Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

645. ἀλλὰ σὺ ῥῦσαι] θαυμαστὸν τὸ ἦθος· οὐ γὰρ σωτηρίαν [*](A- B=) αἰτεῖ, ἀλλὰ 〈τὸ⟩ μὴ ἐμποδίζεσθαι ἀπὸ ἔργων ἀγαθῶν. διὸ καίπερ ἐναντιούμενος ὑπακούει Ζεύς.

648. δάκρυ χέοντα] κατὰ παράλειψιν ἡ διήγησις· ἄνω γὰρ οὐδὲν [*](B=) εἰπὼν περὶ δακρύων τούτῳ ἐνέφηνεν. §. περιπαθῶς δὲ λίαν εἰσάγει τὰ [*](A+ B=) πράγματα, εἴγε Αἴας δακρύει· οὐ γὰρ ἐν ἄλλοις εὑρίσκομεν αὐτὸν δεδακρυκότα.

652. αἴ κεν ἴδηαι ζῳόν] ἔμφασιν ἔχει τῆς δυσπραγίας τὸ “αἴ [*](AB=) κεν,” ὡς οὐκ ἐλπίζοντος ἔτι ζῆν οὐδὲ τοῦτον.

657. ὡς τις τε λέων] πολλαὶ αἱ εἰκόνες κατὰ τοῦ ἥρωος. πρῶτον [*](A=B+) γὰρ αὐτὸν εἴκασε διὰ τὴν φιλοστοργίαν βοί (4), νῦν δὲ λέοντι ἀκούσιον ποιουμένῳ ἀναχώρησιν· καὶ ἑξῆς (674) διὰ τὴν ὀξυδορκίαν ἀετῷ παρέβαλεν αὐτόν.

659. * “πῖαρ” ἐκ παρεπομένου τὸ ζῆν.

663. καιόμεναί τε δεταί] καὶ Ἀριστοτέλης (H. A. IX. c. 44 [*](B=) p. 629b) φησὶ λέοντα μάλιστα τὸ πῦρ δεδοικέναι. §. “δεταί” δὲ [*](B=) ὀξυτόνως αἱ συνδεδεμέναι ἐκ ξύλων λαμπάδες.

664. * τετιηότι θυμῷ] κακωθέντι ὑπὸ λύπης.

666. ἀέκων] πρὸς τοῦτο μόνον ἡ παραβολή· τὰ δὲ ἐν μέσῳ πρὸς [*](B=) οὐδὲν ἐξείργασται.

[*](1. δυοῖν W: δύο ‖ 2. ὁμοίως A ‖ 6. supplevi ex B ‖ οὐ καταλείπει B: οὐκ ἐπιλείπει ‖ 9, 10. supplevi ex B ‖ 11. οὐ που Ludwicb ex A: οὕτω ‖ 13. supplevi ex B ‖ 15. ἡ κατὰ παρ. διήγ. ‖ 16. τούτῳ W: τοῦτο ut B ‖ περιπαθῶς A: -ῆ ut B ‖ δὲ λίαν B: δειλίαν ‖ 19. δυσπραγίας B: δειλίας ‖ 21. κατὰ om. B ‖ 22, 3. λέοντι ἀκούσιον B: ἀκούσιον λέοντι ‖ 23. ἀναχώ- ρησιν B: ἀποχώρησιν ‖ 25. ἐκ παρεπομένου A: παρεκπορευομένου ‖ 27. δεταί rec. in rasura: δαιταί pr.)
238
[*](A+ B=)

667. ἀργαλέου πρὸ φόβοιο] ἀντὶ τοῦ ὑπό· “ἀεθλεύων πρὸ ἄνακτος” (Il. 24. 734).

[*](B=)

670. νῦν τις ἐνηείης Πατροκλῆος] πολλαὶ μὲν αἱ τοῦ ἥρωος ἀρεταί· νῦν δὲ παρέλαβε τὴν μάλιστα δυσωπῆσαι δυναμένην. ὅτι δὲ πρᾷος ἦν, δῆλον ἐξ ὧν τῶν βασιλέων διαφερομένων ἡσυχάζει· φιλο- στόργως δὲ τὸν Εὐρύπυλον ἰᾶται (Il. 11. 844), κλαίει πρὸς Ἀχιλλέα (Il. 10. 4).

[*](A-)

671. πᾶσιν γὰρ ἐπίστατο] αὐξητικὸν τὸ “πᾶσιν,” οὐκ Ἀχιλλεῖ μόνον, ἀλλὰ κοινῶς πᾶσιν.

[*](B=)

674. ὅν ῥα τέ φασιν] ἀξιοπίστως τὸ “φασίν” προσέθηκεν, ὡς πρὸ τοῦ ἐπιβαλέσθαι τῇ ποιήσει ἐξητακὼς ἀκριβῶς ἅπαντα. §. φησὶ [*](AB=)δὲ καὶ Ἀριστοτέλης (H. A. IX c. 34 p. 620ª), ὡς ἵστησι τοὺς νεοσσοὺς πρὸς ἥλιον ἀναγκάζων βλέπειν· καὶ ὁ μὲν δυνηθεὶς ὁρᾶν τοῦ ἀετοῦ υἱός ἐστιν, ὁ δὲ μὴ ἐκβέβληται καὶ γέγονεν ἁλιαίετος.

