Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

735. * ὅν οἱ περὶ χεὶρ ἐκάλυψεν] χειροπληθῆ.

736. *“ἅδετο ” καὶ ἀπέσχετο.

739. μετώπιον] μεσόφρυον, 〈τὸ〉 μεταξὺ τῶν ὠπῶν.

[*](B=)

740. ὀφρῦς σύνελεν] συνέχεε καὶ εἰς ἓν συνήγαγεν.

741. ὀφθαλμοὶ δὲ χαμαὶ πέσον] δηλονότι ἐκθλιβέντες ὑπὸ τῶν [*](B=) ὀστῶν συντριβέντων.

742. 〈αὐτοῦ〉 πρόσθε ποδῶν] ἔμπροσθεν τῶν Πατρόκλου ποδῶν [*](B=) ἐξακοντισθέντες, ἢ ὅπου ἔμελλε κυβιστήσας ὁ νεκρὸς ἕξειν τοὺς πόδας.

*ἀρνευτῆρι] παρὰ τοὺς ἄρνας.

744. 〈ἐπι〉κερτομέων] διὰ τοῦ “ἐπικερτομέων” τὸ ἦθος τῶν [*](B=) ῥηθησομένων λόγων ὑποβάλλει.

745. ἐλαφρὸς ἀνήρ, ὡς ῥεῖα κυβιστᾷ] σαρκάζων.

747. πολλοὺς ἂν κορέσειεν] οὐχ ὅμοια ταῦτα τῇ ἄλλῃ περὶ τοὺς [*](A+B=) ἥρωας διαίτῃ· οὐδὲ γὰρ τοὺς ἁβροδιαίτους Φαίακας ἢ μνηστῆρας τοῖς τοιούτοις χρυμένους εἰσήγαγεν. ἤτοι οὖν ὅπερ αὐτὸς ἠπίστατο τοῖς ἥρωσι περιέθηκεν, οὐχ ὡς ἀεὶ χρωμένων τοῖς ὀστρείοις πρὸς τροφὴν τῶν ἡρώων, 〈πρὸς ἀνάγκην δὲ ἐν πλῷ〉 ―τοῦτο γάρ φησιν ὁ Πάτροκλος· ἐπιφέρει γοῦν “νηὸς ἀποθρῴσκων” (748)—οὐδὲ γὰρ ἰχθύσι χρωμένους εἰσήγαγεν ἢ ὄρνισιν, ἀλλʼ ὅμως δι᾿ ἀνάγκην καὶ τοῖς τοιούτοις ἐπεχείρουν οἱ Ὀδυσσέως ἑταῖροι (Od. 4. 368). καθόλου γὰρ τὴν τοιαύτην χρῆσιν διὰ τὸ μικροπρεπὲς παρῃτήσατο, κρέασι δὲ ὀπτοῖς χρῆσθαι αὐτούς φησιν, ἵνα καὶ ἐπʼ Ἀχιλλέως εἰπεῖν δυνηθῇ “τῷ δʼ ἔχεν Αὐτομέδων, τάμνεν δʼ ἄρα δῖος Ἀχιλλεύς” (Il. 9. 209). ὅρα δὲ οἷον ἦν ἰχθὺν καθαίρειν τὸν τῆς Θέτιδος ἢ ζωμὸν ἕψειν.

τήθεα] εἶδος ὀστρείου. §. ὠνόμασται δὲ ὅτι ἀπόθετά ἐστι καὶ [*](AB=) οὐκ ἐπινήχεται· προσπέπλασται γὰρ ταῖς πέτραις.

*διφῶν] διαφῶν, ψηλαφῶν.

748. εἰ καὶ δυσπέμφελος εἴη] Ζηνόδοτος “δυσπέμφελοι εἶεν” [*](A+) [*](4. ἀνάξια B:-ιον ‖ 8. ἀπῶν Bekker: τῶν ‖ 9. ὐφρὺς ‖ 13. κυβισ- τήσας scripsi: κυβιστῶν B, κυβιστῆσαι ‖ 15. ἦθος καὶ τὸ εἶδος B, εἶδος || 20. ὅπερ B: ἧπερ ‖ 22. supplevi ex B ‖ 25. ἐπιχειροῦσιν B)

204
γράφων ἐπὶ τῶν ἀνδρῶν ἤκουεν, οἷον δυσάρεστοι, οἱ ἑταῖροι δηλονότι, ὡς καὶ Ἡσίεδος (Opp. 722) “πολυξείνου δαιτὸς δυσπέμφελος εἶναι.” ἢ ἀπλήρωτος· καὶ Ἡσίοδος (Opp. 618) “ναυτιλίης δυσπεμφέλου·” κέρδους γὰρ οὐ πίμπλαται.

