Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

51. *τῷ] ἀντὶ τοῦ ὁμοίως.

[*](B=)

52. μετὰ σὸν καὶ ἐμὸν κῆρ] ὑπαλλακτικῶς εἶπεν, ἀντὶ τοῦ ἐπὶ τὰ ὑπὸ σοῦ καὶ ἐμοῦ πραττόμενα καὶ νοούμενα.

[*](A=)

54. *κάλεσσον] γράφεται καὶ “κέλευσον.”

55. 〈Ἀπόλλωνα〉 κλυτότοξον] τινὲς “κλυτὸν αὐδήν·” οὐκ οἶδε δὲ αὐτὸν Ὅμηρος ᾄδοντα ἀλλὰ κιθαρίζοντα.

[*](A+B=)

56. ὄφρʼ ἣ μὲν μετὰ λαόν] ἀθετοῦνται ὡς περιττοὶ εἴκοσι καὶ δύο στίχοι, ὅτι οὐκ ἀρεστοὶ Ἥρᾳ, καὶ οὐκ ἐμπίπτουσι ταῖς ναυσὶν Ἀχιλλέως. καὶ εἰ ἔκρινεν ἀπολέσθαι Σαρπηδόνα, τί ἐκεῖ (Il. 433) οἰκτίζεται; καὶ ἡ παλίωξις οὐκ ὀρθῶς· ἀφʼ οὗ γὰρ Ἀχιλλεὺς ἐξῆλθεν, οὐκ ἐτράπησαν Ἀχαιοί. καὶ τὸ “Ἀθηναίης διὰ βουλάς” (71)· διὰ τί γὰρ μὴ διʼ Ἥρᾶς, καίτοι παρούσης; ῥητέον οὖν ὅτι σχῆμά ἐστιν ἡ προανακεφαλαίωσις, ὡς Ὀδυσσεὺς προαναφωνεῖ Τη- λεμάχῳ τὴν μνηστηροκτονίαν, ἀλλʼ οὐδὲν ἦσσον καὶ διὰ τῶν πρακ- τικῶν αὐτίκα διηγεῖται (Od. 16. 258)· ἔστι δὲ τῇ Ἥρᾳ εἰ καὶ μὴ νῦν τερπνά, ἀλλ᾿ οὖν γε χαρᾶς περιποιητικὰ τὰ λεγόμενα. πεσεῖν δὲ εἰς τὰς ναῦς (63)ἀντὶ τοῦ δεηθῆναι Ἀχιλλέως, ὥς φαμεν ‘ἐνέπεσεν εἰς τὰς χεῖράς σου.’ οἰκτίζεται δὲ τὸν Ἕκτορα κρίνων σὺν τῇ Ἰλίῳ ἀπολεῖσθαι (Il. 22. 168). πόθεν δὲ δῆλον, εἰ 〈μὴ〉 μετὰ θάνατον Ἀχιλλέως γε- γόνασι τροπαί, τό τε “Ἀθηναίη〈ς〉” (71), ἐπεὶ σὺν Ἐπειῷ τὸν ἵππον ἐποίησεν (Od.8.493). πρὸς δὲ τούτοις παραμυθεῖται τὸν ἀκροατήν, τὴν ἅλωσιν Τροίας σκιαγραφῶν αὐτῷ· τίς γὰρ ἂν ἠνέσχετο ἐμπιπρα- μένων τῶν Ἑλληνικῶν νεῶν καὶ Αἴαντος φεύγοντος, εἰ μὴ ἀπέκειτο ταῖς ψυχαῖς τῶν ἐντυγχανόντων, ὅτι οἱ ταῦτα πράξαντες κρατηθή- σονται.

*ὄφρ’ ἣ μέν] πρὸς τὸ πρῶτον ὑπήντησεν, ὡς τὸ “ἴδε δὲ Τρῶας καὶ Ἀχπιούς, τοὺς μὲν ὀρινομένους” (6).

