Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

1. Ὣς οἳ μὲν μάρναντο δέμας πυρός] τινές· “δέμας” τὸ σῶμα, τὸ δὲ σῶμα εἶδος, εἶδος δὲ ὁ τρόπος, “δέμας πυρός” ὁ τρόπος τοῦ πυρός. ὠλόθρευον ἀλλήλους ὡς πῦρ.

[*](B=)

δέμας πυρός] λείπει τὸ ὡσεί, ‘ὡσεὶ πυρός·’ ὡς πῦρ γὰρ ἐμάχοντο μετὰ πάσης ἐνεργείας· καὶ γὰρ τὴν μάχην καυστείρην [*](B=)λέγει. §. ποικίλλει δὲ πάλιν μετάγων ἡμᾶς ἐπὶ τὰς σκηνάς.

[*](AB=)

3. προπάροιθε νεῶν] τοπικῶς, ὡς τὸ “κὰδ δʼ ἔβαλε προπάροιθε νεώς” (Od. 9. 482). ἀλλὰ καὶ χρονικῶς, “οὔτις ἀνὴρ προπάροιθε μακάρτατος (Od. 11. 483).

[*](AB=)

ὀρθοκραιράων] κατὰ πρύμναν καὶ πρῷραν ἀνατεταμένων, ὀρθοκε- φάλων· κραῖρα γὰρ ἡ κεφαλή.

[*](AB=)

4. τὰ φρονέοντʼ ἀνὰ θυμόν] οἱ περὶ τῶν φίλων ἀγωνιῶντες ἐν τοῖς κινδύνοις δυσέλπιδές εἰσιν. ἔστι δὲ τῶν ἐν ἀτυχίᾳ προληπτικὸς ὁ νοῦς.

[*](B=)

6. ὤ μοι ἐγώ] περιπαθῶς ἄγαν ἑαυτὸν ἀπολοφύρεται ἐπὶ τῇ ὑπονοουμένῃ τοῦ φίλου συμφορᾷ. μεγαλοφυῶς δὲ ἀπὸ τῆς φυγῆς τῶν Ἀχαιῶν στοχάζεται πεπτωκέναι Πάτροκλον· οὐκ ἂν γὰρ αὐτοῦ ζῶντος ἔφυγον.

*τί τʼ ἄῤ αὖτε] τί δὴ πάλιν.

[*](B=)

7. νηυσὶν ἔπι κλονέονται] ἐπὶ τὰς ναῦς. §. ἀναστρεπτέον τὴν [*](AB=)πρόθεσιν ὁμοίως τῷ “νηυσὶν ἔπι προέηκα” (439).

[*](B=)

ἀτυζόμενοι] βεβλαμμένοι, ἢ φεύγοντες· πεποίηται δὲ ἡ λέξις παρὰ τὸ ἄτη.

[*](A+ B-)

10. Μυρμιδόνων τὸν ἄριστον] Ἄκτωρ Λοκρὸς μὲν ἦν τὸ γένος, ἀπὸ Ὀποῦντος πόλεως, μετὰ δὲ τὸ τεκεῖν Αἰακὸν ὑπὸ Διὸς τὴν Αἴγιναν γήμας ἔμενεν 〈ἐν⟩ Οἰνώνῃ· καὶ γίνεται αὐτῷ Μενοίτιος 〈ὁ⟩ τοῦ Πατρόκλου 〈πατήρ⟩· ὅθεν Μυρμιδόνα ἀναγκαίως τὸν Πάτροκλον καλεῖ. διὸ καὶ “ἄριστον,” οὐ κρείττω εἶπεν. ἐπὰν γὰρ πρὸς πολλοὺς ὁμογενεῖς συγκρίνωμεν, τῷ ὑπερθετικῷ χρώμεθα, οἷον πλουσιώτατος Ἀλεξανδρέων Πτολεμαῖος, εἰ δὲ πρὸς ἀλλογενεῖς, τῷ [*](1. addidi: ἀρχὴ τῆς σ Ὀμήρου Ἰλιάδος textui inscriptum ‖ 9. οὗτος ἀ. ut B ‖ 11. ὀρθοκραιράων sec.: ὀρθοκρεράων pr. ‖ 12. κραῖρα B: κέρα ‖ 14. προληπτικὸς B: -ῶς ‖ 16. περιπαθῶς B: προσπαθῶς ‖ 27. Αἴγιναν γήμας scripsi, cf. ABD: αἶγα ἡμᾶς ‖ supplevi ex BD ‖ Οἰνώνῃ BD, Ὀποῦντι A: Οἰνώνη)

243
συγκριτικῷ. τὸ γὰρ συγκριτικὸν οὔπω τὴν τελείαν εἴληχε λέξιν, ἀμέλει γέ τοι καὶ ἔτι ἐπιτείνεται· τὸ δὲ ὑπερθετικὸν τὸ τέλος εἴληχεν. τῷ δὲ ἐντελεῖ συγκρινόμενον οὐκ ἀχθεσθήσεται τὸ πλῆθος, τῷ γε μὴν ἀτελεῖ.

