Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

712. ἡμεῖς δὲ—φραζώμεθα] γενναῖον πρὸς προτροπὴν τὸ ἀπὸ [*](B=) τῶν ἰδίων ἐνδείκνυσθαι καὶ μὴ περιμένειν τὴν ἑτέρων ἐπικουρίαν.

720. ἶσον θυμὸν ἔχοντες] πάντοθεν προτρέπει τὸν Λοκρόν. καὶ [*](B=) Ἀλέξανδρος ἐν Πέρσαις ὁρῶν τινα Ἀλέξανδρον ἀνδριζόμενον ἴσος, φησίν, ὄφθητι τῆς ὁμωνυμίας.

722. οἳ δʼ ἄρα νεκρόν] ἐγγὺς τῶν νεῶν θέλουσι κομίσαι, ἵνα κἂν [*](B=) καταπονῶνται βοηθήσῃ Ἀχιλλεύς. διὰ δὲ τοῦ “ἀγκάζοντο” τὸ σπουδαῖον καὶ μοχθηρὸν ἐνέφηνεν.

ἀγκάζοντο] ἐμφαντικῶς ἐμήνυσε τοὺς ὥσπερ περιειληφότας τὸν [*](B=) νεκρόν· καίτοι ἐνῆν καὶ ἄλλως εἰπεῖν ‘ἐρύοντο·ʼ ἀλλʼ οὐκ ἦν οἰκεῖον τῆς προσηνείας Πατρόκλου τὸ ἕλκεσθαι.

725. κύνεσ〈σ〉ιν ἐοικότες] πρὸς τὸ θράσος τῶν Τρώων ἡ παρα- [*](B=) βολή· καὶ τὴν αἰτίαν τοῦ θάρσους παρίστησι τὸ “βλημένῳ” (726). ἀλλὰ καὶ τὸ “ἑλίξεται” (728) συμπράττει· στρέφεται γὰρ τοῦτο μόνον τῶν ζῴων διωκόμενον, ὁ κάπρος.

727. εἵως μὲν γάρ] ἕως. λείπει τινός.

[*](B=)

731. *οἱ μὲν ἐγγὺς “ξίφεσιν,” οἱ δὲ πόρρω δόρασιν.

[*](B=)

733. *τῶν δέ] περισσὸς ὁ “δέ.”

737. ἠύτε πῦρ] ὃ κατὰ μεταφορὰν ἐξήγαγεν ἑτέρωθι καυστείρην [*](B=) [*](3. ταπεινῶν B: ταπεινὸν ‖ supplevi ex B ‖ 20. ὄφθητι B: ὤφθη ‖ 24. περ. ὥσπερ ut B: traiecit W)

240
τὴν μάχην λέγων (Il. 4. 342, 12. 316), νῦν ἐπεξεργασάμενος εἰς παραβολὴν ἄγει. ηὔξησε δὲ αὐτὸ διὰ τοῦ ἀνέμου καὶ τοῦ αἰφνιδίου, ἵνα λανθάνον νέμηται.

[*](B=)

742. ὥς θʼ ἡμίονοι] βόες μὲν ἰσορρόπως ἕλκουσιυ ἑκάτερος φέ- ρων τὸ ἴδιον βάρος, ἡμίονοι δὲ 〈δι〉ωθούμενοι τὸ βάρος ἀντιμετα- βάλλουσιν ἀλλήλοις. τοιοῦτον ἔπασχον καὶ οἱ τὸν νεκρὸν κομί- ζοντες εὐχερῆ τὴν δίοδον διὰ τὴν ἐπιφορὰν τῶν πολεμίων οὐκ [*](B=)ἔχοντες. §. κατὰ τὰς ἀποκλίσεις τοῦ φερομένου ἑκάτερος ἐβαρεῖτο, διὸ ἐπιτείνων τὸ ταλαίπωρον αὐτῶν σκολιὰν παρέλαβεν ὁδὸν καὶ μακρὸν τὸ ἑλκόμενον ξύλον διὰ τῆς ὁδοῦ.

[*](B+)

〈κρατερὸν μένος〉 ἀμφιβαλόντες] ἰσοβαρήσαντες τῇ δοκῷ τὴν προθυμίαν, ὡς τὸ “ἥλικες ἰσοφόροι” (Od. 18. 373).