58. πρὸς δώμαθ᾿ 〈ἱκέσθαι〉] δύναται ‘εἰς Ὄλυμπον’ λέγειν· φησὶ γοῦν “ἔρχεσθαι μετὰ φῦλα θεῶν ἢ εἰς ἅλα” (161)· “γαῖα [*](4. μετʼ ἀθανάτοισι textus ‖ 17. προαν. B: προσανακεφαλαίωσις ‖ οὖν post Ὀδ. omisi ut B ‖ 19. εἰσι B, ἔσται ‖ 22. Σαρπηδόνα B Eust. pro τὸν Ἕκ- τορα ‖ κρ μὴ ἐν Ἰ. B ‖ 23. supplevi: ate γεγ. supplet W || 24. supplevi ex B)

107
δʼ ὅτι ξυνῆ καὶ μακρὸς Ὄλυμπος” (193)· καὶ ὁ Κύκλωψ “εὔχετο, χεῖρ᾿ ὀρέγων εἰς οὐρανόν” (Od. 9. 527).

63. * ἀεὶ ἐπὶ Ἀχαιῶν τὸ “πέσωσι·” “καὶ νύ κεν ἐν νήεσσι πέσον φεύγοντες Ἀχαιοί” (Il. 11. 311).

64. 〈Πηλείδεω Ἀχιλῆος·〉 ὃ δʼ ἀνστήσει—Πάτροκλον] Ζηνόδοτος ἐνθένδε ἕως τοῦ “λισσομένη” (77) οὐδὲ ἔγραφεν· ἐοίκασι γὰρ Εὐριπιδείῳ προλόγῳ ταῦτα· ἐναγώνιος δέ ἐστιν ὁ ποιητὴς καί, ἐὰν ἄρα, σπέρμα μόνον τίθησιν· “κακοῦ δʼ ἄρα οἱ πέλεν ἀρχή” (Il. 11. 604)· τάχα δὲ ὁ ταῦτα ποιήσας 〈ἐποίησεν〉 καὶ τὸ “ᾠχόμεθ’ ἐς Θήβην (Il. 1. 366) καὶ τὸ “ἤρξατο δʼ ὡς πρῶτον Κίκονας δάμασε” (Od. 23. 310).

*Πηλείδεω Ἀχιλῆος] τινὲς λέγουσι λείπειν τὸ ἕνεκα· διὰ γὰρ τὸν Ἀχιλλέα ἔπεσον.

69. ἐκ τοῦ δʼ ἄν τοι] οὐ τοῦ νῦν, ἀλλὰ μετὰ τὸ ἀπολέσθαι Πάτρο- [*](B+) κλον· τινὲς δὲ ἣν ἐποίησε Πάτροκλος ἀπέλασιν τῶν νηῶν παλίωξιν καλοῦσιν.

71. Ἴλιον αἰπὺ 〈ἕλωσιν〉] ἀεὶ θηλυκῶς λέγει ὁ ποιητής· τινὲς οὖν [*](AB+) “Ἴλιον ἐκπέρσωσιν.”

72. παύω] οὕτως ἄνευ τοῦ σ. §. διὰ τί δὲ χολᾶ τοῖς Ἕλλησιν [*](AB+) οὕτως; προσποιεῖται 〈τελειῶσαι〉 τὴν ἱκετείαν Θέτιδος 〈καὶ〉 διὰ τὴν Ἥραν.

73. ἐνθάδʼ ἐάσω] ἔδει εἰπεῖν ‘ἐν τῇ μάχῃ·’ ἄκυρον γὰρ τὸ “ἐνθάδε.”

[*](B+)

75. ὥς οἱ ὑπέστην πρῶτον] καὶ μὴν Θέτιδι ὑπέσχετο ( Il. 1. 528). §. Ἀρίσταρχος ἀθετεῖ (74–77) 〈διὰ〉 τὸ “τίμησόν μοι υἱόν” (Il. 1. 505)· οὐδέποτε γὰρ κατηράσατο τοῖς Ἀχαιοῖς Ἀχιλλεύς.

κάρητι] τινὲς ἀπό τοῦ κάρη· Ἀρίσταρχος κάρη〈ς〉 ὡς “Δόρη〈,〉” (Il. 5. 9), ἵνʼ ἦ ἀρσενικῶς.

77. πτολίπορθον] Ὀδυσσέα μόνον οὕτω καλεῖ διὰ τὴν Ἴλιον. ἀλλὰ καὶ ἀλλαχοῦ λέγει “αὐτὰρ ὅ γʼ ὡς ἐνόησεν Ἀχιλλῆα πτόλι- πορθον” (Il. 21. 551)· ἐπόρθησε γὰρ εἴκοσι πόλεις.

