Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum, Scholia in Iliadem, Scholia Graeca in Homeri Iliadem, Dindorf, Oxford, 1875

628. οὔ τοι Τρῶες ὀνειδ〈ε〉ίοις ἐπέεσσιν] ἀποτροπὴ τοῦ φιλο- [*](B=) λοίδορον εἶναι, ὅπου καὶ τοὺς πολεμίους οὐκ ἐᾷ λοιδορεῖν· διδάσκει δὲ δρᾶν αὐτούς, μὴ λέγειν κακῶς.

630. *ἐν γὰρ χερσὶ τέλος πολέμου, ἐπέων δʼ ἐνὶ βουλῇ] καλὴ καὶ βραχυλόγος ἡ γνώμη.

633. ὥς τε δρυτόμων] πρὸς τὸ πᾶν ἁρμόζει ἡ παραβολή, πρός [*](B=) τε τὸν ἄναρθρον κτύπον, ἅμα δὲ καὶ τοῖς τεμνομένοις ὅπλοις τὰ τεμνόμενα σώματα εἴκασται, καὶ τὰ ξίφη τοῖς πελέκεσι παρα- βέβληνται. §. τὸ δὲ “ὀρώρει” οὐ δύναται κατὰ τῶν μαχομένων· [*](Α+) [*](9, 10. τἦν σωτηρίαν M. B ‖ 12. ἔνοπλον A ‖ 21. δέ τʼ Apoll. Soph. s. v.: δὲ γῆν ‖ 24. τὸ scripsi: τὸν ‖ 26. διδάσκει B: διδάσκειν ‖ 31. ἄναρθρον B: ἄθρουν ‖ 33. ὀρώρει etiam textus)

200
ἐπάγει γὰρ “ὣς τῶν ὤρνυτο δοῦπος·” ἔστιν οὖν ἀνθʼ ὑποτακτικοῦ τὸ “ὀρώρει.”

[*](A=)

* ὀρώρει] γράφεται “ὄρωρε.”

[*](A=)

634. *ἀκουή] Ἀριστοφάνης “ἀυτή.”

[*](A=)

635. ὣς τῶν ὤρνυτο 〈δοῦπος ἀπὸ χθονὸς εὐρυοδείης] ψιλωτέον· παραγωγὴ γάρ ἐστιν, οὐ σύνθεσις 〈τὸ “εὐρυοδείης” 〉.

636. χαλκοῦ τε ῥινοῦ 〈τε〉 βοῶν τε] περισσὸς ὁ εἷς “τέ.”

[*](B=)

ἄλλως: χαλκοῦ τε] τῶν χαλκῶν ἀσπίδων. “ῥινοῦ” δὲ τῶν ἀκατεργάστων βοῶν, ὅ ἐστι τῶν λαισηίων. §. ἄμεινον δέ φησιν Ἀρί- [*](A=)σταρχοε χωρὶς τοῦ “τέ” “βοῶν εὐποιητάων,” ἵω’ ᾖ “ῥινοῦ βοῶν.ʼ

[*](B=)

*εὖ ποιητάων] τῶν εὗ γεγονυιῶν.

[*](B=)

638. φράδμων] ἔμπειρος, ἐπιστήμων, εἰδὼς καὶ ἐγνωκὼς τὸν Σαρπηδόνα ἀκριβῶς.

οὐδʼ ἄν ἔτι φράδμων περ ἀνὴρ〉 Σαρπηδόνι δίῳ] ἵνʼ ᾖ ‘τὶς συνήθης Σαρπηδόνιι.ʼ

[*](B=)

641. ὡς ὅτε μυῖαι] πρὸς τὸ πλῆθος καὶ 〈τὸ〉 πρόθυμον ἡ παρα- βολή.

[*](B=)

642. περιγλαγέας] περισσῶς γεγαλακτωμένας, ὅ ἐστι πληθούσας τῷ γάλακτι, ἢ περιβεβρεγμένας γάλακτι. §. πέλλα δὲ ξύλινον ἄγγος, ἀπὸ τοῦ πεπελεκῆσθαι.

[*](B=)

647. ἀμφὶ φόνῳ Πατρόκλου] τί δήποτε τιμήσειν ὑποσχόμενος τὸν βασιλέα μεῖζον ἔβλαψεν, ὡς λέγειν αὐτὸν “ἀλλὰ τί μοι τῶν ἦδος” (Il. 18. 80); ἢ μὴ δεόντως χροσάμενος τῇ παρὰ Διὸς δωρεᾷ ἀτυχεῖ· οὐ γὰρ ἀποχρῆν ἡγήσατο, εἰ μὴ τὸ πᾶν ἀπόλοιτο τῶν Ἀχαιῶν, καὶ τὰς λιτὰς οὐ προσήκατο.

