Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

421. * δαλός] οἱ νεώτεροι Ἴωνες δαυλός.

425, 6. Τρῶες καὶ Λύκιοι—μὴ δή πως] ἀπὸ τοῦ διηγηματικοῦ ἐπὶ τὸ μιμητικόν. §. περισσὸς δὲ ὁ “πώ.” οὐ γὰρ προστάσσει νῦν μὲν μένειν, ὕστερον δὲ ὑποχωρῆσαι.

[*](B=)

426. στείνει] τῷ μεταξὺ τῶν νεῶν καὶ τῆς τάξεως τῶν ἵππων [*](B=) στενῷ τόπῳ.

[*](3. τοσοῦτον B: τοσούτων ‖ 3, 4. supplevi ex B ‖ 4. τάχα στάσει οὐ δυνάμει B ‖ 8. supplevi ex B ‖ 9. διεσκεύασται A ‖ 13. φυσώμενος B ‖ 20. τε Ἱ. || 23. συνέθλιψεν ἐνέλειψεν ‖ 24, 25. ‘schol. olim ad v. 417 per- tinebat cf. A; addita reliqua l. 25, 26, postquam loco motum est’ W || 29. τὸ μικτόν)
135

427. σαώσατε] ἔδει ‘σαώσωμεν.’ §. ἀντὶ τοῦ ἐκ 〈τοῦ〉 σκυλευ- θῆναι ῥύσασθε, ἵνʼ ἀβλαβῆ ἀπάξωμεν.

*μή μιν Ἀχαιοὶ τεύχεα συλήσωσι] ἀντὶ τοῦ αὐτοῦ, Ἀττικῶς.

[*](A+)

428. * ἀγῶνι] τῇ ἀθροίσει.

431. Κυθήριον] τινὲς διὰ τῶν β΄ ρρ· καὶ τοὺς Κυθηρίους δημότας Ἀττικῆς φασιν, οὓς μᾶλλον οἰκείους εἶναι Αἴαντι.

432. * Κυθήροισιν ζαθέοισιν] διὰ τὸ ἱερὸν εἶναι Κύπριδος.

438. Κυθηρόθεν ἔνδον] ἐκ Κυθήρων ἐπιδημοῦντα τοῖς ἡμῶν οἴκοις.

439. τοκεῦσιν] Ζηνόδοτος “τέκεσσιν·” οὐ πρέπει δὲ ταῖς ἡλικίαις. [*](A+B=) §. Αἴαντος δὲ ἐκ Χλειροβαφίας Φίλαιόν φασιν. §. ὅτι δὲ ἐτίμων οἱ παλαιοὶ τοὺς γονεῖς, 〈δῆλον ἀπὸ τοῦ λέγειν〉 “μεμνῆσθαι πατέρος [*](B=) καὶ μητέρος” (Od. 18. 267). οἳ δὲ ἐκ τούτων φασὶ καὶ ὁμομήτριον Αἴαντι Τεῦκρον εἶναι.

440, 1. ἰοὶ ὠκύμοροι] οἱ ταχέως τὸν μόρον πληροῦντες, “ὠκύμορος [*](B-) δή μοι, τέκος, ἔσσεαι (Il.18.95). §. “τόξον” (441)δὲ ἤτοι τὴν τοξικήν.

[*](AB+)

442. *ξυνέηκε] ἀντὶ τοῦ ἤκουσεν.

444. ἰοδόκον] προπαροξυτόνως τινὲς ‘τὸν δεχόμενον ἰούς,ʼ ξεινο- [*](A=) δόκον δὲ τὸν ξενίζοντα παροξυτόνως ἢ τὸν ξένους δοκεύοντα. 〈καὶ〉 Ἄτταλος δὲ παροξύνει.

*βέλεα] ἀντὶ τοῦ βέλος.

445. Κλειτόν] 〈ὀξυντέον〉 ὁμοίως τῷ ἐπιθέτῳ, ἐπειδὴ κόσμου ἐστὶ [*](A=) τὸ ἐπίθετον.

447. * ὃ μὲν πεπόνητο καθʼ ἵππους] καθʼ ἵππους εἶχε τὸ ἔργον.

448. * τῇ] λείπει ‘κελεύθῳ.’