ἄλλως: Μυρμιδόνων τὸν ἄριστον] ἐν τῇ Ῥιανοῦ καὶ Ἀριστο- [*](A+) φόνους οὐκ ἐφέροντο οἱ δύο (10, 11). δύναται δὲ Μυρμιδόνων λέγειν τὸν ἄριστον οἷον τῆς Μυρμιδόνων στρατιᾶς —διὸ καὶ ἄριστον, οὐ κρείττω εἶπεν—ἢ τὸν ἐν Μυρμιδόσιν ἄριστον· συνηρίθμητο γὰρ αὐτοῖς, εἰ καὶ Λοκρὸς ἦν.

ἄλλως: Μυρμιδόνων τὸν ἄριστον] πιθανὸν τὸ μὴ ὀνομαστὶ περὶ [*](A+ B-) τοῦ Πατρόκλου προειρηκέναι τὴν Θέτιν· καὶ γὰρ ὁ τῶν χρησμῶν χαρακτὴρ τοιοῦτος, ἐχόμενος τοῦ ἀμφιβόλου. διὸ καὶ μετὰ τὰς ἀποβάσεις ὁρῶνται, ὡς καὶ ἐπὶ τοῦ Ἀλκινόου (Od. 13. 172).

12. ἢ μάλα δὴ τέθνηκε] ἀντὶ τοῦ λίαν κατείληφα, ὅτι τέθνηκεν, [*](A+ B=) μάλα οἶδα καὶ πέπεισμαι.

13. σχέτλιος] τλήμων. §. ἀναφαίνεται δὲ ἐνταῦθα ἡ γνώμη [*](AB+) τοῦ Ἀχιλλέως, ὅτι κατὰ πρόνοιαν τῷ φίλῳ ἀπέχεσθαι τοῦ τείχους [*](B=) συνεβούλευεν, οὐ βασκαίνων αὐτῷ (Il. 16. 87).

14. ἐπὶ νῆας ἴμεν] Ἀρίσταρχος καὶ Ἀριστοφάνης “ἐπὶ νῆας [*](A+) ἴλεν.”

Ἕκτορι] ἀπὸ μέρους τοῖς Τρωσίν. ἔφη γὰρ “Τρῶας ἐναιρό- [*](B-) μενος, προτὶ Ἴλιον” (Il. 16. 92).

17. ἀλεγεινήν] ὥσπερ συναλγῶν ἐπὶ τῇ Πατρόκλου συμφοοᾷ ὁ [*](B=) ποιητὴς ἐπιφωνεῖ, ὅτι ἀλεγεινὴ ἀγγελία 〈τὸ⟩ τὸν Πάτροκλον ἀγ- γεῖλαι τετελευτηκότα.

18. ὤ μοι Πηλέως υἱέ] περιπαθῶς καὶ ἀξίως τῆς φιλίας ἀνα- [*](AB=) φθέγγεται, οὐκ ἐπὶ τὸν τεθνεῶτα οὐδʼ ἐπὶ τὸν ἀκούοντα, ἀλλʼ ἐφʼ ἑαυτὸν ἀνενεγκὼν τὴν ἀτυχίαν· διὰ γὰρ τοῦ “μοί” οἰκειοῦται τὴν συμφοράν. §. τὸ δὲ “Πηλέως” τοιούτου πατρὸς μετριάζει τὰς [*](B=) συμφοράς. §. διὰ δὲ τοῦ “λυγρῆς” ἔννοιαν αὐτῷ τοῦ δεινοῦ [*](B=) δίδωσιν.-

20. κεῖται Πάτροκλος] ἱκανῶς ἐτάχυνε τὸ〈ν⟩ κακάγγελον ἐν [*](B=) ὅλοις δύο στίχοις· καὶ ἐν βραχεῖ πάντα ἐδήλωσε, τὸν ἀποθανόντα, τοὺς [*](5. τῇ Ἰριανοῦ ‖ 7. στρατείας ‖ 17. τοῦ φίλου B ‖ 19. ἰέμεν ‖ 20. ἴμεν A: ἰέναι ‖ 24. 〈τῷ⟩ B ‖ 28. ὤμοι B, οἴμοι ‖ 29. τὸ Bekker: τοὐ ut B ‖ 29, 30. τήν συμφορὰν Eust., ταῖς συμφοραῖς ut B ‖ 32. supplevi ex B ‖ 33. τέσσαρσι στίχοις B)

