Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

155. οἴκαδʼ ἴμεν] Ἀρίσταρχος ἀπαρέμφατον· καὶ λείπει τὸ καλῶς ποιήσει. ὁ δὲ Σιδώνιος γράφει “ἴ〈τ〉ω.”

[*](A+)

*πεφήσεται] φανερωθήσεται.

[*](1. supplevi ex B ‖ 3. cf. p. 218, 5 adn. || 4. schol. ad v. 140 scriptum ‖ 5. ἐδεύεο etiam textus || 13. ἦεν B: εἦεν ‖ 16. τοῦ κινδύνου B ‖ 20. σύγε ‖ 25. μετὰ μῶλον Barnes ex codice nescio quo: μεθʼ ὁμίλου ut A ‖ 26. τὸ κ. B: τὸν κ. ‖ 30, 1. inter καλῶι et ὁ legi δολ vel ιολ: κολῶς ποιήσει corr. Ludwich ex Eust.; schol. fere evanidum ‖ 31. Σιδόνιος ‖ suppl. Spitzner)
218
[*](B=)

156. εἰ γὰρ νῦν Τρώεσσι] ἀπειλήσας τὴν ἐπάνοδον πάλιν προ- τρέπει ἐπὶ τὴν βοήθειαν, ὀργιζομένου καὶ κηδομένου ἐμφαίνων διάθεσιν.

[*](B+)

* λεληθότως καὶ Τρώων καθάπτεται.

159. *ἐρυσαίμεθα] διὰ μάχης ἑλκύσαιμεν.

[*](A=)

163. * ὅτι ἐπὶ ἀψύχων τὸ “ ἀγοίμεθα.”

[*](B=)

164. τοίου γὰρ θεράπων] τεχνικῶς μέγα δείκνυσι τὸ κατόρθωμα προτρέπων αὐτούς.

[*](B=)

ἄλλως: τοίου γὰρ θεράπων] ἀξιόπιστα τὰ ἐγκώμια ὑπὸ πολε- μίου λεγόμενα.

[*](B=)

167. 〈στήμεναι ἄντα,〉 κατʼ ὄσσε ἰδών] οὐκ ἀντιμαχέσασθαι, ἀλλʼ οὐδὲ ἀντιβλέψαι.

*δηίων ἐν ἀυτῇ] ἐν τῇ πρὸς τοὺς πολεμίους μάχῃ.

[*](A– B=)

170. Γλαῦκε] οὐκ εὐπορῶν ἀπολογίας πρὸς μὲν τὰ κατηγορη- θέντα 〈οὐδὲν〉 ἀποκρίνεται, ὡς ὑβρισμένος δὲ ἀγανακτεῖ· εἶτα δὲ καὶ τὴν αἰτίαν ψεύδεται, εἰς τὸν Δία ἀναφέρων τὸ ὅλον.

[*](A=)

*τίη] Ἀττικῶς διὰ τί.

*ὑπέροπλον] ἀνάρμοστον.

[*](A+)

171. * ὦ πόποι] Ζηνόδοτος “ὦ πέπον.”

*περὶ φρένας ἔμμεναι ἄλλων] ὑπερεῖναι τῶν ἄλλων.

[*](A+)

173. * νῦν δέ σε] γράφεται “νῦν δέ σευ.”

[*](A+)

174. *“φῆς” ἐνεστῶτος.

176. * οὐκ εὐπορῶν ἀπολογίας τὸν Δία αἰτιᾶται.

[*](A=)

178. ἕτε δʼ αὐτός] Ἀριστοφάνης “τότε δʼ αὐτός.”

179. ἀλλʼ ἄγε δεῦρο] ὅρα ἃ ἐπαγγέλ〈λ〉εται καὶ τί μέλλει ποιεῖν.

[*](B=)

181. 〈ἀλκῆς μάλα περ〉 μεμαῶτα 〈σχήσω ἀμυνέμεναι〉] με- μαῶτα ἀμύνειν σχήσω τῆς ἀλκῆς.

[*](AB=)

186. ὄφρ’ ἂν ἐγὼ Ἀχιλῆος] προσεδόκησεν ἄν τις αὐτὸν δυσωπη- θέντα τοῖς λόγοις, 〈ὡς καὶ〉 αὐτὸς ἐπηγγείλατο, κινηθῆναι ἐπὶ τῷ πράγματι· ὃ δὲ ἐπιλέλησται μὲν ὧν αὐτὸς εἶπεν, ἠμέληκε δὲ τῶν ὀνειδῶν, ἐπὶ δὲ τὴν ἑαυτοῦ ἐπιθυμίαν ἐξάγεται.

