Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

117. θαρσύνον〈θʼ〉 ἑτάρους] ἔνδειξις καὶ τοῦτο τῆς Αἴαντος [*](B=) ἀρετῆς εἰς μάχην προτρεπομένου οὓς Ἀπόλλων φοβεῖ.

118. * θεσπέσιον] τὸν ἐκ θεοῦ πίπτοντα.

[*](B=)[*](7. διστακτικὸν Bekker: διστακτὸν B, δραστικὸν ‖ 8. περιστήωσι A: -ήσωσι || 9. supplevi ex A ‖ 11. ἐθέλησιν ‖ 12. κε B: καὶ ‖ 18. φησίν B: φασί ‖ 20. ὑποχωρεῖ B ‖ 23. ἀναχωρήσῃ B, ἀναχωροίη ‖ 26. λέγωνται A, λείπονται ‖ ἀπὸ A: ὑτὸ ‖ δίημι A: δίωμι ‖ 29. ἐπαύλεως B: ἐπαύλοιο )
216

120. βραχὺς ὁ λόγος τοῦ σπεύδοντος πρὸς τὴν συμμαχίαν.

[*](B+)

123. θυμὸν ὄρινε] ἐλυπήθη μέν, οὐ συγκέχυται δέ, ὡς Ἀντίλοχος τῇ ἀφωνίᾳ συνεσχέθη (695).

[*](B–)

125. Πάτροκλον — ἀπηύρα] Ἀττικῶς εἶπεν, οὐ‘ Πατρόκλου,ʼ κατε- χρήσατο δέ, ὡς ἐκεῖ“〈τὰ〉 Πατρόκλοιο βίην ἐνάριξε κατακτάς (Il. 22.323). γυμνὸς γὰ Πάτροκλος· καὶ “ τεύχεα δʼ οὐ κατὰ κόσμον ἀπὸ κρατός τε καὶ ὤμων εἵλευ” (205). ἢ ἐπεὶ τὰς κνημῖδας ἔλυσεν· ἢ ὡς Ὀδυσσεύς φησι “σκοπὸν εἵλομεν” (Il. 10. 561) κατὰ συνεκδοχήν, οὕτω καὶ Ἀπόλλωνος ἀφῃρημένου τὸν κοινωνὸν τῶν κατορθωμάτων (Il. 16. 793) συναριθμεῖ.

[*](A~B=)

126. κεφαλὴν τάμοι] εὔλογον προκατασκευάζει τὴν εἰς τὸν Ἕκ- τορα αἰκίαν λέγων, ὅτι αὐτὸς ταύτῃ διαθεῖναι τὸν Πάτροκλον ἔσπευσεν.

128. Αἴας δʼ ἐγγύθεν ἦλθε] εὐκαιρότατα ἔρχεται Αἴας ἤδη μέλλοντος Πατρόκλου σύρεσθαι.

[*](B=)

129. Ἕκτωρ δʼ ἂψ ἐς ὅμιλον] ἀντίθες τῷ κατὰ τὸν Μενέλαον. ὃ μὲν ἀναχωρεῖ συμμαχίαν προσκαλεσόμενος, ὃ δὲ οὐχ ἵνα ὠφελήσῃ τι τοὺς φίλους, ἀλλʼ ἵνα κοσμήσηται τοῖς ὅπλοις, ὥσπερ μειράκιον εἰς πομπὴν μέλλων προιέναι.

[*](A~B=)

133. ὥς τις τε λέων] ἐπὶ μὲν τῆς προτέρας παραβολῆς (4) ἀντὶ τῆς βοὸς τῷ τῆς μητρὸς ἐχρήσατο ὀνόματι· ἐπεὶ δὲ ἀπεμφαῖνον ἦν ἐνταῦθα κατὰ τοῦ λέοντος χρήσασθαί τινι τοιούτῳ, τῷ μὲν κυριω- τέρῳ κέχρηται κατὰ τούτου, τοὺς δὲ σκύμνους αὐτοῦ τέκνα ὀνομάζει τῷ φιλοστόργῳ ὀνόματι. καλῶς δὲ καὶ νήπια ἐποίησε τὰ τέκνα· μείζων γὰρ ἡ περὶ τούτων φροντίς.

[*](A+B–)

λέων περὶ οἷσι τέκεσ〈σ〉ιν] οὐ σκυμναγωγεῖ 〈ὁ〉 λέων. ἴσως οὖν τὴν θήλειάν φησιν· οὐκ οἶδε γὰρ Ὅμηρος τὸ λέαινα· διὸ φθάσας εἰπεῖν “λέων” “ᾧ ῥα” (134) ἀρσενικῶς ἐπάγει. καὶ γάρ φησιν “ἐπεί σε λέον- τα γυναιξὶ Ζεὺς θῆκεν (Il.21.483). ὁ δὲ Ἀντίμαχος καὶ τὸν ἄρρενά φησι σκυμναγωγεῖν. τὸ μέγεθος δὲ Αἴαντος ὑποφαίνει ἡ παραβολή.

