Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

231. 〈τῶν〉] γράφεται “τῷ.”

[*](A+)

233. * βρίσαντες] στῖφος ποιήσαντες, συνασπίσαντες.

[*](A+B=)

234. *ἔλπετο θυμός] “ἤθελε θυμός·” Ἀριστοφάνης δὲ “ἔl- [*](Α+) πετο” γράφει.

235. νεκρὸν—ἐρύειν] οὐκ ἀπεοικὸς μὲν τὸ ἐλπίσαι ταῦτα τοὺς [*](B=) Τρῶας· ὅρα δὲ πῶς ἀντέθηκε τῷ παντὶ πλήθει τῶν Τρώων τὸν Αἴαντα.

236. νήπιοι] ἐπεὶ ἐδεινοποίησε τὴν προθυμίαν τῶν Τρώων, διὰ [*](B=) τοῦτο προαναφωνεῖ τὸ ἐσόμενον εἰς εὐθυμίαν τῶν ἀκουόντων.

* πολέσσιν] ἀντὶ τοῦ “πολλῶν.”

[*](A=)

237. * εἶπε—Μενέλαον] λείπει ἡ πρός. A+

238. ἔλπομαι αὐτώ περ] τὸ Περιπατητικὸν δόγμα πρῶτος Ὅμηρος [*](B=) [*](2. προτρέ [γρ. τῶι] πεῖ, inclusa postea in spatio nescio cur vacuo relicto add. pr.: pertinent ad v. 231, ubi edidi ‖ supplevi ex B || 3. ἤγειρον scripsi: ἤγαγον || 5. ἀναγκάζω A B2D: ων ‖ 13. ὧν παρεῖχεν B ‖ αὐτοῖς; om. B ‖ 17. εἴξῃ B: εἴξει || 19. αὐτὸν pro τοῦτον B || 29. τοῦτο B; τούτου ‖ 30. πολέεσσιν textus)

222
οἶδεν, ὅτι οὐκ ἀπαθὴς ὁ ἐνάρετος. ὁμολογεῖ μὲν γὰρ δεδιέναι ὁ Αἴας, ἀλλὰ οὐ φεύγει, συμμαχίαν δὲ αἰτεῖ.

[*](B–)

240. οὔτι τόσον νέκυος περιδείδια] καὶ δὴ οἱ δημοτικοί φασιν “εἰ καὶ μοῖρα παρʼ ἀνέρι τῷδε” (421). ἢ ὡς κυβερνήτης ἀγαθὸς προσκοπεῖ τὸν ἐσόμενον κλύδωνα τῆς μάχης, ἐν δὲ τοῖς πρακτέοις ἀριστεύει· ἢ τάχα τὸν ἀκροατὴν ἐγερῶν 〈ὁ ποιητὴς〉 καὶ αὐτὸν τὸν ἰσχυρότατον ἀγωνιῶντα παρίστησιν.

[*](A–)

〈νέκυος〉 περιδείδια] κατὰ Ἀρίσταρχον ἀναστρεπτέον τὴν πρό- θεσιν —τὸ γὰρ ἑξῆς ἐστι “ περὶ νέκυος” —ὁ δὲ Ἀσκαλωνίτης ὑφʼ ἔν.

[*](A+ B—)

242. κεφαλῇ περιδείδια] ἡ “περί” ἀντὶ τῆς ὑπέρ, ἵνʼ ᾖ ὑπὲρ ἐμῆς κεφαλῆς. διὸ καὶ σημεῖον παράκειται.

243. πολέμοιο νέφος— Ἕκτωρ] ὁ κίνδυνος τοῦ πολέμου. §. ἄλλως: [*](B=)ἐπεὶ ὁ Ἕκτωρ τὸ νέφος τοῦ πολέμου ἐπάγων, ὅ ἐστι τὸ πλῆθος, πάν- τοθεν ἡμᾶς περικαλύπτει. §. νέφος δὲ οὐκ οὐράνιον ἀλλὰ πολέμου.

[*](A+ B=)

245. ἤν τις ἀκούσῃ] ἀκούσῃ καὶ μὴ καταπτήξῃ τὸν πόλεμον. ἢ διὰ τὸν κτύπον τῶν ἀσπίδων καὶ τὸν θόρυβον τῶν μαχομένων· ὃ καὶ ἄμεινον.