[*](A+)

190. ὦκα μάλʼ 〈οὕπω τῆλε〉] ποσὶ μετασπὼν ἐκίχανε τοὺς ἑταί- ρους οὐ τῆλε.

[*](5. schol. p. 217 l. 3 post γρ. sine lemmate propter ἄγοντι repetitum ‖ ἀγώμεθα schol. alt. ‖ 14. supplevi ex B ‖ 26, 7. μαιμαῶτα ‖ 28. Ἀχιλ- λῆος 29. τοῖς λόγοις Dindorf nescio unde: τοὺς λόγους ut A B ‖ 〈ὡς καὶ〉 supplevi ex B: οἷς ‖ 30. ἠμέληκε A: -ησε || 32. μάλα || 33. τῆδε )
129

μετασπών] διώκων. §. τινὲς δὲ ἐβάρυναν, οὐκ εὖ. οὐδεμία γὰρ μετοχὴ ἀναβιβάζει τὸν τόνον ἐν τῇ συνθέσει, εἰ μὴ ἡ ἄκων.

[*](A+B=)

192. στὰς δʼ ἀπάνευθε μάχης] ἔπεμψε μὲν τοὺς ἑταίρους φέροντας [*](A–B=) τὰ ὅπλα, μὴ δυνηθεὶς δὲ πρὸς τὴν ἐπιθυμίαν ἀντισχεῖν μετανοεῖ καὶ σπεύδει καλλωπίσασθαι, διὰ τῶν θείων ὅπλων δόξαν καὶ φυλακὴν παρέχων ἑαυτῷ θέλων τε τοὺς Τρῶας ἐπιρρῶσαι καὶ τοὺς Ἀχαιοὺς φο- βῆσαι. ἅμα δὲ καὶ ἀποδίδοσθαι θέλει τὰ ὅπλα τῷ Ἀχιλλεῖ ὁ ποιητής.

194. τεύχεα δῦνεν] οὐ γὰρ ἰσομεγέθης Ἀχιλλεῖ ὁ Ἕκτωρ· πολλοὶ δὲ κέχρηνται τούτοις τοῖς ὅπλοις, Πηλεὺς (Il. 18. 84) Ἀχιλλεὺς Πάτροκλος Ἕκτωρ, καὶ πᾶσιν ἁρμόζουσιν· φύσις γὰρ αὕτη τῶν ἡφαιστοτεύκτων, τὸ πᾶσιν ἁρμόδια γίνεσθαι.

197. γηράς] ἀποκοπὴ τοῦ γηράσας, ὡς “ὑποφθάς”(Il. 7. 144). [*](A+B–) “ἐπιπλώς” (Il. 6. 291)· καὶ Κόριννα(fr. 35 B.) “βροντάς” ἀντὶ τοῦ βροντήσας. τινὲς δὲ ἀπὸ τοῦ γήρημι γηράς, ὡς κίχρημι κιχράς· ὅθεν τὸ “ γηράντεσσι τοκεῦσιν” (Hes. Opp. 188) παρατάσεως μᾶλλόν ἐστιν ἤπερ συντελείας, γηρῶσι τοῖς γονεῦσι καὶ ἐν παρατάσει οὖσι τοῦ γηρᾶν, οὐχὶ τέλος λαβοῦσι τοῦ γήρως· ὁ γὰρ τέλος λαβὼν τοῦ γήρως τέθνηκεν. καὶ ἐνθάδε τὸ “ γηράς” ἀντὶ τοῦ γηρῶν, οὐχὶ γηράσας.

ἀλλʼ οὐχ υἱὸς ἐν ἔντεσι πατρὸς ἐγήρα] ἡδὺ καὶ περιπαθὲς τὸ [*](A=) εὑρίσκεσθαι δυστυχέστερον τοῦ πατρὸς τὸν υἱόν.

198. ἴδεν νεφεληγερέτα Ζεύς] ἐλέγξαι βουλόμενος τὴν κενοσπου- [*](B=) δίαν Ἕκτορος οὐκ ἐκ τοῦ ἰδίου προσώπου τὸν λόγον ἐποιήσατο —ἐφαί- νετο γὰρ ἂν πρὸς ἀπέχθειαν κατηγορῶν—περιθεὶς δὲ τῷ Διὶ τοὺς λόγους ἀξιοπιστότερον τοῦ βαρβάρου κατηγόρησεν.