Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

116. τίσασθαι φόνον] οὗτός ἐστιν ὁ ἀλλοπρόσαλλος· νῦν γὰρ οὐκ ἐπίσταται οὐδʼ ὅποι βαδιεῖται· εἰ μὶν οὖν τοῖς Ἕλλησι συμμα- χήσει, ἀλλοπρόσαλλος φανεῖται, εἰ δὲ τοῖς Τρωσίν, ὡς πρόσθεν, τοῖς φονεῦσι τοῦ παιδὸς συμβαλεῖται.

ἰόντι] οὕτω τὸ τέλειον· τινὲς δὲ “ἰόντα·” τὸ δὲ “κεῖσθαι ὁμοῦ νεκύεσσιν” (118) ἀντιφράζεται τῷ “αὐτοῦ πήματʼ ἔπασχον ἐν αἰνῇσιν νεκάδεσ〈σ〉ιν” (Il. 5. 886)· νεκάδας γὰρ τὰς τάξεις τῶν ἀνδρῶν φασιν.

[*](1. προσηύδα textus ‖ ἢ post μεμψαμένη omisi ut B ‖ 5. βαρυντέον B: ἐγκλιτέον A, κλιτέον ‖ 6. supplevi ex A B ‖ 13. suppl. W: φράσαιντο B || 14. Ἄρην B, Ἄρεα || 16. ἔχεται· ἀνέχεται: corr. sec. ‖ 17, 18. δεῖ νοεῖν B: δεινῶς || 18. Ἄρην ‖ 22. Ἑβροΐδα B: Ἑβιαίαν supplevi ex Eust. || 26. οὗτος A: νῦν ut B ‖ 27. ὅπη B)
111

117. * πληγέντι] ἀντὶ τοῦ προβλαφθέντι.

119. Δεῖμόν τε Φόβον τε] ὅτι ἐντεῦθεν ἡ πλάνη γέγονε τοῖς [*](A+) δεξαμένοις Δεῖμον καὶ Φόβον 〈ἵππων〉 ὀνόματα· ἐν ἄλλοις γὰρ σαφῶς φησι “τῷ δὲ Φόβος φίλος υἱός” (Il. 13. 299).

121. *μείζων] τοῦ πρὸς Ἥραν καὶ Ἀθηνᾶν καὶ Ποσειδῶνα χόλου.

[*](AB=)

122. *χόλος καὶ μῆνις] παραλλήλως· οἳ δὲ “χόλος” γενικῶς.

[*](A+)

123. πᾶσι—δείσασα] ἀντὶ τοῦ πάντων. εἰκότως δὲ ὡς δεδοικυῖα [*](B-) τὸν πατέρα καὶ ἤδη πεπαιδευμένη μὴ ἐναντιοῦσθαι, “ὄφρ’ εἰδῇ γλαυ- κῶπις” (Il. 8. 406).

124. *ὦρτο διʼ ἐκ προθύρου] ἡ “ἐκ” πρὸς τὸ “ὦρτο.” λίπε δὲ θρόνον, ἔνθα θάασ〈σ〉εν] παραπληρωματικὸν τῇ πιπ- τούσῃ χιόνι.

125. ἀπὸ μὲν κεφαλῆς] καὶ ἐπὶ Ὀδυσσέως “αὐτίκʼ ἀπὸ κρατὸς [*](A=) κυνέην —καὶ σάκος ὤμοιιν, δόρυ δʼ ἔκβαλον ἔκτ〈οσ〉ε χειρός” (Od. 14.276). §. δῆλον δέ, ὡς ἀφοπλίζουσα τὸν Ἄρεα ταῦτα ἔλεγεν (128)· [*](A=) οὐ γὰρ σιωπῶσα.

