Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

87. * ἔασε] παρῃτήσατο· “τὸν δʼ ἐχθρὸν ἐᾶσαι” (Hesiod. Opp. 342).

*Θέμιστι] θεσμός, Θέμις.

[*](B=)

88. δέκτο δέπας] οὐχὶ τοὺς ἄλλους ἠτίμασε καὶ ταύτην προὔ- κρινεν, ἀλλʼ ἔφθασέ φησι τοὺς λοιπούς· διὸ παρʼ αὐτῆς λαμβάνει τὸ δέπας.

[*](B=)

θέουσα] ἄμεινον “φέρουσα·” ἀκατάστατον γὰρ τὸ καὶ μάλιστα ἐπὶ Θέμιδος. ὑποφαίνει δὲ τὴν τάξιν τηρεῖν.

90. *τίπτε βέβηκας] λείπει τὸ οὕτως.

[*](4. εἶπε τὸ pro ἠὲ B ‖ 4, 5. supplevi ex B || 5. ἀλλʼ ἀπλανήτου B || 6. εἴη textus ‖ 7. suppl. W || 8. supplevi ex B2 || 13. ἐννοήσεται, cf. D ‖ 16. δʼ ἑὸν || 19. δʼ post πάντες omisi ‖ 28. φασι B || 30. γὰρ B: δὲ)
109

ἀτυζομένῃ δὲ ἔοικας] συμβάλλεται πρὸς τὴν ἀθέτησιν τῶν πρώην (56— 77). εἰ γὰρ ἦν ἀκούσασα τὰ περὶ τῆς ἁλώσεως, οὐκ ἂν κατε- πλήχθη· τάχα δὲ τεταραγμένη ὑπέστρεψε διʼ ὑπόμνησιν τῆς ἀτιμίας.

91. *ἦ μάλα δή σε φόβησε] οὐ κατὰ προαίρεσιν ἐληλυθέναι [*](B-) ἐποίησεν, ἀλλʼ ὅμοιόν τι φυγῇ· οἳ δὲ ὁμοίως ἡμῖν.

93. * οἶσθα καὶ αὐτή] πόθεν, ἢ ὅτι συνῴκηκεν αὐτῷ (Hes. Th. 901). ἀλλὰ κουριδίους αὐτούς φησιν (Il. 14. 296).

94. ὑπερφίαλος] ὅτι τῶν μέσων ἐστὶν ἡ λέξις· καὶ νῦν μὲν ἐπὶ [*](AB-) ψόγου κεῖται ἀντὶ τοῦ ‘οὐκ ἔνσπονδος,ʼ ἐν ἄλλοις δὲ ἐπὶ ἐγκωμίου, “ὑπερφιάλοισι μεθʼ ἡμῖν δαίνυσαι” (Od. 21. 289), εἰ μὴ λέγει, οὓς σὺ φῆς εἶναι ὑπερφιάλους.

*ἀπηνής] ἄπωθεν τοῦ νεύειν ἢ τῶν ἡνίων.

[*](B+)

95. ἄρχε θεοῖσι] παρὰ γὰρ ἀνθρώποις πολλὰ διὰ μέθην ἄτοπα [*](B=) γίνεται. διδάσκει δὲ ὅτι δεῖ τὸ δίκαιον ἐν τοῖς πότοις σῴζεσθαι.

96. * μετὰ πᾶσιν—ἀθανάτοισιν] ἀντὶ τοῦ μετὰ πάντων ἀθα- [*](B=) νάτων,

97. πιφαύσκεται] ἐνδείκνυται, οὐ κρυφίως ποιεῖ. ὑπερβολικῶς δέ [*](B+) φησιν, ὡς ἤδη πεπραχότος ταῦτα τοῦ Διός, ὡς “ἐγὼ δέ κʼ ἄγω Βρισηίδα καλλιπάρῃον” (Il. 1. 184).

98. κεχαρησέμεν] χαροποιήσειν.

[*](B=)

99. *οὔτε θεοῖς] πρὸς τὸν Ἄρην ταῦτα διʼ Ἀσκάλαφον (111).

[*](B=)

εἴπερ τις ἔτι νῦν δαίνυται εὔφρων] ἠθικῶς· εἴγε ὅλως φιλεῖτε [*](B=) ὑμεῖς εὐωχεῖσθαι εὐφραινόμενοι τὴν ψυχήν. δολερὸν δὲ καὶ γυναι- κεῖον ἐνέφηνεν ἦθος· ἀδικήσασα γὰρ Δία ἐπʼ αὐτοῦ μὲν ἀπολογεῖται, νῦν δὲ ἠδικῆσθαί φησι καὶ τὸν Δία ὑπερφίαλον (94) καλεῖ καὶ ἐπανί- στησιν αὐτῷ τοὺς θεούς.