[*](B=)

134. νήπιʼ ἄγοντι] φυσικὴν οἶδε τὴν τῶν τέκνων φιλοστοργίαν. ἐπὶ ὀρνίθων “μάστακʼ, ἐπεί κε λάβῃσι” (Il. 9. 324), 〈ἐπὶ〉 κυνῶν “ὡς δὲ κύων ἀμαλῇσι περὶ σκυλάκεσ〈σ〉ι” (Od. 20. 14), 〈ἐπὶ〉 [*](2. ὥρινε ‖ 9. τὸν κοινωνὸν B; τῶν κοινῶν ‖ 12. αἰτίαν B ‖ ταύτῃ δ. scripsi: ταύτην 8. περὶ B, ταύτην δ. ‖ 15. τῷ B: τὸ ‖ 23. ποιεῖ τὰ τ. B. ἐποιήσατο τ. ‖ 24. μείζων γ. ἡ π. τούτων φροντίς B, ὦν μείζων φροντίς Eust.: μερμερίζων γ. ἦν π. φόνου ‖ 27. ᾧ ῥα W, cf. A: ὅλα || 31, 2. supplevi ex B ‖ 32. λέων ut B ‖ ἀμαλῆσι B: ἀμαλῖσι)

217
θρεμμάτων “ὥς τις περὶ πόρτακι μήτηρ” (4), 〈ἐπὶ〉 θηρίων ἀγρίων. ὡς νῦν.

136. ὄσσε καλύπτων] ὁ λέων. ὑπερέβαλε δὲ ὁ λόγος καὶτὴν γραφικήν.

141. * εἰκότως διὰ Σαρπηδόνα.

142. μάχης ἄρα πολλὸν ἐδεύεο] δειλίαν αὐτῷ ὀνειδίζει, ὃ μάλιστα [*](AB=) κινεῖν ἔμελλεν τὸν Ἕκτορα· ἐπεὶ δὲ δικαίως ἀγανακτεῖ, φέρει αὐτὸν ὁ Ἕκτωρ ὀνειδίζοντα.

143. * φύξηλιν] παραγωγὸν ἀπὸ τοῦ φύξω μέλλοντος.

[*](A+)

144. φράζεο νῦν] ὅρα τὴν τάξιν τοῦ λόγου καὶ τὴν τομήν. πρῶ- [*](B=) τον ἔθηκε τὸ κατὰ τὸν Ἕκτορα, ὡς ἀφέστηκε τῆς μάχης καὶ ἀμελεῖ τῶν συμμάχων· εἶτα ἐπάγει τὸ καθʼ ἑαυτόν, ὡς δίκαιον ποιῶν εἰ ἀποσταίη καὶ αὐτὸς μετὰ τῶν Λυκίων, καὶ τὴν αἰτίαν ἐπεξεργά- ζεται, “ἐπεὶ οὐκ ἄρα τις χάρις ἦεν μάρνασθαι δηίοισιν” (147, 8).

*σαώσῃς] διὰ τῆς ει διφθόγγου τὸ “σαώσεις.”

[*](A+)

146. οὐ γάρ τις Λυκίων] οἱ γὰρ στρατιῶται ὁρῶντες ἀνεκδικήτους [*](B–) τοὺς τελευτήσαντας ἀποστήσονται τῶν κινδύνων· τοῦτο δὲ δηλοῖ διὰ τοῦ “ἐπεὶ οὐκ ἄρα τις χάρις ἦεν μάρνασθαι δηίοισιν” (147, 8).

147. ἐπεὶ οὐκ ἄρα τις χάρις ἦεν] οὐ γάρ ἐστι χαριστέον σοι ἐκ [*](B—) τοῦ μάχεσθαι· τὸ γὰρ “οὐκ ἄρα” ἀντὶ τοῦ ‘ οὐχ ὡς ἔοικεν·ʼ “οὐκ ἄρα μοῦνον ἔην Ἐρίδων γένος” (Hes. Opp. 11)· “οὐκ ἄρα σοί γʼ ἐπὶ εἴδει” (Od. 17. 454).

149. πῶς κε 〈σὺ〉 χείρονα φῶτα] ὁ γὰρ τοῦ βασιλέως πεσόντος [*](B=) ἀμελήσας ποῖος φανεῖται περὶ τοὺς ἐκείνου χείρονας:

μεθʼ ὅμιλον] ἀντὶ τοῦ ἐκ πολέμου. §. Ζηνόδοτος δὲ γράφει [*](B+) “μετὰ μῶλον” ἀντὶ τοῦ ἔξω τοῦ πολέμου.

[*](A+)

151. τὸ “κάλλιπες” τὸν ἐθελόκακον δηλοῖ. πῶς δὲ δίκαιον τὸν [*](B=) ξένον, τὸν φίλον, τὸν σύμμαχον περιορᾶσθαι;

*ἕλωρ] ἀναίρεμα.

152. * πολλά] πολλαχῶς· ἢ λείπει ἡ κατά.

[*](A–B+)