746. ὡς οἵ γʼ ἐμμεμαῶτε] οὕτω διὰ τῶν β΄ μ· τινὲς δὲ “οἳ μὲν ἄῤ ἐμμεμαῶτε.”

[*](B=)

747. πρών] προοχὴ ὄρους. §. “ἰσχάνει” δὲ τῆς εἰς θάλασσαν [*](B=)ἐκρύσεως.

[*](B=)

ὥς τε πρών] ἄκρως οὐκ ἐμψύχοις αὐτοὺς εἴκασεν, ἀλλʼ ἀσαλεύτοις πρηόσιν ἀντέχουσι ποταμοῖς. ἔστι δὲ ἡ εἰκὼν ὅλη πρὸς ὅλον. Αἴαντες γὰρ ἐρριζωμένῳ ὄρει εἰσὶ παραβεβλημένοι, ὕδατι δὲ οἱ Τρῶες. ὡς δὲ ὁ πρὼν κωλύει τὸ ἐπιφερόμενον ὕδωρ εἰς τὸ χωρίον ἐλθεῖν, τὸ δὲ περιχεόμενον εἰς τὸ ὑποκείμενον πεδίον ῥεῖ, οὕτω καὶ ἐπὶ τῷ σώματι Πατρόκλου ἑδραίως ἑστῶτες ἀπέτρεπον τοῦ σώματος τοὺς Τρῶας ἐπʼ ἄλλο μέρος.

[*](B=)

748. διαπρύσιον] ὡς διόλου προήκειν καὶ διατετάσθαι τοῦ πεδίου τὸν πρῶνα.

750. πᾶσι ῥόον πεδίονδε τίθησιν] ἀποστρέφει τὰ ῥεύματα πάντων.

751. *οὐδέ τε μιν] “οὐδέ τι μιν·” Ἀριστοφάνης “οὐδέ τι μήν.”

[*](B=)

755. τῶν δʼ, ὥς τε ψαρῶν] ταπεινοῖ τοὺς Ἕλληνας τῇ παραβολῇ πρὸς σύγκρ⌈ι⌋σιν τοῦ πολεμοῦντος Διός. τὴν αὐτὴν δὲ εἰκόνα καὶ ἐπὶ τῶν βαρβάρων ἔλαβεν, ὅτε αὐτο〈ὺ〉ς ὁ Πάτροκλος ἐδίωκεν· “ἴρηκι ἐοικὼς ὠκέι, ὅς τʼ ἐφόβησε κολοιούς τε ψῆράς τε” (Il. [*](1. νῦν ἐπεξεργ. B: ξυνεπεξεργ. ‖ 4. ὥστ᾿ ‖ 5. supplevi ex B ‖ 20. δὲ ὁ B: γὰρ ἡ ‖ 21. περιεχόμενον ut B: corr. W ‖ 31. suppl. rec. ‖ 32. supplevi ex B)

241
583). ἀλλʼ ἐκεῖνοι οὐκ ἐναντιουμένου θεοῦ ταῦτα πάσχουσιν ἀλλὰ διὰ τὴν ἀρετὴν τοῦ διώκοντος,τούτοις δὲ ὁ Ζεὺς αἴτιος τῆς ταπεινῆς εἰκόνος.

ψαρῶν νέφος] τὴν ἀγέλην νέφος ὠνόμασεν οὐ διὰ τὸ πλῆθος μόνον, ἀλλʼ ὅτι καὶ ἐπισκιάζει τὸν ἀέρα τῇ πυκνότητι.

