Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

672. διδυμάοσιν] τελευτώντων γὰρ ἐκλείπει παντελῶς ἡ ψυχή, [*](AB=) καθευδόντων δὲ συστέλλεται ἡ δύναμις τῆς ψυχῆς.

673. ἐν Λυκίης] ἡρῷον φαίνεται Σαρπηδόνος ἐν Λυκίᾳ· τινὲς δὲ Γλαῦκον κατελθόντα θάψαι αὐτόν.

674. κασίγνητοι] ἀπλοῖκῶς νῦν οἱ συγγενεῖς· οὐδεὶς γὰρ ἱστόρη- [*](AB=) κεν αὐτοῦ ἀδελφούς.

676. * Ἀσόλλων οὐδὲν φθέγγεται ἐπείγοντος τοῦ καιροῦ.

[*](B=)

684, 5. 〈Πάτροκλος δʼ ἵπποισι—〉 Τρῶας καὶ Λυκίους μετεκίαθε] [*](B–) ἀλλʼ ὑποστρέφει ὁ Πάτροκλος διὰ τὸ μὴ προτροπάδην τοὺς Τρῶας φεύγειν ἀλλʼ ἔτι ἀνθίστασθαι. οἳ δέ, ἐπεὶ “νεώτεροι ἀφραδέουσιν” (Od. 7. 294). ὁ δὲ ποιητής φησιν “ἀλλʼ αἰεί τε Διὸς κρείσσων νόος—ὅς οἱ καὶ τότε θυμόν” (688, 91).

687. κῆρα κακήν] δόγμα Ὁμηρικὸν τὸ δύο τὰς Μοίρας εἶναι, [*](13. δἡ W: δεῖ ‖ 14—17. schol. ad v. 67 iteratur ‖ 15. ἄλλοτε δέ ut schol. alt. ‖ 30. ἐπεὶ B: ἔτι || 31. κρείσσων B: κρεῖσσον ‖ 33. κῆρας pro Μοίρας codd. Il.)

202
ὡς καὶ ἐπʼ Ἀχιλλέως “διχθαδίας Μοίρας” φησὶ “φερέμεν” (Il. 9. 411).

[*](B=)

688. ἀλλʼ αἰεί τε Διός] συνεβούλευσε μὲν γὰρ τὰ ἄριστα ὁ Ἀχιλλεύς, κρατεῖ δὲ ἡ τοῦ Διὸς γνώμη βουλομένου αὐτὸν ἀνελεῖν ὑπὲρ ἐκδικίας Σαρπηδόνος.

*Διὸς κρείσσων νόος ἠέ περ ἀνδρῶν] ἰδίως εἶπεν· ἔδει γὰρ ‘κρείσσων ἀνδρῶν.ʼ

[*](B=)

692. ἔνθα τίνα πρῶτον—ἐξενάριξας] ἥδισται αἱ ἀποστροφαὶ τῷ ποιητικῷ εἴδει. ἄλλως τε καὶ ἀεὶ προσπάσχει ὁ ποιητὴς τῷ Πα- τρόκλῳ.

[*](A+)

697. *ἕλεν] Ζηνόδοτος “ἕλες.” [*](A+) *φύγαδε] εἰς φυγήν.

[*](B=)

702. ἐπʼ ἀγκῶνος] 〈ἐπ’〉 ἐξοχῆς. καὶ ὁ Ἕκτωρ “πύργῳ ἐπὶ προὔχοντι” (Il. 22. 97). ὕψος δὲ ἔχει ὁ ἀγκὼν ὑπὲρ μῆκος ἀνδρός. ὡς ἐγγὺς εἶναι τῆς ἐπιθέσεως τῆς ἐπάλξεως.

[*](B=)

704. χείρεσ〈σ’ 〉 ἀθανάτῃσι 〈φαεινὴν ἀσπίδα νύσσων〉] ἄμφω ταῖς χερσὶν ἀπωθύομενος τὴν ἀσπίδα, ἐμφαντικῶς.

[*](A+)

707. *οὔ νυ τοι] “οὔ νυ πω” διὰ τοῦ “〈π〉ώ.”

[*](AB+)

710. ἀνεχάζετο πολλὸν ὀπίσσω] ἤκουσε γὰρ “ μάλα τούς γε φιλεῖ ἑκάεργος Ἀπόλλων” (94), καὶ δέδιε πρᾶος ὢν καὶ ὑπʼ οὐδενὸς θεοῦ βοηθούμενος· ὁ δὲ Διομήδης θερμὸς καὶ ἔχων Ἀθηνᾶν (Il. 5. 443).

[*](A=)

* πολλὸν ὀπίσσω] ἐνταῦθα “πολλόν,” ἐπὶ δὲ Διομήδους “τυτθόν” (Il. 5. 443).

[*](A+)

713. *δίζε] ἐδίσταζεν.

714. * ὁμοκλήσειεν] μετὰ ἀπειλῆς κελεύσει〈εν〉.

[*](B=)

717. Ἀσίῳ] εἰκότως τούτῳ εἴκασται, ἵνα διὰ τὴν συγγένειαν δέξηται τὴν παραίνεσιν.

[*](B=)

μήτρως] μητρὸς ἀδελφός. οἱ δὲ νεώτεροι τὸν πρὸς μητρὸς πάππον μήτρωα καλοῦσιν.

718. αὐτοκασίγνητος Ἑκάβης] Δύμαντος καὶ Εὐθόης νύμφης, ὡς Φερεκύδης· Ἀθηναίων δὲ Κισσέως καὶ Τηλεκλείας, εἰ μὴ ἄρα ὁμομήτριος αὐτῇ ὁ Ἄσιος. §. νεωστὶ δὲ πάρεστιν ὁ Ἄσιος· διὸ οὐδὲ ἐν τῷ Καταλόγῳ αὐτοῦ μέμνηται.

[*](6. ἀνδρὸς textus ‖ 7. κρεῖσσον ‖ 26. συγγένειαν Bekker: εὐγένειαν ut B Eust. || 30. νύμφης Εὐαγόρας schol. Eur. Hec. 3 ‖ 31. Τηλεκλεἰας etiam schol. Eur. l. c. || Ἀθηνίων δὲ καὶ Τηλεκλείδης Κισσέως Eust.)
203

719. ὃς Φρυγίῃ ναίεσκε] ὁ δὲ ἕτερος Ἄσιος Ὑρτάκου ἐστίν· “Ἄσιος Ὑρτακίδης (Il. 2. 838, 12. 96).

721. Ἕκτορ, τίπτε] ἔστι καὶ τοῦτο προτροπῆς εἶδος· μαρτυρεῖ [*](B=) μὲν ἀρετήν, ἐλέγχει δὲ ὡς ἀνάξια πράττοντα.

734. * γραφικῶς τοῦτο.