Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

58. τὴν ἂψ ἐκ χειρῶν ἕλετο κρείων Ἀγαμέμνων] οὔτε τὸ“κρείων” ἁρμόζον ἐχθρῷ παρὰ ἐχθροῦ” οὔτε τὸ “ἐκ χειρῶν ἕλετο —Ἀγα- μέμνων” ἀληθές· οἱ γὰρ κήρυκες παρέλαβον αὐτήν. ῥητέον δέ, ὡς τὸ μὲν πρότερον ἐν ἤθει ἀναπεφώνηται, ὥσπερ εἰ ἔλεγεν ἀνασχετλιάζων ‘ὁ θαυμάσιος καὶ κράτιστος,ʼ τὸ δὲ δεύτερον οὐ ψεῦδος, ὅτι τὰς αἰτίας οὐχὶ τοῖς ὑπηρέταις ἀλλὰ τοῖς ἐπιτάττουσι λογιστέον. ἔχει δὲ καὶ ἔνδειξιν ὁ λόγος πολλὴν καὶ αὔξει τὴν κατηγορίαν. ἐν δὲ ῥητορικῇ καὶ ἑνὸς ὀνόματος χρῆσις εὔκαιρος τὸ ὅλον ἡτεροίωσεν.

[*](B+)

59. μετανάστην] ἐν τῇ Μα〈σ〉σαλιωτικῇ καὶ τῇ Ῥιανοῦ “μετα- νάστιν,” καὶ ἀκούουσι τὴν Βρισηίδα· ἐδόκουν δὲ ἀτιμότεροι εἶναι οἱ μέτοικοι ὡς διὰ μοχθηρίαν τρόπων τὰς ἰδίας καταλιπόντες. “κατὰ ξένου μετοίκου” ὁ κωμικός (Aristoph. Equ. 347).

[*](B+)

61. ἀσπερχές] ἄγαν ἐπιτεταμένως. κεχολῶσθαι] ἀντιφράζει αὐτὸ τῷ “οὐ πρὶν μηνιθμὸν κατα- παυσέμεν” (62).

62. μηνιθμόν] ὀργήν. §. ὡς τὸ “κεκορυθμένον” (802).

62, 63. ἀλλʼ ὁπόταν —νῆας ἐμάς] μέμνηται ὧν ἐν Λιταῖς ἠπείλησε “πρίν γʼ υἱὸν Πριάμοιο δαίφρονος, Ἕκτορα δῖον, Μυρμιδόνων ἐπί τε κλισίας καὶ νῆας ἱκέσθαι” (Il. 9. 651).

[*](3. ἔθος B: ὅμοιον ‖ 4, 5. supplevi ex B ‖ 14. εὐτειχής coni. Bekker 16. ἀφείλετο B ‖ 21. supplevi ex B ‖ 22. έτεροποιεῖ B, ἐποίησεν 23, 24. μετανάστιν Lobeck Bekker: μετανάστειν ‖ 25. ἐῶντες B ‖ 30. ὀργήν D: τροφήν vel τροφή)
161

*μηνιθμόν] ὀργήν. §. ὡς τὸ “κεκορυθμένον” (802).

64. τύνηδ’ ὤμοιιν] οὐ βούλεται ταχεῖανκρίσιν ἐπαγαγεῖν τῷπολέμῳ· [*](B=) διὸ κατασχὼν Ἀχιλλέα προαπόπειράν τινα διὰ Πατρόκλου ποιεῖται, ἵνα λαμπρὸν τοῦτον ἐπιδείξας λαμπρότερον αὐτῷ ἐπαγάγῃ Ἀχιλλέα.

65. ἄρχε —Μυρμιδόνεσ〈σ〉ι] Μυρμιδόνων ἄρχε πρὸς τὸ μάχεσθαι, [*](B+) ὅ ἐστιν ἡγοῦ.

66. εἰ δὴ κυάνεον] εἰ δὴ ταῦτα οὕτως ἔχει. §. ἔνιοι γράφουσιν [*](B=) “ἡ δή,” ἵνʼ ᾖ, ἐν τόπῳ τὸ τῶν πολεμούντων πλῆθος ἀμετακίνητόν [*](B–) ἐστιν· ἅθεν φησὶν “ὡς δʼ ὅτʼ ἀμʼ ὑψηλῆς κορυφῆς ὄρεος μεγάλοιο κινήσῃ πυκινὴν νεφέλην στεροπηγερέτα Ζεύς” (297, 8).