78. ὣς ἔφατʼ, οὐδʼ ἀπίθησεν] τινὲς μετὰ τοῦτον γράφουσι “Ζῆνʼ ὑποταρβήσασα· νόος δέ οἱ ἄλλα μενοίνα.”

[*](1. δέ τι ‖ 5. ἀναστήσει ut textus ‖ 6. ἐνθένδε scripsi: ἔνθεν coni. Lud- wich, ἔνθα ‖ 8. τίθησιν W: τιθείς ‖ 9. supplevi: post δάμασε l. 10 supplet 17. δὲ pro οὖν B ‖ 19. παύω textus: παύσω 20. οὕτως B: ὂ ‖ προσ- ποιεῖται B: προσποιήσῃ ‖ supplevi ex B ‖ 23. μὴν Bekker: μιν ‖ 24. τίμησόν μοι] υἱόν W: τιμήσομεν εἴη ‖ 31. Ζῆνʼ Heyne: Ζηνόδοτος ‖ 32. μενοίνα Heyne: μενοινᾷ)
108

79. βῆ δὲ κατʼ Ἰδαίων] Ζηνόδοτος “βῆ δ᾿ ἐξ Ἰδαίωνʼ ἀπὸ ἴσου γὰρ ἐπὶ τὸ ἴσον ἡ δίοδος.

[*](B=)

80. ὡς δʼ ὅτανʼ ἀίξῃ νόος] ἐν ἄλλοις ἁπλούστερον καὶ συντομώτερον “ἠὲ νόημα” (Od. 7. 36)· ἐνθάδε 〈δὲ〉 καὶ ἐπεξειργάσατο τὸ τάχος, καὶ οὐ παντὶ νῷ 〈προσάπτει τὸν λόγον〉, ἀλλὰ πλάνητος ἀνδρός.

82. ἔνθʼ εἴη] Ἀρίσταρχος “εἴη” ἀντὶ τοῦ πορευθείη ἐκ τοῦ εἶμι, τοῦ ἀνδρὸς δηλονότι λέγοντος ‘ἀπέλθοιμι 〈ἐκεῖ〉 ἢ ἐκεῖ.ʼ

[*](A+B=)

ἄλλως: ἔνθʼ εἴην ἢ ἔνθα] τὸ “εἴην” σὺν τῷ ν 〈οἱ〉 Ἀριστάρχτιοι. καὶ σημαίνειν τὸ ὑπῆρχον, ὡς αὐτοῦ τοῦ ἀνδρὸς ἐπιλογιζομένου ‘ποῖ πορευοίμην.ʼ ὁ δὲ λόγος, ‘εἰς ἐκείνην τὴν χώραν ἢ ἐκείνην πορευ- θείην.ʼ

[*](B=)

μενοινήσειέ τε πολλά] ὁ ἀνὴρ δηλονότι πολλὰ μέρη τῆς γῆς ἐννοήσηται.

84. ἵκετο δʼ αἰπὺν Ὄλυμπον, ὁμηγερέεσσι δʼ ἐπῆλθεν] ἐν ἀ- σχολίᾳ ὄντες μακαρίως εὐωχούμενοι διάγουσι καὶ ἐν τῇ A (533) “Ζεὺς δὲ ἑὸν πρὸς δῶμα· θεοὶ δʼ ἅμα πάντες ἀνέσταν,” ὡς ἐν Διὸς ἀφωρισμένου αὐτοῖς τόπου τοιούτου πρὸς τὰς εὐωχίας· οἳ δὲ πρὸς τῷ Ὀλύμπῳ.

86. πάντες ἀνήιξαν 〈καὶ δεικανόωντο δέπασσιν〉] ἐπὶ τοῦ ἐρωτικοῦ συμποσίου “κάλεόν τε μιν εἴς 〈ἑ〉 ἕκαστος” (Il. 23. 203)· ἀκρο- θώρακες γὰρ ὄντες εἰς ἐρωτικὰ ἐκεκίνηντο. §. τινὲς δὲ ἀντὶ τοῦ [*](AB+) “δέπασσιν” “ἐπέεσσιν” γράφουσιν· ἐλέγχονται δὲ ὑπὸ τοῦ “Θέ- μιστι δὲ—δέκτο δέπας” (87).