244
ὑπερμαχομένους, τὸν κτείναντα. οὐκ ἐζήλωσαν δὲ τοῦτο 〈οἱ⟩ τραγικοί, ἀλλὰ τοῖς λυπουμένοις μακρὰς ἐπάγουσι τὰς διηγήσεις τῶν συμφορῶν.

[*](AB=)

ἄλλως: κεῖται Πάτροκλος] προδοὺς ἴχνη τῆς συμφορᾶς τῷ δακρύῳ καὶ τῇ προφωνήσει οὕτως ἐπὶ τὴν διήγησιν ἔρχεται· αἰφνίδιον γὰρ προσπεσόντα τοῖς ἀκούουσι τὰ δεινὰ ἐξίστησιν.

[*](B=)

ἄλλως: κεῖται Πάτροκλος] οἷον οὐκ ἀνήρπασται. §. διὰ δὲ τοῦ [*](B=)“ἀμφὶ μάχονται” εὐμενῆ τοῖς Ἀχαιοῖς αὐτὸν καθίστησιν.

22. *ἄχεος νεφέλη] “λύπη〈ς⟩ χειμών.”

[*](A~B-)

23. κόνιν αἰθαλόεσσαν] τὴν σποδόν φησιν· “μέλαινʼ ἀμφίζανε τέφρη” (25)· οἳ δὲ τεφρώδη κονιορτόν· καὶ ἐπὶ Πριάμου, “ἀμφὶ δὲ πολλὴ κόπρος ἔην κεφαλῇ τε καὶ αὐχένι” (Il. 24. 163, 4).

[*](AB-)

25. νεκταρέῳ] εὐώδει, ἢ εὐπρεπεῖ, ἢ θείῳ, παρὰ τὸ νέκταρ.

[*](A-)

26. μεγαλωστί] Ἀνακρέων “ἱρωστί (fr. 149 B.).” Φερεκράτης “ταχεωστί” (fr. 239 K.). “νεωστί.” ἔδει δὲ μεγαλιστί, ὡς φρυ- γιστί ῥωμαϊστί.

[*](B=)

28. δμωαὶ δέ] φιλοπενθὴς γυνή, βάρβαρος, αἰχμάλωτος, καὶ διὰ τὸ πρᾷον τοῦ ἀποθανόντος καὶ 〈τὴν⟩ τιμὴν τοῦ ζῶντος. εἰ δὲ αὗται θρηνοῦσι, πῶς οὐκ Ἀχιλλεύς, ἐκ περιουσίας δὲ τοῦτό φησιν· μὴ μνησθέντος γοῦν οὐδεὶς 〈ἂν⟩ ἐπεζήτησεν.

31. πεπλήγοντο] ἐκπληκτικὸν τοσαῦται θεαὶ κοπτόμεναι περὶ τὴν Θέτιν θρηνοῦσαν.

*πεπλήγοντο] ἔτυπτον· ἢ πληγεῖσαι ἦσαν.

33. χεῖρας ἔχων Ἀχιλῆος] πανταχόθεν ἐκίνησεν ἀνωτέρω μὲν τοῖς ἐνεργήμασι, νῦν δὲ τῇ ἐξ ἑτέρων σπουδῇ· οἶδε γὰρ τοὺς μεγα- λοψύχους ἐπὶ σφᾶς αὐτοὺς ἐν ταῖς συμφοραῖς ὁρμωμένους.

[*](B=)

34. δείδιε γάρ] τινές· ἐφοβεῖτο γὰρ Ἀχιλλεύς, μὴ καὶ ἀποδει- ροτομήσειεν Ἕκτωρ Πάτροκλον· ὁ δὲ Ἀντίλοχος, φασί, πρὸς τὸ μὴ ἐπιχεῖν τὴν κόνιν κατεῖχεν αὐτόν· ὡς φιλέταιρος δὲ τοῦτο ὑπονοεῖ Ἀχιλλεύς.

[*](A=)

* ἀπαμήσειε] Ἀρίσταρχος “ἀπαμήσειε.” Ζηνόδοτος “ἀπο- τμήξειε.”

[*](B=)