Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

817. ἂψ ἑτάρων εἰς ἔθνος] ταῦτα τοῦ ἀληθοῦς ἔχεται. εἰ γὰρ προσέθηκεν, ὅτι καὶ γυμνὸς ὢν ἵετο ἐπὶ τὸν Ἕκτορα, ἐξέπιπτεν 〈ἂν〉 τοῦ πιθανοῦ.

820. ἀγχίμολον] σύνεγγυς. καὶ “τὸν δʼ ἐξ ἀγχιμόλοιο ἰθών ” [*](2—5. schol. ad 807 iteratur ‖ 2. supplevi ex B ‖ 4. suppl. W 7. ἐκλάσθη : ἐκλίθη ‖ 8. λίπε δὲ ‖ 10. ἀπεστρεμμένος ‖ ὄπιθεν B, ἐπεὶ θεόν ‖ 15. δὲ W; οὖν ‖ τὸ σχεδὸν W: τῶν σχεδίων ‖ 20. supplevi ex A, textus ποτέ || 21. ἀναιρέψαι A: ἀναστρέφειν ut B ‖ 22. τὸν B: τῶν 23. suppl. W ‖ 24. δὴ W: ἂν ‖ δοκοίη ‖ 28. τὸν βάρβαρον W: τῶν-ων ‖ 32. ἀγχιμόλου)

207
(Il. 24. 352). χρονικῶς δέ· “ἀγχίμολον δὲ μετʼ αὐτὸν ἐδύσετο δῶμʼ Ὀδυσηος” (Od. 17. 336).

822. δούπησεν] τῷ σώματι· ὅπλα γὰρ οὐκ εἶχεν. §. ἀντὶ τοῦ [*](B=) ἀπέθανεν, ὡς τὸ “δεδουπότος Οἰδιπόδαο” (Il. 23. 679) ἀντὶ τοῦ [*](AB–) ‘ἀποθανόντος.ʼ

μέγα δʼ ἤκαχε λαὸν Ἀχαιῶν] διὰ τὴν Πατρόκλου ἀρετήν, διὰ τὸ [*](B=) Ἀχιλλέως ἐπʼ αὐτῷ πένθος, διὰ τὴν προσδοκωμένην τροπήν, διὰ τὸ μηδεμίαν φθάσαι ἀποδοῦναι χάριν ὡς εὐεργέτῃ.

823. σῦν ἀκάμαντα] ἰσχυρὸν ἰσχυρότερος. μέχρι μὲν οὖν ἴσοι [*](B=) ἦσαν, λέουσιν αὐτοὺς εἴκασε (756), νῦν δὲ ἑτερογενέσι ζῴοις καὶ ἀνίσοις.

825. πίδακος ἀμφʼ ὀλίγης] τὸ δίψος παρέλαβεν εἰς αἰτίαν τῆς [*](B=) συμπλοκῆς, ἐπεὶ οὐδὲ ἂν περὶ ταύτης ἔρις ἦν αὐτοῖς.

ἄλλως: πίδακος ἀμφʼ ὀλίγης] ἐν μὲν γὰρ κρήνῃ ἀφθόνως ῥεούσῃ

[*](B=)

οὐκ εἰκὸς περὶ ὕδατος μάχεσθαι, ἐν δὲ τῇ βραχείᾳ πίδακι ὥσπερ ἆθλον πρόκειται τῷ νικῶντι τὸ ποτόν.

826. ἀσθμαίνοντα] φύσει γὰρ τοιοῦτος ὁ σῦς· τῷ δʼ ηὔξηται ἡ δίψα· [*](B–) πολλῷ δὲ μᾶλλον διὰ τὴν μάχην ἀσθμαίνει. ἔστιν οὖν ἀγωνιζόμενον.

830. ἦ που ἔφησθα πόλιν κεραῖζέμεν] οὐκ ἐᾷ ἐπʼ ἄκρον φέρεσθαι τὰς ἐλπίδας.

833. τάων δὲ πρόσθε] ὅρα τὸ ἔμπληκτον τοῦ βαρβάρου· τὴν γὰρ [*](B-) ἀλαζονείαν ἐξελέγχων αὐτὸς εἰς τὰ ὅμοια ἐμπίπτει.

