Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

700. οὐκ ἔφασαν φεύξεσθαι] οὐ λέγει, ὅτι ἀπεγνωκότες τῆς σωτηρίας ἐμάχοντο, ἀλλʼ ὅτι ταύτην εἶχον τὴν διάνοιαν ὡς μέχρι θανάτου μαχησόμενοι ἢ φευξούμενοι. οἱ δὲ Τρῶες ἤλπιζον τὰς ναῦς ἐμπρήσειν καὶ τοὺς Ἀχαιοὺς κτενεῖν.

704. * ἥψατο] ἐπελάβετο.

[*](A+)

705. ὠκυάλου] ψιλωτέον· οὐ γὰρ ἡ ἁλός ἔγκειται, ἀλλὰ παρα- γωγή ἐστι διὰ τοῦ αλος, ὡς ἐπὶ τοῦ ἀταλός βάταλος.

[*](B-)

ἢ Πρωτεσίλαον ἔνεικεν] εὐπρεπῶς ἐπὶ τοιαύτην ναῦν ἐπήγαγε τὸν Ἕκτορα, ἧς οὔτε τὸν ἡγεμόνα μέμψασθαι ἐνῆν μὴ κωλύσαντα τὴν οἰκείαν ναῦν ἐμπιπραμένην, τούς τε πολίτας συγγνώμης ἄν τις ἠξίωσεν, εἰ ἀστρατήγητοι ὄντες ἀδυνάτως ἔσχον ἐπιβοηθῆσαι· ἵνα οὖν μὴ κατὰ ζῶντός τινος ἐπάξῃ τοῦτο τὸ ὄνειδος, τὴν Πρωτεσιλάου , καὶ τὴν κατὰ τὰς πύλας οὖσαν, “ἔνθʼ ἔσαν Αἴαντός τε νέες καὶ Πρω- τεσιλάου” (Il. 13. 681)· ἴσως δὲ καῦσαι πάσας οὐκ ἠθέλησεν.

ἔνεικεν] τὰ μὲν ἔμψυχά φησιν ἄγεσθαι, τὰ δὲ ἄψυχα φέρεσθαι· κακῶς οὖν νῦν φησι τὸ “ἔνεικεν,” καὶ ταῦτα ἐπαγαγὼν τὸ “ἀπήγαγε” (706). ὅμοιον δέ ἐστι τῷ “νῆες ἐκ Λήμνοιο παρέστασαν οἶνον ἄγουσαι” (Il. 7. 467) ἀντὶ τοῦ φέρουσαι.

706. * οὐδʼ αὖτις ἀπήγαγε πατρίδα αἶαν] τινὲς γράφουσιν “οὐδ —ἀφίκετο.” §. περιπαθὴς ἡ προαναφώνησις.

[*](B=)

709. τόξων] τῶν τοξευμάτων. §. “ ἀμφίς” δὲ χωρὶς ἀλλήλων, [*](B=)ἀντὶ τοῦ περιέμενον, ὡς “Κρόνον ἀμφίς ἐόντες” (Il. 14. 274). [*](9. suppl. W ‖ 14. μαχησόμενοι B: μαχούμενοι ‖ φευξόμενοι B ‖ 15. κτεῖναι ut B ‖ 21. ἀξιώσαι B ‖ 22. εἶχον B ‖ 23. ζῶντος B: ζώντων ‖ supplevi ex B ‖ 24. ὅτι κ. r. π. πρώτη ἦν B ‖ 28. παρέτρεσαν ‖ 31. περιπαθήσας ὡς πρ. ‖ 33. supplevi ex B)

151
§. “ἀικάς” ὁρμάς, παρὰ τὸ ἄιξ· οἳ δὲ ἀπὸ τοῦ ἀική· καὶ ἐκτέταται [*](A+B–) τὸ ι· παρὰ τὸ ἀί〈σ〉σω γὰρ γίνεται.

711. * πελέκεσσι καὶ ἀξίνῃσι] οὐ μόνον εἰς τὸ φονεύειν ἀλλὰ καὶ εἰς τὸ διασχίζειν τὰς ναῦς τὰ τοιαῦτα.

712. *ἀθετεῖ Ἄρίσταρχος· ἐπιφέρει γὰρ περὶ ξιφῶν(713)· φασὶ δὲ [*](A~B=) πληθύ〈ν〉ειν αὐτὸν τὰς φωνὰς τῶν ὅπλων διὰ τὸ φαντάζειν τὸν ἀκροατήν.

713. μελάνδετα] σιδηρόδετα, ἐπεί φησιν (Opp. 151) [*](B–) “μέλας δʼ οὐκ ἔσκε σίδηρος.” οἳ δὲ μελα〈ί〉νας λαβὰς ἔχοντα· τὴν δὲ λαβὴν δεσμὸν καλεῖ ὁ Σιμωνίδης (fr. 233). οἳ δὲ ἐπιμελῶς ἐνδεδεμένα πρὸς τὴν λαβήν.

714. ἄλλα μὲν ἐκ χειρῶν ] σὺν ταῖς χερσὶν [*](B=) ἀποκοπτόμενα, ἄλλα σὺν ὤμοις· γελοῖον γὰρ τὸ οἴεσθαι ἀπὸ τῶν ὤμῶν ἐκπίπτειν τὰς μαχαίρας. §. διὰ δὲ τοῦ ο γραπτέον τὸ “πέσον.”

