Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

663. παίδων] ἵνα μηδὲ ἐκείνοις ὄνειδος ἐπακολουθήσῃ δι’ ὑμᾶς. καλῶς δὲ ἔχει ἡ προτροπὴ τέκνων καὶ γάμων ἀσφάλειαν, πλούτου φυλακὴν ἀναφαίρετον, γονέων ζώντων μὲν αἰδῶ τεθνηκότων δὲ μνήμην. πρεπόντως δὲ τὰ περὶ τέκνων καὶ γυναικῶν οὐ τοῖς Αἴαντος ἐμφέ- ρεται λόγοις, ἀλλὰ τοῖς Νέστορος· πατρὸς γὰρ ἔχει τάξιν. διήκει δὲ ἡ παράκλησις οἷς μὲν ὁλοτελῶς, οἷς δὲ μερικῶς.

[*](B=)

665. * τῶν ὕπερ] δοκεῖτε ἐκείνους ὁρᾶν δεομένους.

660. * τρωπᾶσθε] ἀντὶ τοῦ τρωπάασθε.

[*](A+B–)

668. τοῖσι δʼ ἀπʼ ὀφθαλμῶν] ἀθετοῦνται στίχοι ς΄ (668–673)· οὐ γὰρ προδιεσάφησεν, ὡς εἶχον ἀχλύν τινα. πόθεν δὲ καὶ ἡ Ἀθηνᾶ ἄφνω νῦν παρεφάνη συγκαθεζομένη τοῖς ἄλλοις θεοῖς; εἰ μὴ λέγοις, ὡς λείπει ἄλλα ποιήματα διʼ ὧν ἐδεδήλωτο ταῦτα. ἢ καὶ ἀποῦσα ἀφῄρη- ται, ὡς τὸ “εἰ μὴ ἐπὶ φρεσὶ θῆκʼ Ἀγαμέμνονι πότνια Ἥρη αὐτῷ ποιπνύσαντι” (Il. 8. 218)· Τήλεφος δὲ ὡς ἐπὶ Διομήδους ἀκούει (Il. 5. 127)· ἐν σχήματι δὲ ἐδήλωσεν, ὅτι σκότος εἶχον.

[*](B=)

670. ἠμὲν πρὸς νηῶν] ἔδει ἐπαγαγεῖν τὸν〈ἠ〉δέ, εἰ μὴ ὁ“καί” ἀντ’ αὐτοῦ ἐστιν, “καὶ περὶ τὰς ναῦς καὶ περὶ τοὺς πολεμοῦντας.ʼ

[*](B+)

674. οὐδʼ ἄρʼ ἔτʼ Αἴαντι] οὐ μόνον τοὺς ἄλλους, ἀλλὰ καὶ Αἴαντα ἔρρωσεν ὁ λόγος τοῦ Νέστορος.

[*](1. δὲ ὡςμ. B, τέως μ. ‖ 3. τῶν προτέρων textus ‖ περισπᾶται B: περιεσπᾶτο ‖ 4. πρῶτον ‖ 13. παρακολουθοῦσαν B ‖ 19. ἐπέχει B ‖ 20. δὲ ἡ B: γὰρ ἡ ‖ 22. τρωπᾶσθαι textus ‖ τρωπάασθαι ‖ 23. ς΄ A: γ΄ ut B ‖ 25. συγκαθημένη B ‖ 27. θῆκεν 30, 31. supplevi ex B ‖ 31. τῶν νεῶν et τοῦ πολέμου B)
149

676. ἴκρια] οἳ μὲν τὰ καταστρώματα, οἳ δὲ τὰ κατὰ πρῷραν καὶ [*](AB=) πρύμναν σανιδώματα, ἢ τὰ ἐξέχοντα ἄκρα, ἢ τὰς καταγωγάς.

βιβάσθων] ἀπὸ τοῦ βιβαστός βιβάσθω, ἀιστός ἀίσθω.

[*](A+)

678. δύω καὶ εἰκοσίπηχυ] ὑφʼ ἕν· τοὺς γὰρ ἀριθμοὺς οὕτω προ- [*](A=) φέρει· διὰ τοῦ ι, ὡς “εἰκοσινήριτα (Il. 22. 349). τινὲς δὲ καὶ κατὰ παράθεσιν ὡς τὸ τρὶς καὶ δέκατος, ὥστε καὶ τὸ θηλυκὸν τρὶς καὶ δε- κάτη. §. “βλήτροισι” δὲ τοῖς συμβλήμασιν· βλῆτρον δὲ ὡς φίλτρον.

