Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

567. νύκτʼ ὀλοήν] σκότον, “ὀρώρει δʼ οὐρανόθεν νύξ” (Od. 5. [*](B=) 294). καὶ ἐπὶ Πατρόκλῳ “ἐπεὶ οὐδὲ Μενοιτιάδην ἤχθαιρε” (Il. 17. 270). ἐπʼ αὐτῷ δὲ δεινὴν τὴν μάχην ἤγειρεν· μόνος γὰρ ἐν ἀμφοτέροις τοῖς στρατοῖς υἱὸς Διός.

569. ὦσαν δὲ— Τρῶες—Ἀχαιούς] πιθανῶς, ὡς μὴ πάντα τοῖς [*](B=) Ἕλλησι καταχαρίζεσθαι δοκοίη· γενομένης οὖν τῆς Γλαύκου προ- τροπῆς εἰκὸς συστραφῆναι ὡς ἂν περὶ μειζόνων ἀγωνιζομένους.

ἑλίκωπας] πρὸς σὓς ἑλίσσομεν τοὺς ὦπας.

[*](B+)

572. ἐν Βουδείῳ] τὸ Βούδειον πόλις Φθιώτιδος, ἀπὸ Βουδείου τοῦ [*](AB–) Ἄργου ὠνομασμένη. πῶς δʼ ἄν ἱκέτευε τὸν βασιλέα τῆς ἑαυτοῦ πόλεως: οὐ γὰρ ἦν ἔθος τοῦτο· ἴσως οὖν ἀπὸ Βουδείας τῆς ἀπʼ Ὀρχομενοῦ τῆς Βοιωτίας, μητρὸς Ἐργίνου· ἐπώνυμος ἦν πόλις ἐν τῇ Βοιωτίᾳ τὸ Βούδειον.

576. λιον εἰς εὔπωλον] ἡ “εἰς” ἀντὶ τῆς πρός. §. σημειωτέον [*](B=) [*](2. Πριαμίδης ὅς 8. ὡς B: ὁμοίως || 9. supplevi ex B ‖ 10. τὸ θ. B || 11. ἴσως scripsi: πῶς ‖ 11, 12. ἐστὶ τῆς B: ἐστὶν ‖ 15. αἱ Ἀριστάρχου A ‖ 19. ὠρώρει ‖ 20. Πατρόκλῳ B:-ου ‖ ἤχθαιρε B: ἤχθειρε || 23. Ἀχαιοῖς ‖ 24. γὰρ pro οὗν B ‖ 25. ἀγωνισομένους B 26. ἑλίκωπες ‖ 27. Φθιῶτις B ‖ 29, 30. ἀπʼ Ὀρχομενοῦ W; ἀποκτίμενον)

198
[*](B=)δὲ ὅτι ἕως τῆς ἐπὶἼλιον στρατείας συνῆν Θέτις Πηλεῖ. §. “ἱκέτευσε” (574) δέ, ἱκέτης ἦλθεν. τὸ ἥμερον δὲ Πηλέως δείκνυται ἀπὸ Πατρόκλου (Il. 23. 88) Φοίνικος (Il. 9. 480) καὶ τούτου.

[*](B=)

581. Πατρόκλῳ δʼ ἄρʼ ἄχος γένετο] δριμυτέραν τὴν μάχην ποιεῖ, οὐ τὸν τυχόντα ποιῶν ἀναιρούμενον, ἀλλʼ ἑταῖρον Πατρόκλου, ἵνʼ ἐπὶ τούτῳ πλέον χαλεπήνῃ.

[*](B=)

582. ἴρηκι ἐοικώς] πρὸς τὴν ὁρμὴν καὶ τὸν ἀπʼ αὐτοῦ γενόμενονφόβον τοῖς πολεμίοις. εἶτα παρέλαβεν ἐπὶ τῶν φευγόντων τὰ ἀγεληδὸν ἱπτάμενα τῶν ὄρνεων καὶ εὐκαταφρόνητα, κολοιοὺς καὶ ψᾶρας (583).

583. ψῆρας] διὰ τὸ κακόφωνον οὐ ψᾶρας, ἐκεῖ δὲ (Il. 17. 755) “ὥς τε ψαρῶν”καὶ“αἶψʼ ἀγξηράνῃ” (Il. 21. 347)· οὗ δὲ “θερμήνῃ” (Il. 14. 7) φησίν.

[*](B+)

589. αἰγανέης] διὰ τὸ εἰς αἶγας νεῖσθαι· “ὦρσαν δὲ νύμφαι— αἶγας ὀρεσκῴους—καὶ αἰγανέας—είλόμεθα” (Od. 9. 154, 7).

[*](B=)

αἰγανέης ταναοῖο] τεταμένης. §. οὐ βούλεται δὲ τοὺς Τρῶας τέλεον [*](B=)φεύγειν· διὸ εἴληφε σύμμετρον ἀκοντίου διάστημα βουλόμενος σημῆναι πόσον ὑπεχώρησαν.

