Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

299. σκοπιαί] τόποι ἐπιτήδειοι πρὸς σκοπὴν τῶν πόρρω· §. καὶ [*](Β=) ταῦτα δὲ Ὅμηρος τὰ αὐτόματα θεοῖς ἀνατίθησιν, οἱ δὲ μετʼ αὐτὸν μετεωρολέσχαι οὐδαμοῦ προστιθέασιν ὄνομα θεοῦ. §. Νέστορος εἰπόντος “αἴ κεν τι φόως Δαναοῖσι γένηαι” (Il. 11. 797) φησὶν “ἄσπετος αἰθήρ” (300).

πρώονες] οἱ λόφοι τῶν ὀρῶν παρὰ Ἀργείοις. §. ἔστι δὲ τοῦ [*](A=) πρῶνες διαίρεσις.

300. ὑπερράγη ] τῶν νεφῶν διαρραγέντων ωφθη ὁ[*](A~B=) αἰθήρ, ὥς φαμεν ῥαγῆναι τὸν ὑετόν.

303. οὐ γάρ πω—Τρῶες] δαιμονίως ἔτι συνέχει τὸν ἀγῶνα ὁ [*](Β=) ποιητής· οὐ γὰρ πιθανὸν μηδενὸς δεινοῦ γενομένου φυγεῖν προτρο- πάδην τοὺς βαρβάρους.

304. προτροπάδην] ἀμετάστρεπτοι.

305. *ἀνθίσταντο] τινὲς “ἄντα ἵσταντο.”

306. κεδασθείσης] ἄλλος γὰρ ἄλλῃ ἔφυγεν. διὰ δὲ τῶν Μυρ- [*](Β=) μιδόνων σβέσας τὸ πῦρ καὶ τοὺς πολεμίους ἐάσας τοὺς ἡγεμόνας προήγαγεν ἀριστεύοντας, δεικνὺς ὡς οὐ σβέννυται τὸ γενναῖον τῶν ἀνδρῶν ἐν ταῖς συμφοραῖς. οὐκ ἐδεήθησαν οὖν ἀναψύξεως, ἀλλʼ ἐκθυμότερον ἀφ’ ὧν ἔπαθον ἀμύνονται τοὺς Τρῶας.

309. διαπρὸ δὲ χαλκὸν ἔλασ〈σ〉εν] διήλασε τὸν χαλκὸν εἰς τοὔμπροσθεν.

311, 2. Θόαντα στέρνον] ἀντὶ τοῦ Θόαντος. §. καὶ πρὸς τὴν ὁμωνυμίαν ἡ διπλῆ.

[*](A+)

312. * στέρνον] λείπει ἡ κατά.

313. ἐφορμηθέντα] Ἀριστοφάνης “ ὑφορμηθέντα,” ἀντὶ τοὺ ὑπο- [*](Β=) χωρήσαντα· καὶ οὐκ ἄχαρις ἡ γραφή.

314. ἄλλως: ἔφθη ὀρεξάμενος] προέφθασεν ἐκτείνας.

ὀρεξάμενος] τύψας· ὁ γὰρ τύπτων ἐκτείνει τὴν χεῖρα.

[*](Β=)

ἄλλως: ὀρεξάμενος] ἀντὶ τοῦ ‘παίσας ἔφθη πρὶν οὐτάσαι.ʼ

[*](3. κινήσει ut textus ‖ σκεδάσει 4. ἀπιᾶσιν ‖ 5. Οὐλύμπου scripsi: οὐρανοῦ ‖ 9. φησὶν Bekker: φασὶν ‖ 11, 12. τοῦ πρώονες ‖ 24. ἀφʼ ὦν B: παθῶν)
182
[*](Β=)

πρυμνὸν σκέλος] τὸ ἔσχατον ὡς πρὸς τὸν μηρόν. λέγει δὲ τὴν γαστροκνημίαν.

[*](Α-Β=)

315. μυὼν ἀνθρώπου] μέμφονται λέγοντες τὰς πρὸς τοὺς μῦς πληγὰς ἐπωδύνους μέν, μὴ θανασίμους δὲ διὰ τὸ μὴ συνάπτειν τινὶ τῶν καιρίων. οἳ δέ φασιν, ὡς μύες ἐκ νευρῶν εἰσι πεπλεγμένοι καὶ σαρκὸς στεριφῆς· ὅθεν ἐν ταῖς διακοπαῖς αὐτῶν ὀδύναι γίνονται ἕνεκεν τῶν νευρῶν, αἱμορραγίαι δὲ διὰ τὰς φλέβας καὶ ἀρτηρίας, τελευτὴ δὲ διὰ τὰς τοῦ ἐγκεφάλου συμπαθείας· δύο γὰρ κατα- πεφύκασιν αὐτοῦ νεῦρα ἀπὸ νωτιαίου μυελοῦ. συμπαθεῖ δὲ καὶ ἡ καρδία τῷ ἐμπεφυκέναι αὐτῇ τὰς φλέβας. καλῶς δὲ καὶ πάχιστόν φησιν (314)· ὁ γὰρ ἐν τῷ σώματι παχύτατος μῦς ἐστιν ἐν τῇ κνήμῃ, καθάπτων ἐπὶ τὴν πτέρναν, καλούμενος τένων.