[*](B+)

679. ὑφʼ ἓν τὸ “κελητίζειν·” παραγωγὸν γάρ ἐστι παρὰ τὴν [*](AB+) κέλητος γενικήν, ἐπεὶ ἔδει ‘κέληθʼ ἵξει.ʼ ἀδιανόητον δὲ τὸ ἵπποις κέλητα ἵζειν. ἔστι δὲ ἀναχρονισμός· οὐ χρῶνται γὰρ οἱ Ἕλληνες κέλησιν· ἡ δὲ παραβολὴ τὸ γενναῖον αὐτοῦ καὶ εὐσταθὲς δείκνυσιν, ἄλλοτε ἐπʼ ἄλλην ναῦν αὐτοῦ μεταπηδῶντος ῥμδίως. οἱ δύο ἐζευγμένοι ἵπποι ἅμιπποι καλοῦνται. §. ὅτι κέλητα μὲν αὐτὸς οἶδε, [*](A=) χρωμένους δὲ τοὺς ἥρωας κέλησιν οὐ ποιεῖ.

680. πίσυρας συναγείρεται] συζεύξει· “σὺν δʼ [*](B=) ἤειρεν ἱμᾶσι” (Il. 10. 499)· οἳ δὲ “συναγείρεται.” §. ἀντὶ τοῦ ‘ἐκ [*](B=) πολλῶν δὲ σὓς ἐπιτηδείους οἶδε συνάγει ἀρίστους καὶ ἰσοταχεῖς ἐκλεξάμενος·ʼ κίνδυνος γὰρ ἐκπεσεῖν μεθαλλομένῳ ἀπὸ ἄλλου εἰς ἄλλον.

681. μέγα προτὶ ἄστυ] οὐ γὰρ ἐν μικρῷ πόλει ταῦτα γίνεται.

682. * λαοφόρον] πολυπληθῆ.

683. ὃ δʼ ἀσφαλὲς αἰεὶ θρῴσκων] μέγα τὸ ἐγκώμιον [*](B=) καὶ ἀσφαλῶς καὶ ἀεὶ ἐφαλλομένου· Δημήτριος δὲ ὁ Γονυπεσός τεθεωρηκέναι τινός μεταβαίνοντος ἀνεμπόδιστον τηροῦντος τὸν δρόμον τῶν ἵππων, κατέχοντος τοὺς χαλινούς· καὶ νῦν δὲ ἐν Ῥώμῃ ποιοῦσί τινες. §. τὸ δὲ “αἰείʼʼ ἀντὶ τοῦ ‘συνεχῶς κατ’ ἐκείνην [*](B=) τὴν ἡμέραν,ʼ ὡς τὸ “αἰεὶ δʼ ἡνίοχον κονίης ῥαθάμιγγες ” (Il. 23. 502).

685. * ὡς Αἴας] οὕτω καὶ ὁ Αἴας ἐνεργῶς μετήρχετο.

688. οὐδὲ μὲν Ἕκτωρ μίμνεν] τινὲς ἐπισυνάπτουσι τούτῳ τόδε· “ἀλλὰ πολὺ προθέεσκε, τὸ ὃν μένος οὐδενὶ εἴκων.ʼ

689. πύκα θωρηκτάων] ἐκ τοῦ παρεπομένου ‘τῶν πολεμιστῶν.ʼ

[*](2. ὡς post πρ. ut A: omisi ut B Eust. schol. Od. 13. 74 ‖ 3. ἀπὸ Et. M. s. v. βιβάω: ἀντὶ ‖ 9. κέλητος B: κέκλητος ‖ κέληθʼ ἵζειν B: κελη- θίζειν ‖ 12. αὐτοῦ post ναῦν om. B ‖ 14. σὐ συνίστησιν A ‖ 15. συνα- γείρεται etiam textus ‖ supplevi ex B ‖ 15, 16. σὺν δʼ ἤειρεν B: συνδίειρεν ‖ 16, 17. ἐκ πολλῶν δἐ post συνάγει omisi ut B 23. γενυπεσὸς ‖ 24. Sup- pievi ex Eust. ‖ τινὰ-ντα Eust.)
150
[*](B=)

690. ἀλλʼ ὥς τʼὀρνίθων] ἀπὸ καταφρονουμένων μὲν ζῴων τὴν παρα- βολὴν φέρει Ἕλησιν· καὶ “τῶν δʼ, ὥς τε ρῶν νέφος” (Il. 17. 755). ἀλλὰ καὶ παραμυθεῖται ἀντιτάσσων τὸν Δία. §. τὸ δὲ [*](B=)“αἰετὸς αἴθων” ἢ θερμὸς ἢ ξανθὸς ἢ μέλας.

[*](A=)

691. βοσκομενάων] εἰ ἀρσενικῶς ἐλέγοντο οἱ κύκνοι, πάντως ἂν ἐπεκράτησεν· καὶ τὰς γεράνους (Il. 3. 4) γάρ φησι καὶ τὰς χῆνας (Od. 15. 161. 174).

[*](B=)

695. χειρί] λείπει τὸ ὡς. οἳ δὲ τῇ δυνάμει. ἢ ἐκπληκτικὸν τὸ τῆς φαντασίας,〈εἰ〉ἡ χεὶρ τοῦ Διὸς μέχρι τῆς γῆς φθάνει θνητὸν ὠθοῦσα.

[*](B=)

696. δριμεῖα ] ὀξεῖα, ἀπὸ τῶν ὀσφραντῶν, ὡς νῦν ἀρχὴν τοῦ πολέμου λαβόντος.

[*](B=)