Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

288. μέροπες ἄνθρωποι] οἱ μερισθεῖσαν καὶ διαρθρωθεῖσαν τὴν ὄπα ἔχοντες. οἳ δὲ τὴν κτῆσιν μερισθέντες τῶν ζῴων.

[*](A+)

291. πολλὰ δὲ—Φρυγίην] πρὸς τὴν διαίρεσιν τῆς Τροίας καὶ Φψρυγίας, ὅτι δύο, καὶ Λυδία οὔπω ἐκαλεῖτο.

[*](A~)

292. κτήματα περνάμεν〈α⟩] κυρίως ἐπὶ τῶν διαπεπραμένων ζῴων, ἢ ἐπεὶ χρυσίου μὴ ὄντος ταῦτα ἐδέχοντο οἱ ἐπίκουροι.

[*](B-)

293. ὅτε πέρ μοι] βαρβαρικῶς τὸ πᾶν εἰς ἑαυτὸν ἀναφέρει, μη- δαμοῦ ἐκεῖνον ἀντιτιθεὶς ὅτι κρείσσων ὁ ἐξιὼν ἐπʼ αὐτούς.

[*](B=)

294. κῦδος ἀρέσθαι] στρατηγικῶς μὲν αὐτοὺς ὑπέμνησε τῆς εὐνοίας τοῦ θεοῦ.

[*](B=)

296. οὐ γάρ τις Τρώων ἐπιπείσεται· οὐ γὰρ ἐάσω] εἰ μέχρι τοῦ “ἐπιπείσεται” προήγαγε τὸν λόγον, ἔννοιαν 〈ἂν⟩ ἐδίδου ὡς μὴ πειθο- μένων ἑκοντὶ Πουλυδάμαντι 〈τῶν⟩ Τρώων· ὃ δὲ τυραννικῶς τὴν κρίσιν οὐ τῷ πλῆθει κατέλιπεν, ἀλλʼ ἐπὶ τὴν ἑαυτοῦ ἐξουσίαν περι- έσπασεν, ὡς διὰ φόβον Ἕκτορος οὐ πεισομένων αὐτῶν.

[*](A- B=)

300. ὃς κτεάτε〈σ〉σιν] ἐμφαίνει, ὡς Πολυδάμας πλούσιος ὢν δειλιᾷ προκινδυνεύειν. φησὶν οὖν, ὅστις τῶν Τρώων λυπεῖ τὸ κοινὸν αὐτὸς ἔχων πλείστην οὐσίαν, ἐκείνην δημευέσθω· καὶ ἔστι τοῦτο προτρεπτικὸν τοῦ πλήθους. ἀλλʼ ὑπονοεῖ τοὺς πλουσίους ὀκνεῖν ἐκ- στρατεύεσθαι δειλιῶντας κινδυνεύειν.

[*](A- B=)

301. λαοῖσι δότω] ὁ πλούσιος δότω τοῖς ἄλλοις, ὅπως αὐτοὺς συμμάχους ἔχῃ καὶ φύλακας τῶν ἰδίων.

[*](8. μείζων ἡ B: μείζονι ‖ 9. κρίσιν B: κρίσει ‖ 13. ‘corrupta ex ὡς πρὸς σὑγκρισιν τῶν ζῳων cf. Et. M.’ W ‖ 16. διαπεπραμένων scripsi: διαπερω- μένων ‖ 18–21. haec recte in B copulari patet ex μὲν particula l. 20 ‖ 24. supplevi ex B ‖ 29. ἐκείνην B: -η ‖ ἔστι B: ὅτι ‖ 33. ἔχοι ut B )
259

302. * τῶν τινα βέλτερόν ἐστιν] λείπει ὁ γάρ.

305. εἰ δʼ ἐτεόν] καλὸν τὸ διστάζειν καὶτὸ τέως μὴ δοῦναι ὅτι ἀνέστη.

[*](B=)

ἄλλως: εἰ δʼ ἐτεὸν παρὰ ναῦφιν] οἴεται διὰ τὸ σῶμα Πατρόκλου αὐτὸν ἐξεληλυθέναι.

* παρὰ ναῦφιν] ἀπὸ τῶν νεῶν.

[*](B=)

306. * ἄλγιον] ἐπίπονον.

[*](B+)

*ἐθέλῃσι] λείπει τὸ μάχεσθαι.

[*](B=)

307. * δυσηχέος] διὰ τοὺς ἀναιρουμένους.

ἀλλὰ μάλʼ ἄντην] προτρεπτικῶς φησιν ἑαυτὸν ἐπιδώσειν τῷ κινδύνῳ· [*](B=) ἅμα δὲ θαρρεῖ τοῖς ὅπλοις καὶ 〈τῷ‖ ἄοπλον εἶναι τὸν Ἀχιλλέα.

307, 8. ἄντην στήσομαι] πρὸς τὸ δοκοῦν εἶναι ἀναντίρρητον, ὅτι [*](AB=) ἀμείνων Ἀχιλλεύς, δημοκοπικῶς ἀντέθηκε τὴν ἐν πολέμοις ἀδηλίαν.