834. ὀρωρέχαται] ὁρμῶνται ἢ ἐκτέτανται, ὡς τὸ “τανύοντο δὲ [*](B=) μώνυχες ἵπποι (375).

836. ἦμαρ ἀναγκαῖον] τὸ εἰς ἀνάγκην ἄγον, ὡς “δούλιον ἦμαρ” [*](B=) (Il. 6. 463).

839. μή μοι πρὶν ἰέναι, Πατρόκλεις] κατὰ τὸ πιθανὸν μιμεῖται, [*](B=) τίνας εἰκὸς εἰρηκέναι λόγους Ἀχιλλέα ἐκπέμποντα Πάτροκλον.

844, 5. σοὶ γὰρ ἔδωκεν νίκην Ζεύς] Ζεὺς ἡ Μοῖρα. ἢ ἐπεὶ αὐτὸς [*](B–) συνεχώρησεν. ὃ δὲ ἤδει ὁ ποιητής, τοῦτο τῷ ἡρωικῷ προσώπῳ περιέθηκεν.

847. τοιοῦτοι δʼ εἴπερ μοι ἐείκοσιν] ἀξιομίμητον τὸ ἦθος· οὐ γὰρ [*](ΑΒ=) κατεπλάγη τὸν θάνατον, οὐ τὸ βάθος τῶν ἀλγηδόνων, οὐ τὴν ἐρημίαν [*](1, 2. δώματʼ Ὀδυσσεύς codd. Od. ‖ 9. ἰσχυρότερον B ‖ 10. ἑτεροίεσι ‖ || 19. ὅπου ἔ. || 30. ᾔδει B: ἰδιο)

208
τοῦ βοηθήσοντος, ἀλλʼ ἔτι φρυάγματος μεστός ἐστι καὶ ἐρεθίζει μᾶλλον ἢ ἱκετεύει, ἀντιποιούμενος τῆς νίκης καὶ τελευτῶν.

[*](AB+)

850. σὺ δέ με τρίτος] πολλοστός, ὡς “ἀσπασίη τρίλ〈λ〉ιστος ” (Il. 8. 488). οἳ δὲ Μοῖραν καὶ Ἀπόλλωνα ἕν—ἄμφω γὰρ θεοί—οἳ δὲ κατὰ κοινοῦ τὴν Μοῖραν παρειλῆφθαι. τινὲς δὲ τὸ ἐξεναρίζειν ἐπὶ τῶν αὐτοχείρων· καὶ οὕτω τρίτος Ἕκτωρ.

[*](B=)

ἄλλως: σὺ δέ με τρίτος] αὔξει αὑτὸν ὡς ὑπὸ πολλῶν θεῶν καὶ ἀνθρώπων ἀναιρεθέντα, μειοῖ δὲ τὸν Ἕκτορα ὡς Εὐφόρβου δεύ- τερον.

[*](B~)

851. ἄλλο δέ τοι ἐρέω] δόγμα ἐστὶ τοῦτο τῷ ποιητῇ, ἀπαλλασ- σομένας τὰς ψυχὰς ἔχειν τι μαντικώτερον· πλησίον γὰρ ἤδη τῆς θείας φύσεως γινομένη ἡ ψυχὴ προγινώσκει τι τῶν μελλόντων.

852. *βέῃ] βιώσῃ, ὡς “τί νυ βειόμαι, αἰνὰ παθοῦσα (Il. 22. 431).

[*](A=B–)

854. χερσὶ δαμέντʼ Ἀχιλῆος] πόθεν ὁ Πάτροκλος οἶδεν, ὅτι Ἀχιλλεὺς κτενεῖ τὸν Ἕκτορα; ὥσπερ Ἀχιλλεὺς ἀκούσας παρὰ Θέτιδος· ἢ ἐπεὶ κατʼ Ἀρτέμωνα τὸν Μιλήσιον ἐν τῷ περὶ ὀνείρων, ὅταν ἀθροισθῇ ἡ ψυχὴ ἐξ ὅλου τοῦ σώματος πρὸς τὸ ἐκκριθῆναι, μαντικωτάτη γίνεται· καὶ Πλάτων ἐν ἀπολογίᾳ Σωκράτους (p. 39c)· “καὶ γάρ εἰμι—ἐνταῦθα, ἐν ᾧ μάλιστα ἄνθρωποι χρησμῳδοῦσιν, ὅταν μέλλωσιν ἀποθανεῖσθαι.”

