Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

400. * ἐνθάδε] 〈τὴν〉 ἐν τόπῳ νῦν δηλοῖ σχέσιν.

401. *ποτί] πρός.

*τερπέτω] τῷ φαρμάκῳ.

[*](B=)

402. σπεύσομαι] ταχυνῶ, ἐνεργῶς πορεύσομαι.

[*](1. κόμην Eust.: μάχην ‖ supplevi ex B 2. τὸ ξυστὸν scripsi: ἄξυλον 5. γῆς συμπολεμοῦντας B ‖ 7. ἐπεὶ καὶ scripsi cf. B: ἔτειτα γὰρ καὶ ‖ 8. ἔκειτο B: κειμένοις ‖ 9. ἀγάγῃ B ‖ 11. ἐρευνῶν μεταβ. B || 13. δεηθῇ B ‖ 17. λόων Nauck, λοέων coni. Bekker: λούων ‖ γοῦν pro γὰρ Bekker ‖ 20. ποτι- τέρπετο ‖ 21. supplevi ex B ‖ 22. ἔχει θελκτήρια schol. Aesch. Prom. 378)
133

403. τίς δʼ οἶδ᾿, εἴ κεν οἱ] δῆλός ἐστι κεχειρωμένος τοῖς λόγοις [*](B=) Νέστορος (Il. 11. 792), διʼ ὧν αὐτοὺς ἐπὶ μνήμης ἄγει. §. παρέ- κει δὲ ὁ “κέν.” §. “σὺν δαίμονι” δέ, ἐφαψαμένου θεοῦ.

404. ἀγαθὴ δὲ παραίφασις—ἑταίρου] 〈ἡ〉 ἐξ ἑταίρων γινομένη [*](B=) παραμυθία ἀγαθή, οὐχ ἡ δυνάμει ῥητορείας. διὸ οὐδὲ Νέστωρ ἀλλʼ οἱ φίλοι πρεσβεύουσιν ἐν ταῖς Λιταῖς.

405. τὸν μὲν ἄρʼ ὣς εἰπόντα πόδες φέρον· αὐτὰρ Ἀχαιοί] 〈ἔδει〉 [*](B=) τὸ ἑξῆς παραγαγεῖν, ὅτι 〈ὁ Πάτροκλος〉 παρίστατο τῷ Ἀχιλλεῖ (cf. Il. 16. 2)· ἀλλὰ τὸ διάστημα τῆς ὁδοῦ μέσην ἔχει τὴν μάχην.

πόδες φέρον] ὅτι οἱ πόδες αὐτὸν ἔφερον, οὐκ αὐτὸς τοὺς πόδας. [*](AB=) §. πρὸς Ζηνόδοτον 〈ἡ〉 ἀνα〈φορά, ὅτι〉 γράφει “ῥίμφ᾿ ἑὰ γοῦνα φέρει” [*](A=) (Il. 6. 511).

406. Τρῶας ἐπερχομένους μένον] εἰκότως ἰσόρροπος ἡ μάχη· οἳ μὲν [*](B=) γὰρ ἐλπίδι τοῦ νικᾶν ἐφράξαντο, οἳ δὲ ἀπογνώσει σωτηρίας ἑστᾶσιν.

407. * παυροτέρους περ ἐόντας] ὅτι συμμάχοις ἐλάσσους Ἑλλή- [*](A+B~) νων· οἳ δὲ ἀσθενεστέρους.

408. * ποτέ] ἀντὶ τοῦ ἐν τῷ μέρει τῆς ἡμέρας ταύτης.

409. *ῥηξάμενοι] διαστήσαντες.

*μιγήμεναι] πλησιάσαι.

410. ἀλλʼ ὥς 〈τε〉 στάθμη] πρὸς τὸ ἀκριβὲς τῆς ἰσότητος. ἐν [*](A~B-) ἄλλοις μὲν ταλασιουργὸν παρέλαβεν, “ἥ τε σταθμὸν ἔχουσα καὶ εἴριον ἀμφὶς ἀνέλκει” (Il. 12. 434), νῦν δὲ ὑπὸ τέκτονος ἐμπείρον ἐξιθυνόμενον ξύλον πρὸς τὴν στάθμην· δυνατῶς δὲ πάντα φράζει.

*ὥς τε στάθμη δόρυ νήιον ἐξιθύνει] τοῦ γὰρ νηίου εἴ τις οὐκ ἀκρι- [*](B=) βώσει τὴν ἰσότητα, κινδυνεύ〈σ〉ει ἑτεροβαροῦς γινομένης τῆς νηός.

411. * τέκτονος ἐν παλάμῃσι δαήμονος, ὅς ῥα τε πάσης 〈εὖ εἰδῇ σοφίης〉] σημαίνει γὰρ ἄλλον τέκτονα.