[*](B=)

ἄλλως: δυσπέμφελος εἴη] δυσχείμερος, ὁ πόντος δηλονότι ὁ μὴ [*](B=)εὐχερῶς πέμπων τὰς ναῦς. §. κολυμβητὴν δὲ ἄκρον δείκνυσι τοῦ θηρᾶν οὐκ ἀφιστάμενον, οὐδὲ χαλεπαινούσης τῆς θαλάσσης.

752. *κεραΐζων] ἀπὸ τῶν κερατηφόρων ζῴων.

[*](B=)

753. ἔβλητο πρὸς στῆθος] δαιμονίως τῇ εἰκόνι χρῆται· μέλλοντα γὰρ αὐτὸν τελευτᾶν λέοντι εἰκάζει ὑπʼ ἀλκῆς καὶ προθυμίας ἔν τινι ἐφόδῳ ἀνῃρημένῳ· διὸ καὶ πρόσκειται “ἑή τε μιν ὤλεσεν ἀλκή.” καὶ τὸ ἀντιπρόσωπον ὄντα κατὰ τὸ στῆθος πληγῆναι τῆς ἀρετῆς καὶ τοῦ θράσους σημεῖον.

*ἑή] αὐτοῦ.

756. λέονθʼ ὥς] καὶ ἐπʼ ἐκείνης τῆς παραβολῆς ἐσημειωσάμεθα “ὥς τε δύʼ αἶγα λέοντε” (Il. 13. 198), ὅτι λέοντες οὐ διαμάχονται πρὸς ἀλλήλους περὶ ζῴου· λύεται δὲ διὰ τοῦ “πεινάοντε” (758).

[*](B=)

757. ὥ τʼ ὄρεος κορυφῇσι] ἡ εἰκὼν ἐμφερεστάτη ἐπί τε τῶν μαχομένων καὶ περὶ οὗ ἡ μάχη· πεφονευμένον γὰρ ζῷον τῷ πεφο- νευμένῳ Κεβριόνῃ παραβέβληται.

[*](B=)

762. Ἕκτωρ μὲν κεφαλῆφιν] ἐναργέστατα ἔδειξε τὴν ὁλκὴν τοῦ σώματος προσθεὶς καὶ τὰ μέρη, ὧν ἐχόμενοι οὗτοι ἀνθεῖλκον.

[*](A=B–)

765. ὡς δʼ εὖρός τε νότος τε] ἡ παραβολὴ πρὸς τὸ συρ〈ρ〉άσσειν καὶ συμπλέκεσθαι ἀλλήλοις. ἔστιν οὖν ἰδεῖν διὰ τῶν ἐπῶν δύο ἀνέ- μων μάχην, ἑκατέρου κρατεῖν βιαζομένου· ὅμοιον δέ ἐστι τῷ “Βορέης καὶ Ζέφυρος ” (Il. 9. 5).

[*](B=)

766. βαθέην] εὗ τὸ “βαθέην” εἰπεῖν τὴν ὕλην· σφοδρὸς γὰρ οὕτως ὁ ἄνεμος ἐμπίπτει διέξοδον οὐκ ἔχων.

[*](A+)

768. τανυήκεας] παραγωγὸν ἀντὶ τοῦ ταναούς, ἐπὶ δὲ τοῦ “τανύ- ηκες ἄορ” (Od. 10. 439) σύνθετον, ὁμοίως καὶ ἐπὶ τοῦ “κελαινεφές·” ὁμοφωνεῖ γὰρ ἐπὶ Διὸς καὶ τοῦ αἵματος.

769. ἀγνυμενάων] ἡ ἐπὶ 〈τῆς〉 παρατελεύτου μακρότης παρίστησι τὸν ὑπὸ τῆς συμπτώσεως τῶν κλάδων ἐπεκτεινόμενον ἦχον.

[*](3. ἀπλήρωτος Bekker: ἀπληστῶρος ‖ 8. add. sec. καταχρηστικῶς ‖ 15. λέοντε ὥς ‖ 18. ὥστʼ ὄρ. ‖ 25. τὸ B ‖ Βορέης etiam textus ‖ 27. βαθείην lemma || τὸ βαθείην 32. supplevi ex B)
205

770. ὣς Τρῶες] τὸ συνεκτικὸν τῆς παραβολῆς τὸ “ἐπʼ ἀλλήλοισι [*](B=) θορόντες” ἐστίν.