[*](B=)

676. ὑψόθι] πάντοθεν αὔξει τὴν ὀξυωπίαν· ὑψηλὸς ὢν γὰρ πέτε- ται, τὸ δὲ κατασκοπούμενον λαγώς, καὶ τῇ χροιᾷ γεῶδες ὡς μὴ ῥᾳδίως διακρίνεσθαι, καὶ τῷ μεγέθει βραχύ. καὶ βοηθεῖ ὁ θάμνος, ὑφʼ οὗ κέκρυπται ὁ λαγώς.

[*](+ B-)

681. ζώοντα ἴδοιτο] “ἴδοιντο” τὰ ὄσσε· οἳ δὲ ἑνικῶς “ἴδοιτο,” ἵνʼ τὰ “ὄσσε ἴδοιτο” ὡς τὰ παιδία παίζει· οἳ δὲ ἀπὸ τῆς σχολῆς “ἴδειο” γράφουσιν.

[*](B=)

689. ὤριστος Ἀχαιῶν] παρατήρει, ποσάκις εἰπὼν περὶ τῆς ἀναι- ρέσεως Πατρόκλου οὐδαμοῦ προσκορὴς ἐφάνη.

[*](AB-)

695. ἀφασίη] πανταχόθεν ἐπεσημήνατο τὸ πένθος, μάλιστα δὲ ἐκ τοῦ μηδὲ πυθέσθαι τὸν τρόπον τῆς τελευτῆς. γίνεται οὖν ἡ σιωπὴ παντὸς λόγου μείζων. ἔστι φίλος Πατρόκλῳ, ὥς που καὶ ἐν τῇ Νεκυ〈ί〉ᾳ φησὶ “καὶ Πατροκλῆος καὶ ἀμύμονος Ἀντιλόχοιο” (Od. 11. 468). πρὸς τῇ φιλίᾳ αὐτοῦ Νέστωρ αἴτιος ἐγεγόνει τοῦ θανάτου αὐτοῦ.

[*](B=)

ἄλλως: ἀφασίη] ἄριστα ᾠκονόμηκεν ὁ ποιητὴς τὴν τοῦ Πατρό- κλου ἄ〈γ〉νοιαν 〈θανάτου〉, ὡς καὶ ἐπὶ τῆς᾿ Ἀνδρομάχης (ll.22.445)· καὶ γὰρ αὕτη ἐκτὸς τῆς ὑπονοίας οὖσα τοῦ τεθνηκέναι τὸν Ἕκτορα ἐν χαλεπωτέρῳ γίνεται πένθει ἀκούσασα.

[*](4. νῦν δὲ B: τήν δὲ νῦν ‖ 14. ἀναίετος B ‖ 15. ὑψόθεν ‖ 16. δὲ B: γὰρ ‖ 17. βοηθεῖ ὁ θ. B: βοήθεια θ. ‖ 18. ὑφ᾿ οὖ B, ὑφʼ ᾖ ‖ 20. ὄσσεα 26. ὢς Bekker: ὃς 29. τοῦ θανάτου B: τῷ θανάτῳ ‖ 30. ᾠκονόμησεν B ‖ 31. supplevi ex B)
239

700. τὸν μὲν δάκρυ χέοντα πόδες φέρον] τρόπον τινὰ τὸ πένθος [*](A+B=) ἀράμενον αὐτὸν ᾤχετο· φησὶ γοῦν “πόδες φέρον.” §. ἐφʼ ἅρματος δὲ [*](Α~B–) οὐκ ἄπεισιν ὡς ταπεινῶν ἄγγελος· ἢ τὸ πένθος 〈αὐτὸν τοῦτο〉 συνιδεῖν οὐκ ἐᾷ. καὶ Πηνελόπη γοῦν οὐκέτι “ἔτλη δίφρῳ ἐφέζεσθαι” (Od. 4. 716) ἀκούσασα περὶ τοῦ παιδός. τινὲς δὲ Λαοδόκῳ παρα- δοῦναι τὰ ὅπλα, ὅπως δοκῇ ἐκεῖνος τοῖς πολεμίοις Ἀντίλοχος εἶναι, τὸ δὲ ἅρμα καταλιπεῖν τῷ πατρί, εἰ δέοι φυγεῖν· ἀλλʼ εἶχεν ὁ Νέστωρ ἴδιον ἅρμα καὶ Εὐρυμέδοντα ἡνίοχον. ἄμεινον οὖν διὰ τὸ πένθος (Il. 11. 620).

703. *ἔνθεν] ἀντὶ τοῦ ‘ὅθεν.ʼ

705. ἀλλʼ ὅ γε τοῖσιν μέν] ἐκ τοῦ πρὸς αὐτὸν εἰς τὸν περὶ αὐτοῦ.

[*](A+B=)

711. οὐ γάρ πως ἂν γυμνὸς ἐών] πολλάκις γὰρ ὑπὸ περι- [*](B–) στάσεως πράξαντές τι ὕστερον συνορῶμεν τὸ ἀδύνατον αὐτοῦ. τὰ δὲ τοῦ Πατρόκλου οὐκ ἐνδύεται ὅπλα, ἢ ὡς ἐλάσσω τοῦ σώματος, ἢ 〈ὅτι〉 οὐκ εἶχεν.