[*](B=)

248. ὦ φίλοι Ἀργείων] τεθεῖσα ἐκ παραλλήλου ἡ δημηγορία αὕτη τῇ τοῦ Ἕκτορος ἤλεγξε μὲν τὸ τῶν βαρβάρων ἀνόητον, ἔδειξε δὲ τὴν Ἑλληνικὴν σύνεσιν. 〈εἰς〉γὰρ τὸ αὐτὸ πρᾶγμα ὁ μὲν Ἕκτωρ τρο- φὴν ἐγκαλέσας ὠνείδισε μᾶλλον ἢ ἐδυσώπησεν, ὁ δὲ Μενέλαος τιμῆς αὐτοὺς ὑπομνήσας ἧς ἐτύγχανον παρὰ τῷ βασιλεῖ προὐτρέψατο.

[*](AB=)

250. δήμια] τὰ ἐκ τῶν κοινῶν χρημάτων χορηγούμενα.

251. * “τιμή” καὶ γέρας βασιλέων.

254. αὐτός] αὐτόματος.

[*](A=B–)

255. Πάτροκλον] αὐτῷ τῷ ὀνόματι ἠρκέσθη πρὸς δυσώπησιν. αἰδέσθητε, 〈φησί〉, Πάτροκλον ὑπὸ κυνῶν σπαραχθῆναι, οὐδὲν τῶν προσόντων αὐτῷ προσλαβών, οὐ τὸ μειλίχιον, οὐ τὸ φιλέταιρον, οὐ τὸ σωτήριον, ὡς καὶ τῆς Ἑλένης τὸ ὄνομα ἤρκεσε τῷ Εὐριπίδῃ (Or. 81) πρὸς πᾶσαν λοιδορίαν, “Ἑλένη, τί σοι λέγοιμʼ ἄν.”

[*](B=)

256. * Ὁιλῆος ταχὺς Αἴας] προπετὴς οὗτος καὶ ταχὺς τῇ γνώμῃ.

[*](A=)

260. τίς κεν ᾗσιν φρεσίν] ἡ ἀποσιώπησις τὸ πλῆθος ηὔξησεν.

[*](A+)

262. *προὔτυψαν] προενέσεισαν.

[*](1. ἐνάρετος Bekker: ἀνάρετος ut B ‖ 6. ἐγείρων ut B ‖ supplevi ex B || 12. ἄλλως W; ἢ B, ἀλλὰ ‖ 14. post περικαλύπτει iteravit pr. ἀλλʼ ἐτεὶ ὡς νέφος ὁ Ἕκτωρ πάντα περικαλύπτει ‖ 15. πόλεμον B:-ιον ‖ 19. supplevi ex B ‖ γὰρ τὸ B: τὸ γὰρ ‖ 21. προετρέψατο B ‖ 23. βασιλεύειν B 26. sup- plevi ex B ‖ 29. Ἑλένη B: Ἑλένην || 30. τὴν γνώμην B ‖ 31. ᾗσιν ἐνὶ φρ. )
223

263. ὡς δʼ, ὅτʼ ἐπὶ προχοῇσι] οὐ μόνον ῥεύματι ποταμῶν οὐδὲ κύ [*](B=) ματι θαλάσσης εἴκασε τὸν ἦχον, ἀλλʼ ἄμφω συνέπλεξεν· καὶ ἔστιν ἰδεῖν κῦμα μέγα θαλάσσης ἐπιφερόμενον ποταμῶν ῥεύματι καὶ τῷ ἀνακόπτεσθαι βρυχώμενον καὶ τὰς ἑκατέρωθεν τοῦ ποταμοῦ θαλασσίας ἠιόνας ἠχούσας, ὃ ἐμιμήσατο διὰ τῆς ἐπεκτάσεως τοῦ “βοόωσιν.” αὕτη ἡ εἰκὼν Πλάτωνος ἔκαυσε τὰ ποιήματα· οὕτως ἐναργέστερον τοῦ ὁρωμένου τὸ ἀκουόμενον παρέστησεν. δεικτικὸν δὲ καὶ τὸ“ ἐρευγομένης” (265). τὸ δὲ “ἔξμʼʼ τὴν ἐπὶ πλεῖστον ἔκχυσιν τῆς θαλάσσης δηλοῖ.

*προχοῇσι] εἰς θάλασσαν ἐκροαῖς.

[*](A+)

διιπετέος] ἐξ ὄμβρουσυγκινουμένου. §. μεγαλοφυῶς δὲ οὐδένα παρε- [*](B=) λάμβανε τῶν ἀενάων ποταμῶν —ἠρεμαιότεροι γὰρ οὗτοι—ἀλλὰ [*](B=) χειμάρρουν πρός τε τὸ αὐξῆσαι τὸ μέγεθος τῆς βοῆς καὶ πρὸς τὸ ἐπιδεῖξαι τὴν ἐναντίωσιν. συμπράττει δὲ τῇ φαντασίᾳ καὶ ἡ τῶν φωνῶν τραχύτης καὶ ἡ ἐπέκτασις τοῦ “βοόωσιν.”