+)

333. ἐπεὶ οὖν, Πάτροκλε] περιπαθὲς καὶ ἠθικὸν τὸ πρὸς τοὺς [*](B=) τεθνεῶτας διαλέγεσθαι ὡς πρὸς ζῶντας· καὶ ἔστι ἔμψυχον τὸ τοιοῦτον εἶδος τῶν λόγων.

334. οὔ σε πρὶν κτεριῶ] πῶς φησιν ‘ἄταφον ἐάσω τὸ σῶμα’ τῆς [*](B=) τοῦ Ἕκτορος ἀναιρέσεως ἀδήλου οὔσης: ῥητέον δέ, ὅτι ἠκηκόει παρὰ τῆς μητρός· “οὐδέ ἑ φημὶ —ἐπαγλαἵεῖσθαι, ἐπεὶ φόνος ἐγγύθεν αὐτῷ” (133). §. ὅτι οὐδέποτε τὰς Ἑλληνίδας ‘βαθυκόλπους’ φησίν (339).

335. τεύχεα] τοῦ γὰρ ἀφελομένου κτῆμα γέγονεν.

[*](B=)

μεγαθύμου] αὔξει τὸν θάνατον τοῦ φίλου καὶ τὴν ἐπικουρίαν [*](B=) αὑτοῦ.

336. * ἀποδειροτομήσω] δείρη κυρίως ἡ τῶν ἀλόγων, παῤ ὅσον [*](B+) ἐκεῖθεν ἐκδέρονται.

338. * αὔτως] ὡς ἔχεις.

339. βαθύκολποι] οὐδέποτε τὰς Ἑλληνίδας ‘βαθυκόλπους’ φησίν· πῶς οὖν Ζηνόδοτος γράφει “ἔσπετε νῦν μοι Μοῦσαι Ὀλυμ- πιάδες βαθύκολποι” (Il. 2. 484);

341. τὰς αὐτοὶ καμόμεσθα] ἐκ τοῦ παρεπομένου· οἱ κτώμενοι [*](B=) γὰρ κακοπαθοῦσιν.

342. πιείρας] εὐγείους· “ἐπεὶ μάλα πῖαρ ὑπʼ οὖδας” (Od. 9. [*](B=) [*](3. supplevi ex B ‖ 6. αὐτὸν ‖ 9. πορθησάντων 18. ἐάσω B: ἑᾷ ‖ 25. ἑαυτοῦ B, αὐτοῦ)

262
[*](B=)135). §. φιλοστόργως δὲ τὸν Πάτροκλον συνεργὸν ἀπέφηνε τῶν κατορθωμάτων, καὶ ἀπὸ τῶν ἑαυτοῦ οἰκτίζεται εἰς τὰ κατʼ αὐτόν.

344. στῆσαι τρίποδα] ὡς συνήθους ὄντος καίειν πρῶτον, εἶτα ἐπιτιθέναι τὸν τρίποδα ὕστερον.