Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

520. ὕπαιθα λιάσθη] εἰς τοὔμπροσθεν ἀνεχώρησεν· ἤ, ὥς τινες, ἐκ πλαγίου ὥρμησεν, ὃ δὲ ἐπὶ τὸ ἔμπροσθεν ὁρμήσας ἄπρακτον τὴν βολὴν ἐποίησεν.

521, 2. οὐ γὰρ Ἀπόλλων εἴα Πάνθου υἱόν] ὡς Τρῶα καὶ ἀριστέα. τινὲς δὲ Πάνθουν Δελφόν φασιν, ἱερέα τοῦ Ἀπόλλωνος.

526. 〈Λαμπετίδης, ὃν〉Λάμπος] 〈Λάμπτος Λάμπετος〉, ὡς πάχος πάχετος, πλεονασμῷ τοῦ ε, ἀφʼ οὗ τὸ “Λαμπετίδης.”

[*](A+)

φέρτατον ] τῶν ἰδίων υἱῶν· ἔστι δὲ ἄλλος Δόλοψ ὑπὸ Ἀγαμέμνονος ἀναιρεθεὶς ἐν τῇ Λ (302)· “καὶ Δόλοπα Κλυτίδην.”

527. Λαομεδοντιάδης] καὶ ἐν ἄλλοις “Λαομέδων δʼ ἄρα Τιθωνὸν τέκετο Πρίαμόν τε Λάμπον τε Κλυτίον τε” (Il. 20. 237)· ἦν δὲ τὸ πατρωνυμικὸν αὐτοῦ “Λαομεδοντίδης,ʼ ἀλλʼ ἐπλεόνασε τὸ α, ὡς ἐν τῷ Λαερτιάδης.

530. γυάλοισιν] ἀντὶ τοῦ γυάλῳ· “θώρηκος γύαλον” γοῦν παν- ταχοῦ φησιν.

[*](A~)

531. ἐξ Ἐφύρης] τῆς ἐν Ἤλιοι, ἧς καὶ ἐν ἄλλοις μνημονεύει· “ἠ καὶ εἰς Ἐφύρην ἐθέλει, πίειραν ἄρουραν, ἐλθεῖν” (Od. 2. 328)· οἳ δὲ τῆς Θεσπρωτίας.

[*](A~)

ποταμοῦ ἀπὸ Σελλήεντος] ποταμὸς Ἤλιθος ὁ Σε〈λ〉λήεις, ὃς ῥεῖ ἀπὸ Λασίωνος ὄρους· ἔστι δὲ καὶ Θεσπρωτίας.

532. Εὐφήτης] ζήτει περὶ τούτου τίς ἐστιν.

533. ἀλεωρήν] σκέπην, παρὰ τὸ ἀλέασθαι.

[*](2. ἐπιφ. διαφυλάττειν τὸ B ‖ 3. supplevi ex B ‖ 4. ὅτι ὑ. χ. ἡτττῶνται B ‖ 15. Τρῶια ‖ 19. φέρτατος lemma, φέρτατος ἀνδρῶν textus ‖ 23. Λαο- μεδοντιάδης: corr. Bekker ‖ 28. ἐθέλεις)
141

534. ὅς οἱ καὶ τότε—ἤρκεσε] περιττὸς ὁ στίχος· ἤδη γὰρ εἶπεν ἀνωτέρω (529) “πυκινὸς δέ οἱ ἤρκεσε θώρηξ.”

536. κύμβαχον] τὸ διάκενον τὸ ὑπὲρ τῆς κορυφῆς, ὅθεν καὶ [*](A–B+) κυμβία, τοιουτώδη ποτήρια. εἰς τοῦτο δὲ καθίεται ὁ λόφος. εἴρηται δὲ παρὰ τὴν κεφαλήν· τὴν γὰρ κεφαλὴν κύμβην ἔλεγον· ὅθεν καὶ κυβιστᾶν. λέγει οὖν τὸ ἄκρον τοῦ κράνους, ἐπεξηγεῖται δὲ διὰ τῆς ἑξῆς λέξεως τὸ ὄνομα, διὰ τοῦ “ἀκρότατον.”

538. νέονφοίνικι φαεινός]φοινικῷ χρώματι νεωστὶ λελαμπρυσμένος.

[*](B=)

539. ἤλπετο νίκην] ἑκάτερος αὐτῶν δηλονότι.

[*](B=)

541. εὐράξ] τὸ μὴ ἐκ πλαγίου ἀλλὰ κατὰ τοῦ ἔμπροσθεν ἢ [*](B=) ὄπισθεν, παρὰ τὸ εὖρος.

*εὐράξ] κατὰ πλάτος.

βάλε δʼ ὦμον] τὸν δεξιὸν πάντως· εὔλογον γὰρ τὸν Μενέλαον μὴ Β= τὰ γυμνὰ τοῦ σώματος ἔχοντα ἐναντία τοῖς ἐχθροῖς ἀνῃρηκέναι τὸν Δόλοπα, τὰ δὲ ὑπὸ τῆς ἀσπίδος ἐσκεπασμένα.

542. * μαιμώωσα] κατὰ μεταφορὰν τὴν ἀπὸ τῶν φορούντων.

543. *ἐλιάσθη] ἀπεκλίθη.

544. * τὼ μὲν ἐεισάσθην] ὁ Μέγης καὶ ὁ Μενέλαος ωρμησαν.

545. κασιγνήτοισι] συγγενέσιν, ἢ τοῖς ἀδελφοῖς· πρὸ δὲ τῶν [*](B–) ἀδελφῶν τὸν Μελάνιππον ὠνείδισεν. τινὲς δὲ ἔτι καὶ νῦν παρʼ Ἴωσι τοὺς συγγενεῖς κασιγνήτους καλεῖσθαι. ὁμοίως δέ φησι καὶ τὸ “ἔνθα ἑ ταρχύσουσι κασίγνητοί τε ἔται τε” (Il. 16. 674).

κασιγνήτοισι] ὅτι κασιγνήτους νῦν τοὺς ἀνεψιοὺς εἶπεν.

[*](A+)

546. ἐνένιπεν] ἐπέπληξεν, ἀπὸ τῆς ἐνιπῆς, ἥ ἐστιν ἐπίπληξις.

[*](B=)

547. ὄφρα] τέως.

[*](A=)

εἰλίποδας βοῦς] ἐπιβάλ〈λ〉ουσι γὰρ τῷ προτέρῳ ποδὶ τὸν ὀπισθίδιον πόδα. §. ἀνεψιὸς δὲ ὁ Μελάνιππος Ἕκτορος, “Λαο- μέδων δʼ ἄρα Τιθωνὸν τέκετο Πρίαμόν τε Λάμπον τε Κλυτίον θʼ Ἱκετάονά τʼ ὄζον Ἄρηος” (Il. 20. 237).

548. *Περκώτῃ] Λαμψακηνῶν χώρα.

* δηίων ἀπονόσφιν] ἀπὸ τῶν νόσφιν.