Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

460. * μιν] ἀντὶ τοῦ αὐτοῦ.

[*](A+ B=)

462. *Τεῦκρον] ἀντὶ τοῦ Τεύκρου.

463. * ἐυστρεφέα τε φαρέτρην] οὕτως ἄμεινον ἐκτείνειν .

[*](B-)

ἀμύμονι τόξῳ] κατὰ μεταφορὰν τοῦ φοροῦντος ἢ ἄμωμον, “ καὶ ἀμύμονος ἕρκεος αὐλῆς” (Od. 22. 442). ἀφοπλίζει δὲ τοὺς ἀριστεῖς φλέξαι θέλων τὴν ναῦ〈ν〉, νῦν μὲν Τεῦκρον, ἑξῆς δὲ Αἴαντα.

[*](A+)

464. *ἐρύοντι] ἀντὶ τοῦ ἐρύοντος.

[*](B=)

405. χαλκοβαρής] ἐπὶ γὰρ τὸ χαλκωθὲν μέρος καταφέρεται τῷ βάρει.

[*](B-)

467. ἐπὶ μήδεα κείρει] τὸ ἑξῆς, ἐπικείρει· οὐκ ἐᾷ αὔξεσθαι· οἱονεὶ ἐπικόπτει τὰς βουλὰς ἡμῶν.

[*](6. γοῦν B: οὖν 8. παραβάτου ‖ 10. ὅτῳ etiam textus ‖ 13. δὲ pro γὰρ B ‖ 15. ὡς post ἵππων ut B: omisi 16, Ἄρεα ut B ‖ 26. ἐυστρεφέων textus ‖ 28. ἑρκίου ‖ 29. τὰς ναῦς B)
137

468. τε μοι βιόν] “ὅ τέ’ ἀντὶ τοῦ ὅστις· οἳ δὲ 〈ἀντὶ τοῦ) ὅνι· “ὅ τε με βροτοὶ οὔτι τίουσιν” (Od. 13. 129) ἀντὶ τοῦ ὅτι.

469. * νεόστροφον] τινὲς γράφουσιν “ἐύστροφον.”

470. πρώιον] ὅτι Ζηνόδοτος γράφει “πρῴην.” §. ἔμφασιν δὲ ἔχει [*](AB=) πλείονος χρόνου· τὸ δὲ “πρώιον” σημαίνει πρωίας. ἐν γὰρ τῇ κόλῳ [*](AB=) μάχῃ ἐν τῇ πρὸ ταύτης ἡμέρᾳ διερράγη ὑφʼ Ἕκτορος, “ῥῆξε δέ οἱ νευρήν (Il. 8. 328)· ὥστε εὔλογον, τῇ ἑξῆς ἡμέρᾳ πρωίας ἐμβαλεῖν τὴν νευρὰν ἐν τῷ τόξῳ.

*ἀνέχοιτο] δέχοιτο.

472. ταρφέας ἰούς] σὓς συνεχῶς βάλλεις κατὰ τῶν πολεμίων· οὐ [*](B=) γὰρ τῶν ἰῶν ἐπίθετον τὸ “ταρφέας.”

474. ἑλῶν —δέρυ] εὐψύχου τὸ ἀντιπαρατάσσεσθαι τῇ τύχῃ καὶ [*](Β=) μὴ ἀπολήγειν πρὸς τοὺς κινδύνους.

476. * ἀσπουδεί] ἀκμητί.

477. μνησώμεθα χάρμης] μὴ προώμεθα τὴν μάχην.

480. κρατὶ δʼ ἐπʼ ἰφθίμῳ] ὅτι οὐκ εἶχον κόρυθας οἱ τοξόται. καὶ [*](A=) ἐπὶ τῶν Λοκρῶν “οὐ γὰρ ἔχον κόρυθας χαλκήρεας” (Il. 13. 714).

482. * ἀκαχμένον ὀξέι χαλκῷ] τὴν ἀκὴν ὀξεῖαν ἔχον.

484. βλαφθέντα] βεβλαμμένα τῆς τῶν τόξων χρήσεως.

[*](B=)

489. Διόθεν] ἀναγκαίως τὸ “Διόθεν,” ἵνα τοὺς μὲν ἐπιρρώσῃ, τοὺς [*](Β=) δὲ περιδεεῖς καταστήσῃ. τῇ οὖν ἀπὸ θεῶν ἐλπίδι ἀνεγείρει τὸν στρατόν.

490. ἀλκή] ἡ νίκη, ὅταν κατὰ προαίρεσιν θεοῦ γίνηται, φανερά [*](Β-) ἐστιν. εἶπε δὲ αὐτῷ Ἀπόλλων “ θάρσει νῦν· τοῖόν τοι ἀοσσητῆρα Κρονίων” (254) καὶ Ἶρις “εἰσόκε νῆας” (Il. 11. 208).

491. ὁτέοισιν] πλεονασμὸς τοῦ ε· οἳ δὲ τοῦ τέοισι πευστικοῦ ἀναφορικὸν τὸ “ὁτέοισιν.”

ὁτέοισιν] τρίτη ἀπὸ τέλους ἡ ὀξεῖα· ἀπὸ γὰρ τοῦ ὅτοισίν ἐστιν.

[*](A+B=)

492. * ὅτινας] ἀπὸ τοῦ ὅτις ἀναφορικοῦ, ὃ καθʼ ἓν μέρος λόγου [*](B-) ἐστίν· τινὲς τὸ ο ἀντὶ τοῦ πληθυντικοῦ.

*οὐκ ἐθέλῃσιν] ἀντὶ τοῦ μὴ θέλῃ.