449. Ἕκτορι καὶ Τρώε〈σ〉σι χαριζόμενος] ἀθετοῦνται οἱ τρεῖς [*](A+B-) (449—451). οἱ μὲν γὰρ ἐπίκουροι δεόντως ἂν λέγοιντο χαρίζεσθαι Ἕκτορι, ὡς Πάνδαρος “ἡγεόμην Τρώε〈σ〉σι, φέρων χάριν Ἕκτορι δίῳ” (Il. 5. 211). ἀνοίκειον δέ φησιν ὁ Ἀρίσταρχος ἐπὶ πολίτου τὸ “Τρώε〈σ〉σι χαριζόμενος.” καὶ διὰ τὴν πληγὴν ἀθετητέος 〈ὁ στίχος〉. πῶς γὰρ ἡνίοχος ὧν ὄπιθεν βάλλεται “αὐχένι γάρ οἱ ὄπισθεν” (451); ἄτοπον γάρ ἐστι τὸ ἀπεστραμμένους εἶναι τοὺς δίφρους· ἐπρηνίσθησαν γὰρ 〈ἂν〉 οἱ παραβάται μόνον κινηθέντων τῶν [*](2. ῥύσασθε ἵνʼ scripsi: ῥύσασθαι ‖ 5. Κυθηρεῖς ‖ 9. τοκεῦσιν textus: τό- κοισιν ‖ Ζηνόδοτος etiam A: Ἀρίσταρχος B ‖ 10. δὲ ἐκ scripsi: γὰρ ἐκ ‖ ante Αἰ. γὰρ lacunam statuit || Χειροβαφίας corruptum ‖ 11. supplevi ex B ‖ 18, 21. supplevi ex A ‖ 27. φέρων χάριν B: χάριν φέρων ‖ 28. δὲ B: τε ‖ 29, 30. supplevi ex B ‖ 31. γάρ ἐστι B: γρ. (=γράφουσιν) αἱ Ἀριστάρχου)

136
ἵππων εἰς τὴν πτέρναν ἑστῶτες τοῦ δίφρου. ποία τεχρεία τοῦτονπονεῖσθαι περὶ τοὺς ταρασσομένους τῶν πολεμίων ὅθεν ὑπονοεῖ ὁ Ἀρίσταρχος μετενηνέχθαι τοὺς στίχους. ῥητέον δὲ πρὸς ταῦτα, ὅτι χαρίζεται Ἕκτορι ἴσως καὶ αὐτὸς ὡς 〈ἐπίκουρος〉· Δαρδάνιος 〈γὰρ ἦν〉· φησὶ γοῦν περὶ Εὐφόρβου τοῦ ἀδελφοῦ Πολυδάμαντος, “Δάρδανος ἀνὴρ ανθοίδης” (Il. 16. 807) ἐπίκουρος ἦν. καθʼ Ὅμηρον γοῦν ἄλλη ἐστὶν ἡ Τροία καὶ ἡ Δαρδανία. πῶς δὲ οὐκ εἰκὸς ἐπαινεῖν αὐτὸν τῆς προ- θυμίας, ὅπου μόνος ἐπιβαίνων τῷ δίφρῳ δίχα παραιβάτου πολεμεῖ ὡς Αὐτομέδων· “ὅκιθεν” δὲ βάλλεται ἴσως στραφείς· ποικίλη γὰρ ἡ κίνησις τοῦ πολέμου, ὡς καὶ αὐτός που φησὶν “ἠμὲν ὅτῳ στρεφθέντι [*](B-) μετάφρενα γυμνωθείη” (Il. 12. 428). §. τὸ “ἔμπεσεν” (451) ἀντὶ τοῦ διῆλθεν, ὡς τὸ “αἰχμὴ δʼ ἐξελύθη παρὰ νείατον ἀνθερεῶνα” (Il. 5. 293). αὐχένα γὰρ ὁ ποιητὴς τὴν πᾶσαν περιφέρειαν τοῦ τραχήλου φησίν. ἀντιπρόσωποι οὖν ἐμάχοντο. εἰ δὲ λέγοις ‘καὶ πῶς ὠρέγοντο ἀλλήλων, μεσολαβούντων τῶν ἵππων;ʼ καὶ Διομήδης τὸν ἑπταπέ- λεθρον Ἄρη τέτρωκεν (Il. 5. 858, cf. 21. 407).

[*](A+)

450. * ἱεμένων] γράφεται καὶ “ἱεμένῳ.”

451. * αὐχένι] ὅτι αὐχὴν πᾶς ὁ τράχηλος.

*ὄπισθε] Ἀριστοφάνης “πρόσθε” γράφει· καὶ ἔστι μᾶλλον εὔλογος ἡ γραφή.

[*](B=)

453. ἄναξ δʼ ἐνόησε] ὁ ἄναξ τῶν ἵππων ἐναντίος ὑπήντησεν αὐτοῖς δίχα ἡνιόχου ἀπιοῦσιν.

456. εἰσορόωντα] ἢ φυλάσσοντα τοὺς ἵππους ἢ ἑαυτόν.