[*](A+)

* δαμέντʼ] ἐκ πλήρους γραπτέον τὸ “δαμέντι.”

[*](B–)

856. ψυχὴ δʼ ἐκ ῥεθέων πταμένη] ὅτι πνεῦμα ποιὸν ἡ ψυχὴ κατὰ παντὸς οἰκοῦν τοῦ σώματος. οἳ δὲ τοῦ προσώπου· ὕστατα γὰρ τὸ πνεῦμα ἐντεῦθεν ἀναχωρεῖ.

857. ὃν πότμον γοόωσα] Πυθαγόρας φησίν, ὡς ἀναχωροῦσα ἡ ψυχὴ ἐν ἐκείνῳ γίνεται, ἂν γεννωμένῳ σώματι ἢ φυτῷ καταντήσῃ. λυπεῖται οὖν ὡς ἀκμάζον ἐῶσα σῶμα καὶ δεδοικυῖα, μή ποτε ἀναξίῳ περιπέσῃ. πρὸς ἀρετὴν οὖν συγκαλεῖ λέγων ὡς τὰ γενναῖα τῶν σωμάτων ἡ ψυχὴ 〈καταλιποῦσα θρηνεῖ〉.

[*](B+)

ἀνδροτῆτα] ἀντὶ τοῦ ἀνθρωπότητα, ἀνθρώπου φύσιν· ἀνδρ〈ε〉ίαν γὰρ οὐ καταλείπει ἀρετὴν ἰδίαν οὖσαν.

[*](B–)

860. τίς δʼ οἷδ’, εἴ κ’ Ἀχιλεύς] δειλοῦ ὁ λόγος· τὰ δὲ ὑπ’ [*](2. τελευτῶν B: μετὰ τελευτήν ‖ 5. κατὰ κοινοῦ etiam B, κοινὴν D || 10. ὥστε post ποιητῆ omisi ‖ 15. Ἀχιλλῆος ‖ 16. παρὰ A: ὑπὸ ‖ 22. δαμέντι etiam Eust.: δαμέντα A ‖ 27. ἐν ante ᾡ del. W 30. supplevi ex B2 || 33. εἴ κεν Ἀχιλλεύς)

209
Ἀχιλλέως ἀνδρεῖα· “τέθναθι· κῆρα δʼ ἐγὼ τότε δέξομαι” (Il. 22. 365.

867. ἄμβροτοι, σὓς Πηλῆι θεοὶ δόσαν] ἡ ἀναφορὰ ἐπὶ τὸν Πο- σειδῶνα· φησὶ γὰρ “Ποσειδάων δὲ πόρʼ αὐτοὺς πατρὶ ἐμῷ Πηλῆι, ὃ δʼ αὖτʼ ἐμοὶ ἐγγυάλιξεν” (Il. 23. 277)· φασὶ γὰρ ἐν τοῖς γάμοις ὑπὸ μὲν Ποσειδῶνος τοὺς ἵππους δοθῆναι Πηλεῖ, ὑπὸ δὲ Ἡφαίστου ὅπλα καὶ ξίφος.

*ἄμβροτοι] οὐ μετέχοντες θανάτου.

θεοὶ δόσαν ἀγλαὰ δῶρα] τινὲς γράφουσιν “ἤματι τῷ, ὅτε γῆμε Θέτιν λιπαροκρήδεμνον.” καὶ γάρ φησι “τὰ μὲν Πηλῆι θεοὶ δόσαν— ἤματι τῷ, ὅτε σὲ βροτοῦ ἀνέρος ἔμβαλον εὐνῇ” (Il. 18. 84).