[*](A=)

716. οὐχὶ μεθίει] ὅτι Ζηνόδοτος “οὐκ ἐμεθίει,” ὥστε βαρβαρίζειν [*](A–) τὸν Ὅμηρὸν· ἔστι γὰρ τὸ “μεθίει” σύνθετον ἐκ τῆς μετά καὶ τοῦ ἱῶ, ὡσεί τις λέγοι ‘ἐμετεκάλει.ʼ

717. ἄφλαστον] οὐ τὸ ἀκροστόλιον, ἀλλὰ τὸ ἐπὶ τῆς πρύμνης εἰς [*](A–B=) ὕψος τεταμένον ἐκ κανονίων πλατέων, διήκοντος διʼ αὐτῶν πλατέος κανονίου, ὠνομασμένου μὲν θρανίτου, ὑπηρεισμένου δὲ τῷ στυλίσκῳ 〈τῷ〉 ὄπισθεν τοῦ κυβερνήτου. κρέμανται δὲ ἐκ τῶν κανονίων καὶ τοῦ θρανίτου τὰ ἡνία. ἀκροστόλιον δὲ τὸ ἀπὸ τῆς πτυχῆς ἀνατεῖνον ξύλον ἐπὶ πρῷραν· πτυχὴ δέ ἐστιν, ὅπου ζωγραφοῦνται οἱ ὀφθαλμοὶ καὶ τὸ τῆς νηὸς ἐπιγέγραπται ὄνομα.

*τινὲς “ἄφλαστον” γράφουσιν ἐπιρρηματικῶς, τὸ ἄμ- [*](B=) φω ταῖς χερσὶν ἐπεστραμμένως ἐπειλῆφθαι τῆς νεώς.

718. οἴσετε] ἀντὶ τοῦ ‘φέρετε·ʼ καὶ οὐ τὸν μέλλοντα δηλοῖ, ἀλλ’ [*](A–) ἐστὶν ἀπὸ τοῦ “οἶσε θ〈έ〉ειον ” (Od. 22. 481).

*ἅμα δʼ αὐτοὶ ἀολλέες ὄρνυτ’ ἀυτήν] ἅμα γὰρ τῇ κραυγῇ καὶ δέος γίνεται τοῖς πολεμίοις.

719. νῦν ἡμῖν] ἀντὶ 〈τοῦ〉 πάντων τῶν πόνων ἰσόρροπον ἡμέραν [*](AB=) ὁ Ζεὺς ἐχαρίσατο. §. ἄδηλον πότερον παρὰ γνώμην θεῶν μολοῦσαι” [*](B=) (720), ἢ “ἡμῖν πήματα—ἔθεσαν” θεῶν ἀέκητι.

[*](5. φασὶ B: οἱ ‖ 6. supplevi ex B ‖ 7. suppl. Bekker ‖ 12. ἀποκοπτόμενα B: ἀποκοπτομέναις ‖ supplevi ex B ‖ 14. οὐχὶ etiam textus ‖ 15. οὐκ ante ἔστι omisi ‖ 16. ἱῶ scripsi: εἴω ‖ 18. ἀνατεταμένον Eust. ‖ αὑτῶν Eust.: αὐτοῦ ut B ‖ 19, 20. ὑπ. τούτῳ στυλίσκου ὄ. Eust., τῷ στυλίσκῳ τῷ B: τῷ τοῦ στυλίσκου ‖ 21. τὰ ἡνία B: ταινία ‖ 22. ἐπὶ πρῷριν ξ. B ‖ 24. sup- plevi ex B ‖ 25. νηός B ‖ 27. οἶσοι ‖ 30. ἀμοιβὴν A pro ἡμέραν ‖ 32. θεσαν B )
152
[*](B=)

721. κακότητι γερόντων] ἀβουλίᾳ. τὸ δὲ ἴδιον ἀσθενὲς τοῖς γέρουσι περιάπτει· οὐ γὰρ ἤθελεν ἐξιέναι διὰ τὸν Ἀχιλλέα.

[*](A=)

722. *οἵ μ’ ἐθέλοντα] ὅτι κατὰ συναλ〈ο〉ιφὴν τὸ“〈μ’〉ἐθέλοντα.”

[*](A+)

725. ἀνώγει] τινὲς περισπῶσι διὰ τὸ “ἠνώγει Πετεῶο” (Il. 12. 355)· ἀλλʼ ἔστιν “ἀγορῇ Μενέλαον ἄνωγεν (Il. 11. 139).

[*](B=)

728. ἀναχάζετο ] ὅπως χρήσηται τῷ μεγίστῳδόρατι ὀιόμενος ἀποθανεῖσθαι μᾶλλον ἢ παραχαρήσων Ἕκτορι.

[*](A~B=)

729. θρῆνυν] τὴν τῶν κωπηλατῶν καθέδραν ἢ τὴν τοῦ κυβερνήτου. Ἀττικοὶ δὲ θρᾶνον τὸ τοῦ κωπηλάτου φασὶ καὶ θρανίτας αὐτούς.

731. * ἄμυνε νεῶν] λείπει ἡ κατά.

[*](B=)

735. ἠέ τινάς φαμεν] ἄρα οἰόμεθα ἥξειν ἐπικούρους μετὰ ταῦτα; . ὅμοιος δὲ τῷ πρώην (504) ἐστὶν ὁ λόγος, τὸ μὲν ἐρωτή- σεως τὸ δὲ ἀποφάσεως ἔχων.