648. ἢ ἤδη κἀκεῖνον] ἀντὶ τοῦ εἰ· ἐκ πλήρους δὲ ὁ “καί.”

651. ἢ ἔτι καὶ πλεόνεσσιν] τοῦτον τὸν η περισπαστέον.

[*](B=)

653. ὄφρʼ ἠὺς θεράπων] πολλὴ ἡ εἰς Ἀχιλλέα τιμή, ὅπου καὶ τοῦ υἱοῦ φονέα ὄντα τὸν Πάτροκλον τιμᾷ διὰ τὴν Ἀχιλλέως τιμήν.

657. * φύγαδʼ ἔτραπε] προσυπακουστέον ‘ἵππους.ʼ

[*](B=)

κέκλετο δʼ ἄλλο〈υ〉ς] τῷ ἔργῳ, οὐ τῇ φωνῇ, ὡς τὸ “Ἀργείων προκαλίζετο πάντας ἀρίστους” (Il. 3. 19). ἀγαθοῦ δὲ στρατηγοῦ τὸ εἴκειν θεῷ.

[*](7. supplevi ex B || 11. γεγονυιῶν B: γεγονότων ‖ 15. συνήθης etiam D ‖ 18, 19. πλ. γάλακτος B 19. πέλλη ‖ βεβρεγμένας καταπέλλα δὲ B. καταβεβρεγμένας πέλλα δὲ coni. Bekker ‖ 20. ἀπὸ τοῦ καταπεπελεκῆσθαι B ‖ 26. haec lineae 17 adhaerent: traieci et lemma distinxi)
201

660. *ἴδον ᾔσθοντο.

*δεδαιγμένον] ἀντὶ τοῦ ‘ νεκρόν.ʼ

[*](A+)

663. οἱ δʼ ἂρ’ ἄπʼ ὤμοιιν] εἰ γὰρ ἀσκύλευτον αὐτὸν ἔκλεψεν [*](B=) Ἀπόλλων, οὐδʼ ἂν ἐτόλμησαν Ἀχαιοὶ πρὸς τὸ τεῖχος ἐλθεῖν (698).

666. καὶ τότʼ Ἀπόλλωνα προσέφη] ὡς κατὰ τὸ σιωπώμενον εἰς [*](B=) Ἴδην ἀφικομένου Ἀπόλλωνος. μικρᾷ δὲ παρεκβάσει ἀναπαύει τὸν ἀκροατὴν καμόντα.

ἄλλως: καὶ τότʼ Ἀπόλλωνα 〈προσέφη νεφεληγερέτα Ζεύς〉] [*](Α+) Ζηνόδοτος “καὶ τότʼ ἄρ’ ἐξ Ἵδης προσέφη Ζεὺς ὃν φίλον υἱόνν.”

667. εἰ δʼ ἄγε νῦν, φίλε Φοῖβε] ἠθέτει Ζηνόδοτος· ἄτοπον γάρ [*](A–) φησι τὸν ἀπενθῆ τοιαῦτα διακονεῖν. ἀλλὰ τοῦτο προστάσσεται ὡς τιμώμενος ἐν Λυκίᾳ.

* εἰ δʼ ἄγε] δύναται ἀντὶ τοῦ δή.

668. 〈κάθηρον—〉 Σαρπηδόνα] ἀντὶ τοῦ Σαρπηδόνος. §. δύναται δὲ ἀντὶ τοῦ ‘καθαρθῆναι ποίησον,ʼ ὡς “ἄλλʼ ὅτε δή μιν ἐγὼν ἐλόευν ” (Od. 4. 252). §. ὑπακούει δὲ Θάνατος 〈Ἀπόλλωνι〉 (672)· Ἀπόλλωνι γὰρ ἀνάκεινται οἱ αἰφνίδιοι τῶν θανάτων.

ἄλλως: Σαρπηδόνι] οὕτω κατὰ δοτικὴν ‘ κάθηρον τῷ Σαρπηδόνι [*](A+) τὸ αἷμα.ʼ

669. *ἄπο] ἄπωθεν. “πρό” δὲ ἀντὶ τοῦ ἔμπροσθεν.

[*](A+B)