**ἀμφιβέβηκε] περικεκύκλωκεν.

68. κεκλίαται] περικλείονται τῷ τῆς θα- [*](B+) λάσσης αἰγιαλῷ. ἀεὶ δὲ ἡ κλίσις παρʼ Ὁμήρῳ τὴν περιοχὴν δηλοῖ.

χώρης ὀλίγην ] τῆς δὲ χώρας 〈ἤτοι〉 τοῦ τόπου ὀλίγην μοῖραν οἱ Ἕλληνες ἔχουσιν.

69. πόλις] τοὺς πολίτας φησίν· ἢ τὴν Τροίαν φησὶν ἐπιβεβηκέναι [*](A~B+) τῷ ναυστάθμῳ ἐναργῆ τιθεὶς φαντασίαν, ὡς ἐάν τις ἐπιβῇ νεκρῷ.

70. **θάρσυνος] ἀντὶ μετοχῆς· πρὸς ὃ ἡ διπλῆ.

[*](A=)

λεύσουσι] ἡ πόλις ἢ οἱ Τρῶες. οὐκ ἐξέκλινον δὲ οἱ παλαιοὶτὸ αὐτοέπ- [*](B=) αινον. μεγαλοφυῶς δὲ φθέγγεται· οὐ γὰρ ἔφη ὅτιδεδοίκασι μαχόμενον, ἀλλʼ ὡς μηδὲ τὴν αὐγὴν τῶν ὅπλων αὐτοῦ ὑφισταμένων τῶν βαρβάρων.

71. ** ἐγγύθι] ἧς καὶ μακρὰν ἀπόντες ὅμως δοκοῦσι πλησίον [*](B=) εἶναι διὰ φόβον.

ἐναύλους] προαναφθέγγεται τὴν παραποτάμιον μάχηνʼ φησὶ γὰρ [*](B=) ὁ Σκάμανδρος “οὐδέ τι πῃ δύναμαι προχέειν ῥόον—στεινόμενος νεκύεσσιν” (Il. 21. 219). ἔναυλοι δὲ τὰ ἐν ὄρεσι κοιλώματα· οἳ δὲ “ἐναύλους” τοὺς παρὰ τὴν τάφρον τόπους, ἔνθα ἐστρατοπεδεύσαντο Τρῶες, σἳ δὲ τοὺς ἀγρούς, σἳ δὲ στενὰς διώρυχας—αὐλὸς γὰρ πᾶν τὸ ἐπίμηκες—“ὅν ῥα τʼ ἔναυλος ἀποέρσῃ χειμῶνι περῶντα” (Il. 21. 283).

73. **〈ἤπια) εἰδείη] εἰδὼς ἦν· οὐ γὰρ εἰς φιλίαν αὐτὸν προ- [*](B=) καλεῖται. καλῶς δὲ ἔφρασε τὸ εὐνοεῖν.

[*](1. ὀργήν D: τροφήν vel τροφἡ ‖ confert W p. 174, 9 ‖ 3. προανά-ʼ πείραν B ‖ 4. αὐτῷ vel ἐπʼ αὐτῷ W: ἑαυτῷ ‖ μετʼ αὐτὸν ἐξαγάγῃ B ‖ 8. τὸ B: τοῦ ‖ 10. κινήσει ut textus ‖ 17. ἐὰν scripsi : εἰ ‖ 19, 20. τὸ αὐτοέπαινον B: τὸν ἑαυτὸν ἔπαινον μέγα ‖ 22. μ. ἀπούσης οὑτοι δ. B ‖ 27. ἐστρατοπέδευσαν οἱ B 28. ἔναυλος B)
162

στρατόν] στρατόπεδον.

[*](B+)

74. οὐ γὰρ Τυδείδεω Διομήδεος] πρὸς τὸ “μὴ ὄφελες λίσσεσθαι” (Il. 9. 698) καὶ “εἰσόκε τέκμωρ Ἰλίου εὕρωμεν (Il. 9. 48, 9). καὶ ἐπειδὴ πρῶτος ἠρίστευσε Διομήδης, εἶτα Ἀγαμέμνων.

[*](B=)

76. οὐδέ πω Ἀτρείδεω ὀπός] ὅτι στρατηγὸς ὢν οὐ θαρρεῖ προτρέ- πειν τὰ πλήθη. οἳ δὲ καὶ πρὸς τὸ “καὶ δʼ Ἀχιλεὺς —μάχῃ ἔνι διανείρῃ> ἔρριγʼ ἀντιβολῆσαι” (Il. 7. 113, 4)· καὶ ὅτι πρὸ τῆς ἀρισ- τείας ἐβόησεν· “τἰδὲ ζώννυσθαι ἄνωγεν Ἀργείους” (Il. 11. 15, 16). αὐδήσαντος] παρακελευσαμένου.