ἄλλως: ψαρῶν] διὰ τὴν εὐφωνίαν· ἐκεῖ δὲ “κολοιούς τε ψῆράς [*](B-) τε” (Il. 16. 583)· συναγελαστικὸν δὲ ὁ κολοιὸς καὶ φιλάλληλον, ὡς ἡ παροιμία· “καὶ γὰρ κολοιὸς ποτὶ κολοιὸν ἱζάνει” (cf. Zenob. II 47). μαρτυρεῖ καὶ ὁ τῆς θήρας αὐτῶν τρόπος. ἐλαίου πλήρη κρατῆρα τιθέασιν, οἱ δὲ κολοιοὶ ἐπιβάντες τῷ χείλει 〈καὶ⟩ ἀφορῶντες εἰς τὴν σκιὰν ἑαυτῶν ἄλλους κολοιοὺς ὁρᾶν νομίζουσιν· εἶτα ἐμπεσόντες τῷ ἐλαίῳ, ὡς πρὸς τοὺς ἑταίρους δῆθεν κατιόντες, ἁλίσκονται συγκολ- ληθέντες τὰ πτερὰ τῷ ἐλαίῳ. πολύ τε μᾶλλον ἀγεληδὸν αὐτῶν ἡ πτῆσις γίνεται ἰδόντων ἱέρακα καὶ τοῦ φόβου τὴν φωνὴν συστρέ- φοντος βοῶσιν ὀξὺ καὶ συνεστραμμένον· τοῦτο Ὅμηρος “οὖλον” (756) λέγει· τῶν δὲ ἡδομένων ὀρνέων χαλαρὰ καὶ ἀνειμένη ἐστὶν ἡ φωνή. ἐπὶ μὲν οὖν Τρώων ἔλαβε τοὺς κολοιοὺς διὰ τὸ ταραχῶδες καὶ ἀνόητον, ἐπὶ δὲ Ἑλλήνων διὰ τὸ φιλάλληλον. ἀεὶ γὰρ ἡ πτῆσις αὐτῶν ἀγεληδὸν γίνεται.

756. * οὖλον κεκλήγοντες] πρὸς τὸ σημαινόμενον ὑπήντησεν.

[*](B=)

757. ὅς τις μικρῇσι] ὁ γὰρ ἀετὸς μεγάλα〈ς〉 φονεύει. ἐπὶ δὲ [*](B=) τῶν λίαν ἀσθενῶν οὐδέποτε “τυτθῇσι᾿ εἶπεν.

759. * οὖλον κεκλήγοντες] πρὸς τὸ σημαινόμενον ὑπήντησεν.

760. τεύχεα —πέσον] πεφεισμένως οὐκ εἶπεν ‘ἀπέβαλον τὰ [*](B=) ὅπλα,’ ἵνα μὴ ῥιψάσπιδας εἴπῃ, ἀλλʼ “ἔπεσον,ʼ ὡς οὐχ ἑκοντὶ ῥιψάντων, ἀλλʼ ἐκ τύχης τοῦ παθήματος γενομένου. καὶ τὸ μὲν πρᾶγμα μεμήνυται, οὐδὲν δὲ αἰσχρὸν τῶν Ἑλλήνων κατεῖπεν.

761. πολέμου δʼ οὐ γίνετʼ ἐρωή] οὐκ ἔστιν ἐναντίον τὸ λέγειν [*](B=) καὶ φεύγειν αὐτοὺς καὶ μὴ γίνεσθαι ἐρωὴν τοῦ πολέμου· ἔφευγε μὲν γὰρ ὁ πολὺς καὶ χυδαῖος τῶν Ἑλλήνων 〈ὄχλος, οὐχ ὑπηρώουν δὲ οἱ Αἴαντες καὶ οἱ ὑπερμαχοῦντες τοῦ νεκροῦ.

〈οὐ γίνετ᾿⟩ ἐρωή] οὐκ ἐπίσχεσις, ἀλλὰ τοὐναντίον αὔξησις.

[*](B-)[*](3. schol. sine lemmate post γίνεται l. 18 repetitur δέ particula coniunc- tum ‖ 4. καὶ ὅτι schol. alt. ‖ 6. φιλόφωνον B ‖ 7. ἀεὶ κολ. π. Ζen. ‖ ποτὶ D. Zen.: παρὰ ut B τὸ κολωὸν εἴκασται B ‖ 9. χείλει B: τείχει ‖ supplevi ex B ‖ 10. ἐμπεσόντες W, ἐμπίπτοντες Eust.: ἐπιπεσόντες ut B ‖ 11. ἑταίρους BD: ἑτέρους ‖ 13, 14. συστρέφοντος scripsi: συστραφέντος ut B ‖ 15. χαλαρὰ Eust.: χαρᾷ ἀνειμένην ἐ. ‖ post φωνή signum scholii finiti:— ‖ 25. γινομένου B ‖ 29. supplevi ex B ‖ ὑπηρώουν scripsi: ὑπερώουν ut B )