101. *ὄχθησαν] ἐμετεωρίσθησαν, ἢ ἐβαρύνθησαν, ὡς ὄχθων προσ- [*](B-) κειμένων, ἢ ἡχθέσθησαν, παρὰ τὸ ἄχθος.

ἣ δʼ ἐγέλα〈σ〉σε χείλεσιν] οὗτός ἐστιν ὁ Σαρδόνιος γέλως, ὁ [*](A+B=) μετὰ δηγμοῦ τῆς καρδίας γινόμενος.

103. ἰάνθη] διεχύθη· Σοφοκλῆς “ὡς ἂν Διὸς μέτωπον ἐκταθῇ [*](B-) χαρᾷ” (fr. 816 N.). ἰαίνειν δὲ κυρίως τὸ θερμαίνειν, “αἶψα δʼ ἰαίνετο κηρός” (Od. 12. 175)· θερμὰ δὲ τὰ ἡδέα.

[*](2, 3. κατεπλήχθη W: κατεπείχθη ‖ 6. συνώνηκεν: corr. Bekker ‖ 7. ἀλλὰ W; τἆλλα ‖ 10. δαίνυσαι B: δαίνυσθαι ‖ 22. ὀφείλετε B)
110
[*](B=)

πᾶσιν δὲ νεμεσσηθεῖσα 〈μετηύδα〉] πᾶσι μεμψαμένη ἐπὶ τῷ μὴ δέξασθαι τοὺς λόγους αὐτῆς, ἢ τῷ Διὶ μεμφομένη ἐν πᾶσιν ηὔδα.

[*](A+)

104. μενεαίνομεν 〈ἀφρονέοντες〉] τινὲς “ἐριδαίνομεν ἀφρονέοντι.”

[*](A+B=)

105. ἦ ἔτι 〈μιν〉 μέμαμεν —〈ἢ ἔπει ἠὲ βίῃ〉] τὸ〈ν〉 η περισπα- στέον· ἔστι γὰρ διαπορητικός. τοὺ, δὲ ἑξῆς βαρυντέον· εἰσὶ γὰρ διαζευκτικοὶ ἢ παρα〈δια〉ζευκτικοί.

106. ὃ δʼ ἀφήμενος] ἄπωθεν χωριζόμενος. τὸ δὲ “φησίν” [*](B=) (107) ἀντὶ τοῦ λογίζεται, “οὐ μὲν γάρ ποτέ φησι κακὸν πείσεσθαι” (Od. 18. 131). ὅτι δὲ οὐ πρὸς πεῖραν ἀλλὰ πρὸς πειθαρχίαν οἱ λόγοι, δῆλον ἐξ ὧν φησιν “οὐκ ἀίεις ἅ τε φησὶ θεὰ λευκώλενος” (130).

[*](B=)

108. κάρτει τε σθένει τε] πρὸς τὸ “τόσ〈σ〉ον ἐγὼ περί τʼ εἰμὶ θεῶν” (Il. 8. 27). ὡς ταπεινόφρονας δὲ αὐτοὺς ἐλέγχει, πειρά- ζουσα εἰ φρ〈υ〉άξαιντο κατὰ Διός· ὅθεν ἐκείνων σιωπησάντων ἐπικερ- τομοῦσα τὸν ἐπίπλαστον ἐγέλασε γέλωτα, τόν τε Ἄρη ἐπανίστησι τῷ Διὶ καὶ τῆς συμμαχίας τῶν Τρώων ἀπανίστησιν.

[*](B=)

109. ἔχετε] ἀνέχεσθε. §. διδάσκει δὲ στέργειν τὴν θείαν διοίκη- [*](B=) σιν. §. τὸ δὲ “ὅτ〈τ〉ι κεν ὔμμι” ἀντὶ τοῦ ὑμῶν. καὶ ταῦτα δὲ δεῖ [*](B=) νοεῖν, ὡς οὐ μόνον περὶ τὸν Ἄρη δεινοῦ τινος συμβεβηκότος, ἀλλὰ καὶ περὶ τοὺς ἄλλους τῆς ὁμοίας οὔσης προσδοκίας.

[*](B=)

112. ὃν ἔμμεναι] ἑαυτοῦ· ἔστι δὲ ὅμοιον τῷ “μήτηρ μέν τε μέ φησι” (Od. 1. 215).

[*](B=)

* τινές φασι τὸν Ἀσκάλαφον εἰς Ἑβραίδα 〈μετακομισθέντα〉 τε- θάφθαι. διὸ καὶ Σαμάρειαν καλεῖσθαι, διὰ τὸ σῆμα ὃ ἐποίησεν Ἄρης.

114. ὀλοφυρόμενος] ὃ μὲν κεκίνηται εὐθύς, ὡς ἂν προπετής· καταπαύει δὲ αὐτὸν ἡ Ἀθηνᾶ ὡς συνέσεως προεστηκυῖα δαίμων.

[*](B=)