[*](B=)

77. ἐχθρῆς ἐκ κεφαλῆς] τὸ ἦθος τοῦ ὠργισμένου ἔτι διατηρεῖ ὁ ποιητής· γενόμενος γὰρ ἐπὶ τὸ ὄνομα τοῦ Ἀγαμέμνονος, καθʼ οὗ καὶ κεκίνηται, ἐνδιατρίβει βλασφημῶν.

78. περιάγνυται] περιπορεύεται.

[*](B+)

80. νεῶν ἀπό] οὐκ ἀφίσταται τοῦ ὀνόματος τῶν νεῶν. τοῦτο γὰρ διʼὅλου παραγγέλλει, τὸν ἀπὸ τῶν νεῶν κίνδυνον ἀπώσασθαι μόνον. διὸ καὶ ἐπιφέοει “μὴ δὴ πυρὸς αἰθομένοιο νῆας ἐνιπρήσωσι” (81, 2) εἶτα ἑξῆς “ἐκ νηῶν ἐλάσας ἰέναι πάλιν” (87).

〈νεῶν〉ἀπὸ λοιγὸν ἀμύνων] τὸ ἑξῆς ἀπαμύνων· οἳ δὲ ἀναστρέφουσι τὴν “ἀπ.ʼ

81. ἐπικρατέως] ἰσχυρῶς.

μὴ δὴ πυρός] ἀντὶ τοῦ πυρί.

[*](B=)

83. πείθεο (δʼ > ὥς τοι ἐγώ] βάσκανον ἦθος ἐνθτάδε ὑπόκειται οὐκ ἐῶντος τὸν φίλον ἀπολαμπρύνεσθαι τέλεον. ἀπρεπὲς δὲ καὶ τὸ παλ- λακίδος καὶ δώρων μεμνῆσθαι. ἢ ὡς φιλέταιρος ἐξίστησιν αὐτὸν τῶν κινδύνων, εἰδὼς ὑπὲρ μὲν τῶν νεῶν ἅπαντας αὐτῷ συγκινδυνεύσοντας, μετὰ δὲ ταῦτα οὐκέτι θελήσοντας συνακολουθεῖν διὰ τὸν κάματον. πῶς οὖν οὐκ ἐκφέρει ταῦτα πρὸς τὸν Πάτροκλον, εἴπερ οὕτω διε- νοεῖτο; ἢ τὸ μὲν ἀληθὲς εἰπὼν ᾔδει Πάτροκλον τῆς ἰδίας σωτηρίας καταφρονήσοντα, ἐφʼ ἑαυτὸν δὲ περισπάσας τὴν αἰτίαν ᾔδει Πάτρο- κλον φυλαξόμενον. ὅτι δὲ κηδεμονικῶς ταῦτα τῷ φίλῳ συμβουλεύει, ἐπιμαρτυρεῖ καὶ ἐν τοῖς ἑξῆς ὁ ποιητὴς “ νήπιος· εἰ δὲ ἔπος Πη- ληιάδαο φύλαξεν, ἦ τʼ ἂν ὑπέκφυγε κῆρα —μέλανος θανάτοιο” (686, 7). ὑποφαίνει δὲ τὴν προαίρεσιν ἑαυτοῦ ἐπαγαγὼν τὸ “μή τις ἀπʼ [*](6. Ἀχιλλεὺς ‖ 8. ἠδὲ ‖ 11. οὗ W ὃ ut B ‖ 12. κεκίνηται B: ἐνκεκίνηται ‖ 13. παραπορεύεται: corr. W ex Hes. s. v. ‖ 14 τοῦτο δὲ B ‖ 16. δή B: δὲ ‖ 25. συγκ. B: συνκ. ‖ 26. οὐκέτι B: οὺκ ἂν ἔτι ‖ 28. ἡ B: εἰ ‖ 31, 2. Πηληιάδεω B ‖ 33. αὐτοῦ B)

163
Οὐλύμποιο θεῶν” (93),μεὐπρεπῶς οὐ Τρῶας ἀλλὰ τὸν Ἀπόλλω δεδοικώς. οὐ βασκανίας οὖν κριτέον Ἀχιλλέα ἀλλὰ φιλεταιρίας, ὅς γε φησὶν εὐχόμενος “ ἤ ῥα καὶ οἶος ἐπίσταται πολεμίζειν” (243).