[*](A–B=)

590. ἥν ῥα τʼ ἀνὴρ ἀφέῃ] ἣν ἀφῇ ὁ ἀνὴρ ἐν ἄθλῳ πειρώμενος ἢ καὶ ἐν πολέμῳ οὐχὶ πειρώμενος ἔτι· τίς γὰρ ἂν πεῖρα ἐν πολέμῳ 〈γένοιτο〉; ἀλλὰ τὸ 〈μὲν〉 “πειρώμενος” ἐπὶ τοῦ ἐν ἀγῶνι μόνον βεβλημένου ἀκοντίου τέτακται, τὸ δὲ “ἠὲ καὶ ἐν πολέμῳ” πρὸς τὸ “ἀφέῃ,” ἡ δὲ ““ὅπό” ἀντὶ τῆς ‘μετά,ʼ ἢ πλεονάζει. τινὲς δὲ‘ὑπὸ δηίων πειραζόμενος.ʼ

[*](B=)

593. Γλαῦκος δὲ πρῶτος] ποικίλως χρῆται τῇ τάξει· μετὰ γὰρ τὴν τοῦ Γλαύκου προτροπὴν ἄρχεται 〈τοῦ〉 ἔργου ὁ Ἕκτωρ ὡς ἂν ὑπερ- έχων (553), ἐν δὲ τῇ ὑποστροφῇ τὰ πρωτ〈εῖ〉α Γλαύκῳ περίκειται.

[*](B=)

594. ἐτράπετο] ἐδήλωσεν αὐτὸ ἑξῆς διὰ τοῦ “στρεφθεὶς ἐξαπίνης” (598). καινὸς δὲ ὁ τρόπος· ὁ 〈γὰρ〉 φεύγων ἐπιστρα- φεὶς κτείνει τὸν διώκοντα.

595. 〈Βαθυκλῆα μεγάθυμον〉 Χάλκωνος—υἱόν] Πρόδικος “ἀπὸ τῆς τοῦ χαλκοῦ κτήσεως καὶ Βαθυκλέα· εἰρήκει δὲ ἂν ῾ Χρύσωνοςʼ ἀπὸ τῆς καλλίστης ὕλης.”

ὃς Ἑλλάδι] Ἑλλὰς χώρα ὑπὸ Ἀχιλλεῖ.

[*](10. οὐ scripsi: τοὺς || 11. ὡς τὸ ψ. ‖ αἶψʼ ἀγξ. scripsi: οὖ μιν ξ. ‖ οὖ W σὐ ‖ 13. νεῖσθαι B: γενέσθαι ‖ πρὸς αἰγῶν ἄγραν ἐπιτηδείου D ‖ 14. ὀρεσκόους || 15. πλέον B ‖ 17. σημᾶιναι ut B ‖ 18. ἀ. ἀφείη ‖ ἢ καὶ sec. ut B: ἤκοι pr. ‖ 20. μόνου || 20, 24, 25, 27. supplevi ex B ‖ 30. εἰρήκει W: εἴρηκεν ‖ 32. Ἀχιλλέως)
199

601. στὰν δʼ ἀμφʼ αὐτόν] ἔστησαν περὶ τὸν Γλαῦκον ἐπιβοη- [*](B=) θοῦντες τῷ προκαταρξαμένῳ τῆς ὑποστροφῆς.

604. *Λαόγονον] ὡς ὀρίγανον.

[*](A~)

*θρασὺν υἱόν] γράφεται “φίλον υίόν.” τί γὰρ ἐποίησεθράσους:

606. ὑπὸ γναθμοῖο καὶ οὔατος] μεταξὺ τοῦ ὀστοῦ τῆς σιαγόνος [*](B=) καὶ τοῦ ὠτός.

611. πρόσσω γὰρ κατέκυψε] ὑπὲρ τοῦ ἀξιοπίστου τὸν μὲν Αἰνείαν [*](B=) ἐπιτυγχάνοντα πεποίηκεν—ἐπέτυχε γὰρ ἄν, εἰ μὴ κατέκυψεν ὁ Μηριόνης—καὶ τὸ τοῖς Ἕλλησι κεχαρισμένον διὰ τῆς Μηριόνου σωτηρίας.

612. οὔδει ἐνισκίμφθη] ἐν τῇ ἑτέρᾳ τῶν Ἀριστάρχου οὐκ ἐφέρετο.

617. καὶ ὀρχηστήν περ ἐόντα] Κρῆτες γὰρ ἀσκοῦσι τὴν ἐνόπλιον [*](A+B=) ὄρχησιν· καὶ οἳ μὲν αὐτοῖς, οἳ δὲ Νεοπτολέμῳ, οἳ δὲ Μολοσσοῖς, οἳ δὲ Κάστορι, σἳ δὲ Διονύσῳ τὴν εὕρεσιν διδοῦσιν. ἄκρως δὲ ἐξεφαύλισε τὸ εὐκίνῆτον τοῦ ἀνδρὸς συνεπιστάμενος ἑαυτῷ, ὅτι αὐτὸς μὲν εὐστόχως ἀφῆκεν, διὰ δὲ τὴν ἐκείνου παρατροπὴν γέγονεν ἡ ἁμαρτία. βουλόμενος δὲ αὐτὸν ἐλαφρὸν εἰπεῖν τοῦτο παρατρέψας εἰς ὄρχησιν ἐχλεύασεν.

ἄλλως: καὶ ὀρχηστήν] ἔμπειροι γὰρ ὀρχήσεως Κρῆτες· ἀπὸ τῆς [*](B=) τῶν Κουρήτων μυθολογίας.

620. *χαλεπόν] ἀδύνατον· “χαλεπὸν δέ τʼ ὀρύσσειν” (Od.10.305).

[*](B+)

621. * πάντων ἀνθρώπων—ὅς] πρὸς τὸ σχῆμα.

σβέσ〈σ〉αι μένος] σβέσις γὰρ δυνάμεως ὁ θάνατος. ἔμψυχος [*](B=) οὖν ἡ μεταφορά, τὸ θάνατον εἰπεῖν σβέσιν δυνάμεως.