127. ἣ δʼ ἐπέεσσι] ὅτι ἐξ ἀναλήψεως τὰ ἄρθρα λαμβάνει. ὁμοίως [*](A+B=) καὶ τὸ “αὐτὰρ Ἀθηναίη, κούρη Διὸς αἰγιόχοιο (ll. 5. 733), εἶτα “ἣ δὲ χιτῶνʼ ἐνδῦσα Διός” (ib. 736). καθάπτεσθαι δέ ἐστι καὶ τὸ πραΰνειν καὶ τὸ ἐξονειδίζειν· ἔστιν οὖν ‘λόγῳ προσεφώνει.’

128. μαινόμενε, φρένας ἠλέ, διέφθορας] οὕτω Πορφύριος· οὐ δεῖ [*](AB-) στίζειν εἰς τὸ “φρένας ἠλέ,” εἶτα καθʼ αὑτὸ λέγειν “διέφθορας,” ἀλλʼ ὅλον συνάπτειν τὸ “φρένας ἠλὲ διέφθορας,” ἵνʼ ᾖ ‘τὰς φρένας διέφθορας, ὦ ἡλέ.ʼ §. καὶ αὐτὸς δὲ ἐπάγει πρὸς μὲν τὸ “μαινόμενε” “ἢ νυ τοι αὕτως οὔατʼ ἀκουέμεν ἐστί,” πρὸς δὲ τὸ “φρένας ἠλέ” “νόος δʼ ἀπόλωλε καὶ αἰδώς,” ἵν᾿ ᾖ τὸ “ἠλέ” θερμέ· πρὸς ὃ ἀνθυπ- ήγαγε τὸ “αἰδώς·” οἱ γὰρ θερμοὶ ἀναιδεῖς. §. “ἠλέ” ὡς καλέ, εἴτε ἀποκοπή ἐστιν εἴτε συγκοπή· τὸ γὰρ τέλειον ἠλεέ· ἢ παρὰ τὴν [*](AB-) ἄλην, ἢ ὃν πάντες ἀλεόμεθα, ἢ παρὰ τὸ θερμόν· ἔστιν οὖν “φρένας ἠλέ” ὦ πεπλανημένε τὰς φρένας.

ἦ νύ τοι αὔτως οὔατʼ ἀκουέμεν ἐστίν] εἰς τὸ μάτην ἀκούειν ἔχεις [*](B=) τὰ ὦτα, οὐ μέντοι τὰ ἀκουόμενα διακρῖναι.

* Ἀττικοὶ ἐνεργητιλῶς φασι τὸ “διέφθορας.” νῦν δὲ ἀντὶ τοῦ διέφθαρσαι.

[*](1. schol. supra v. 118 scriptum ‖ 3. supplevi ex A ‖ 4. ῥητῶς A ‖ 6. 〈“μῆνις” εἰδικῶς〉 post γ. supplet W ‖ 14. ἔκβολεν ‖ ἔκιε etiam A ‖ 24. ὦ ήλέ B: ἢ ὠλεέ ‖ μὲν B2: δὲ || 25. δέ τὸ B2: τὸ δὲ ‖ 26. ἠλεὲ ‖ 31. ἔχων B || 32. διακρίνειν B)
112

130. *ἀίεις] αἰσθάνῃ.

132. * ἀναπλήσας κακὰ πολλά] οἷον κρατῆρα κακῶν πληρώσας.

[*](A=)

134. κακὸν μέγα πᾶσι 〈φυτεῦσαι〉] οὕτως ἡ Ἀριστοφάνους· ἡ Ζηνοδότου δὲ “θεοῖς μέγα πῆμα φυτεῦσαι.”

*φυτεῦσαι] γεννῆσαι.

[*](B=)

137. μάρψει δʼ ἑξείης, ὅς τʼ αἴτιος ὅς τε καὶ οὐκί] καὶ πῶς τοι- οῦτος “πατὴρ ἀνδρῶν τε θεῶν τε;” ἐπιτείνει οὖν εἰς δέος Ἄρεος· ἢ [*](B+) τὸ περὶ τοὺς ἄρχοντας μιμεῖται πάθος. §. τὸ δὲ “μάρψει” κυρίως τὸ χερσὶ συλλήψεται· μάρη γὰρ ἡ χείρ, ἔνθεν καὶ εὐμαρής. δηλοῖ δὲ καὶ ἀπλῶς τὸ καταλαβεῖν· καὶ μάρνασθαι τὸ διὰ χειρῶν μά- χεσθαι.