309. ξυνὸς Ἐνυάλιος] ὡς τὸ “ἐπιμὶξ δέ τε μαίνεται Ἄρης” [*](A- B=) (Od. 11. 537). ταῦτα δὲ λεγόμενα πρὸς νέους καταφρονεῖν διδά- σκουσιν, ὡς μὴ ἐχόντων τῶν κρεισσόνων κατὰ τῶν ἐλασσόνων ἐλπίδα.

311. ἐκ γάρ σφεων φρένας] δείκνυσιν, ὅτι τῆς ἑαυτοῦ γνώμης [*](B=) αὐτοκράτωρ ἐστὶν οὐδείς.

312. Ἕκτορι μὲν γὰρ ἐπῄνησα〈ν〉]πιθανὴ ἡ οἰκονομία· εἰ γὰρ ἔφυγον [*](B-) εἰς τὴν πόλιν, ταὐτὰ 〈ἂν⟩ τοῖς ἐν ἀρχῇ ἐγένετο, τειχήρεις οἱ Τρῶες καὶ πολιορκία· καὶ οὐδʼ ἂν ὁ Ἕκτωρ ἀπώλετο κωλυόμενος ὑπὸ τῶν δη- μογερόντων προελθεῖν, ὡς καὶ αὐτός που λέγει “οἵ με θέλοντα μάχεσθαι ἐπὶ πρύμνῃσι νέεσ〈σ⟩ιν αὐτόν τʼ ἰσχανάασκον ἐρητύοντό τε λαοί” (Il. 1. 722. 3).

ἄλλως: Ἕκτορι μὲν—ἐπήνησα〈ν⟩] ἡ ἐλπὶς τοῦ δημοβορῆσαι οὐκ [*](B=) εἴα αὐτοὺς προνοῆσαι τὸ μέλλον καὶ ἡ τοῦ Ἕκτορος ὑπόσχεσις ἐπαγ- γειλαμένου ὑποστήσεσθαι τὸν Ἀχιλλέα· πρὸς 〈δὲ⟩ τὴν ὅλην ποίησιν οἰκονομικῶς διέθετο ταῦτα ὁ ποιητής· πεισθέντων γὰρ τῷ Πολυδά- μαντι τῶν Τρώων ἐξαγώνιον ἂν κατέστη τὸ λοιπὸν μέρος τῆς Ἰλιάδος.

*ἐπῄνησαν] συνέθεντο.

[*](A-)

313. οὔτις] “οὔτι” γράφει Ἐπαφρόδιτος, ἵνʼ ᾖ ἀντὶ τοῦ οὐ· δύναται δὲ τὸ “ἐπῄνησαν” (312) κοινὸν εἶναι.

316. ἀδινοῦ —γόοιο] λεπτοῦ καὶ ἀσθενοῦς, ὡς “μῆλʼ ἀδινά” [*](B+) (Od. 1. 92, 4. 320)· τοιοῦτον γὰρ τὸ φθέγμα τῶν λυπουμένων· οἳ δὲ δαψιλοῦς, παρὰ τὸ ἄδην.

[*](2. τὸ; W: τι B, αὐτὸ ‖ 10. supplevi ex B ‖ 12. δημοκοπτικῶς ‖ 18. ἐπήνεσα ‖ 21. οἱ με θέλοντα ἰέναι έ. ‖ 24. ἐπήνεσα ‖ 25. ἐᾶ B ‖ 26. τε supplet B 27. διέθετο B: δὲ ἔθετο ‖ 29. συγκατέθεντο A ‖ 31. ἐπῄνεσαν ‖ 33. τοῦ λυπουμένου B)
260
[*](B+)

317. χεῖρας [ ἐπʼ ἀνδροφόνους] τὰς ἑαυτοῦ χεῖρας ἐπιθεὶς τοῖς στήθεσι τοῦ ἑταίρου.

[*](B=)

318. ὥς τε λὶς ἠυγένειος] ἀκολούθως τῷ Ἀχιλλέως ἀξιώματι τὴν εἰκόνα παρέλαβεν, οὐκ ἄλλῳ τινὶ ζῷῳ ἀλλὰ λέοντι παραβαλὼν καὶ τὴν λύπην τῇ λύπῃ ὁμοιώσας· οὐδὲν γὰρ 〈ἂν⟩ ἐμφαντικώτερον φανείη πρὸς τὸ δεῖξαι τὴν Πατρόκλου φιλίαν τῆς πρὸς τὰ τέκνα τῶν γεγεν- νηκότων διαθέσεως. ὅλον δὲ πρὸς ὅλον παραβέβληται· τό τε γὰρ λυπούμενον ἅμα καὶ ὀργιζόμενον διὰ τῆς παραβολῆς ἔδειξε, καὶ ἑκατέρων ἡ λύπη παραπλησία ἀπολειφθέντων τῆς βοηθείας, καὶ ἡ τὸν ἐλαφηβόλον ζητοῦσα τῷ παρὰ τοῦ Ἕκτορος δίκην λαβεῖν ἐπειγομένῳ.

λὶς ἠυγένειος] δύο μόνα τίκτει λέων, ὡς Ἀριστοτέλης ἐν τῷ περὶ ζῴων (VI c. 30, p. 579b 1).

ἠυγένειος] θήλεια· ταύτης γὰρ τὸ γένειον κάλλιον, χαίτη δὲ τοῦ ἄρσενος.

[*](A+)