[*](Α+Β=)

317. Νεστορίδαι] ἀντὶ τοῦ Νεστοριδῶν· ἢ ἀπὸ κοινοῦ τὸ ‘οὔ- [*](Β=)τασαν.ʼ §. δεῖγμα δὲ φιλαδελφίας κοινὸν παρέλαβε τῶν φονευόν- των , ἥδιστα δὲ κατεσχημάτισεν ὅλον τὸν λόγον. *οὔτασε] τινὲς “οὐτάς.”

[*](Β=)

320. Ἀντιλόχῳ ἐπόρουσε] ὑπερφυὴς ἡ ποικιλία. οὐ γὰρ ἔφη. ὅτι δύο ἀδελφοὶ δυσὶν ἀδελφοῖς ἐπεχώρησαν, ἀλλὰ μετὰ τὴν τοῦ προτέρου ἀναίρεσιν ὁ δεύτερος ἐπαμύνων τῷ ἀδελφῷ ἐπιχωρεῖ τῷ Ἀντιλόχῳ, ἀναιρεῖ δὲ αὐτὸν ὁ Θρασυμήδης ὑπερμαχῶν τοῦ ἀδελφοῦ. τὴν ἑκατέρου οὖν φιλαδελφίαν ἐνέφηνε, τοῦ μὲν διὰ ἀδελφὸν ἀπο- θανόντος, τοῦ δὲ διὰ ἀδελφὸν ἀνελόντος.

322. ἔφθη ὀρεξάμενος] προέφθασεν ἐκτείνας.

ἔφθη] τὸ ἑξῆς ‘ ἔφθη ὀρεξάμενος ὦμον ἄφαρ.ʼ

[*](Β=)

324. δρὺψ ἀπὸ μυώνων] εἰ τοῦ ἐγκεφάλου ἀποπέφυκε τὰ νεῦρα εἰς νωτιαῖον μυελόν, ἐκ νεύρων δὲ οἱ μύες, ἐκ καρδίας δὲ αἱ φλέβες εἰς τὸν μῦν, συμπάθειαν ἔχουσι καὶ τὰ καίρια· ὅθεν αἱ ἀθρόαι τῶν μυῶν πληγαὶ θανατοῦσιν.

[*](Β–)

ἄλλως: δρὺψ ἀπὸ μυώνων] τὸν ἔσχατον μυῶνα τοῦ βραχίονος ἀπέδρυψεν ἡ ἀκωκὴ τοῦ δόρατος, ἀπήραξε δὲ ἕως τοῦ ὀστέου.

[*](Β=)

ἀνὸ δʼ ὀστέον ] τὸ ἑξῆς. ἀπάραξεν ὀστέον. [*](1. ὡς ante πρὸς om. B ‖ 4. τὸ οὐ συνάπτεσθιι B ‖ 5. μυῖες B ‖ 6. στερίφης ὅθεν Bekker: στερίφης ὅθεν B, στερηθησομένων ‖ 8. τελευταῖον ut B ‖ 10. πάχιστον αὐτὸν B, μέγιστον ‖ 11. B: οὐ ‖ 12. καταγόμενος ἐπὶ B ‖ 14. παρέλαβε B: προὔβαλε ‖ 15. suppl. 4 17. ὑπερφυὴς ἡ ποικιλία B: ὑπερφυῶς τῇ ποικιλίω ‖ 19. ἐπιχειρεῖ B ‖ 21. ἐμφαίνει B ‖ 24. schol. scriptum ad v. 314: traieci ‖ 27. καὶ τὰ B: πρὸς ‖ 30. ἀπάραξε)

183
§. “ἄχρις” δὲ ἕως ὀστέου· τὸ γὰρ “ἄχρις” καὶ χρονικὸν καὶ [*](Β=) τοπικὸν ὡς νῦν.

326. ὣς τὼ μὲν δοιοῖσι κασιγνήτοισι] ὑπὸ τῶν δύο ἀδελφῶν δαμέντες, ὡς τὸ “ Ἀχιλῆι δαμασθείς” (Il. 22. 55).

328. Ἀμισωδάρου] οὗτος Καρίας δυνάστης, οὗ τὴν θυγατέρα ἔγημε Βελ〈λ〉εροφόντης, ὡς Ξενομήδης φησίν.

ὅς ῥα Χίμαιραν θρέψεν] ὅτι οὐ πέπλασται τὰ περὶ τὴν Χίμαιραν, πίστιν ἐπιτίθησι διὰ τοῦ χρόνου καὶ τοῦ θρέψαντος. ἴσως οὖν ἐν αἰπολίῳ χίμαρος τραφεὶς ἠγριώθη· οὐδὲ μὴν ἑτεροφυὴς ἦν, ὡς Ἡσίοδος ἔπλοσεν (Th. 319).

329. ἀμαιμακέτην] τὴν ἀκαταμάχητον.

πολέσιν κακόν] ‘ἐφʼ ἣν οὐκ ἄν τις ὁρμήσειεν.ʼ

330. Αἴας δέ] πιθανῶς τὸ ζωγρῆσαι οὐκ ἄλλῳ τινὶ περιέθηκεν ἢ [*](Β=) τῷ Ὀἰλέως Αἴαντι· ἔστι γὰρ τάχιστος. διὸ καὶ τὸ “ἐπορούσας” πρόσκειται· ἱκανώτατος γὰρ ἦν τῶν ἄλλων ἐπιδραμὼν συλλαβεῖν τινά.