[*](B=)

138. μεθέμεν χόλον υἷος ἑῆος] τοῦ ὑπὲρ τοῦ παιδὸς χόλου· διδά- σκει δὲ τὸ μοιρίδιον πράως φέρειν, 〈ὡς〉 καὶ κατὰ θεῶν ἀπαράβατον ὑπάρχον. §. Ζηνόδοτος δὲ γράφει “υἷος ἑοῖο·” τοῦτο δὲ ἐν τῷ [*](A+) περί τινος λόγῳ τίθεται· νῦν δὲ πρὸς πρόσωπόν ἐστι, καὶ δεῖ γρά- φειν “ἑῆος” ἀντὶ τοῦ ἀγαθοῦ.

140. πεφήσεται] πέφαμαι πέρασαι· τοῦτο ποιεῖ μετʼ ὀλίγον μέλλοντα πεφάσομαι, ὃ ἐξέτεινε διὰ μέτρον.

[*](A+)

ἀργαλέον δὲ πάντων ἀνθρώπων ῥῦσθαι γενεήν τε 〈τόκον τε〉] ἀδύ- νατον· “ἣ δὲ μάλʼ ἀργαλέη περάαν” (Il. 12. 63). §. ἀδύνατόν [*](B+) φησι θεῷ τὴν ἐξ αὐτοῦ γένεσιν ἀνθρωπίνην πᾶσαν σῴζειν.

141. *πάντων ἀνθρώπων ῥῦσθαι γενεήν τε τόκον τε] παραμυθη- τικὰ ταῦτα.

γενεήν] τόκον· τὸ κοινὸν παραμυθητικόν. §. συστέλλει δὲ ὁ Θράξ τὸ “ῥῦσθαι·” τὸ γὰρ πλῆρές ἐστι ῥύεσθαι.

[*](B-)

142. ἵδρυσε θρόνῳ ἔνι θοῦρον] τὸ βίαιον τῆς ἕδρας ἡ διακοπὴ δηλοῖ· ἔστι γὰρ ἐνίδρυσεν. διό τινες οὐκ ἀνέστρεφον τὴν “ἐνί·” τὸ δὲ “ἵδρυσε” συστέλλεται, ὡς τὸ “ἐπίαχον υἷες Ἀχαιῶν (Il. 7. 403).

[*](B=)

143. δώματος ἐκτός] ὁρῶσα παροξυνόμενον Ἄρη, ἵνα μὴ ἐπʼ αὐτοῦ πέμπουσα αὐτοὺς ἀναγκασθῇ εἰπεῖν, διὰ τί καλεῖ αὐτούς, καὶ πλέον ἐρεθίσῃ τὸν Ἄρη διαλογισαμένη πότερον κρύφα βούλεται αὐτοῖς διαλεχθῆναι 〈ἢ〉 ἐπὶ πάντων, τὸ ἀσφαλέστατον εἵλετο.

[*](8. ἐνδείκνυται B || 9. ἡ χείρ B: αἱ χεῖρες ut Eust. || 10. καταλαμβάνειν B ‖ χειρὸς Eust. ‖ 13. supplevi ex B ‖ 24. παραμυθητικόν W, cf. l. 22: παράλ- ληλον ‖ 30. Ἄρην B, Ἆρεα ‖ 32. Ἄρεα ‖ διαλογισαμένη W, λογισαμένη B: δῆλον ἡγουμένη ‖ 33. supplevi ex B ‖ ἀσφαλέστερον αἱρεῖται B)
113

144. * θεοῖσι μετάγγελος ἀθανάτοισι] “θεοῖσι μετά” ἐν θεοῖς· οὐκ ἀναστρέφεται δὲ διὰ τὴν συναλ〈ο〉ιφήν.