412. εὖ εἰδῇ σοφίης] ἀντὶ τοῦ τέχνης· διό φασι μὴ εἶναι Ὁμήρου [*](A~B+) τὴν Ὀδύσσειαν, διὰ τὸ μὴ εἶναι ἐκεῖ σοφίαν· πᾶσαν δὲ τέχνην οὕτω καλοῦσι, σοφοὺς 〈δὲ〉 τοὺς τεχνίτας καὶ τὸν κιθαρῳδὸν σοφισ- τὴν Σοφοκλῆς (fr. 820 N.) καὶ τὸν ῥαψῳδὸν Εὔπολις (fr. 447 Κ.), οἱ δὲ φιλόσοφοι σοφίαν 〈ἐπιστήμην〉 εἶναι θείων καὶ ἀνθρωπίνων καὶ τῆς περὶ ἑκάτερον αἰτίας. §. ὑποθημοσύναις δὲ ταῖς διδασκαλίαις.

[*](B=)[*](4. supplevi ex A ‖ 7, 8. supplevi ex B ‖ 11. supplevi ex A ‖ ῥίμφʼ ἑὰ A: ῥίμφα ἑ || 13. ἰσορροποῦσιν οἳ B ‖ 21. τάλαντα ἕλκουσαν ἔλαβεν B ‖ 25. suppl. ‖ 27. an δαήμονα τεκτονικῆς pro γὰρ ἄλλον τέκτονα? cf. εὖ εἰδῇ σοφίης] ἔμπειρος ᾖ τεκτονικῆς A D ‖ 31. Εὔπωλις || 32. suppl. ex. B)
134
[*](A=)

*εὖ εἰδῇ σοφίης] ὅτι ἅπαξ ἐνταῦθα σοφίαν ὠνόμασε, καὶ οὐ τὴν λογικὴν ἀλλὰ τὴν τεκτονικὴν τέχνην.

[*](B=)

413. 〈ἐπὶ〉 ἶσα μάχης τέτατο] πῶς ἴσοι τοσοῦτον πρότερον τῶν Τρώων 〈ὑπερεχόντων〉; ἢ τάχα τὴν στάσιν, οὐ τὴν δύναμιν· οἳ μὲν γὰρ ἀπὸ τῶν νεῶν, οἳ δὲ ἀπὸ τῶν ἀρμάτων.

[*](B=)

414. ἄλλοι δʼ ἀμφʼ ἄλλῃσι] δαιμονίως παρακελεύεται τῷ ἀκροατῇ μείζω τὰ ἔργα ἡγεῖσθαι τῶν λόγων, ὡς ἔνια δὲ καὶ ὑπερβαίνων αὐτὰ 〈ὑπο〉νοεῖν ἡμῖν δίδωσιν.

[*](A=)

* ὅτι ἐντεῦθεν ὁ ἐν τῇ τειχομαχίᾳ μεταπεποίηται στίχος (Il. 12. 175). §. 〈πύλαι ἀντὶ πύλης〉· ἀρέσκει γὰρ Ἀριστάρχῳ μίαν εἶναι πύλην.

[*](B=)

415. ἐείσατο] ὥρμησεν. ἀκέσασθαι δὲ τὴν ἧτταν θέλει, ὑπὸ τῶν θεῶν ἐπικουρούμενος.

416. *μιῆς περὶ νηός] ἴσως τῆς Πρωτεσιλάου.

*ἐδύναντο] ἀνθʼ ἑνικοῦ τοῦ ἐδύνατο.

[*](B=)

418. ἐπέλα〈σ〉σέ γε δαίμων] ὁ Ἀπόλλων ἢ ὁ Ζεύς. §. παρα- [*](B=) τήρει πάλιν τὴν προσθήκην, ὅτι τὴν ἐπὶ τὰς ναῦς παρουσίαν Ἕκτορος θεῷ ἀναφέρει.

[*](A-)

419. Κλυτίοιο] ὅτι οὗτος ὁ Κλυτίος ἀδελφός ἐστι Πριάμου. “Λαο- μέδων δʼ ἄρα Τιθωνὸν τέκετο Πρίαμόν 〈τε〉 Λάμπον τε Κλυτίον θʼ Ἱκε- τάονά 〈τ᾿ 〉, ὄζον Ἄρηος” (Il. 20. 237). διὸ καὶ ἑξῆς φησιν “Ἕκτωρ δʼ ὡς ἐνόησεν ἀνεψιόν” (422). ἀλλαχοῦ “καὶ Δόλοπα Κλυτίδην” (Il. 11. 302), υἱὸν Κλύτου, ἐπεὶ ἔδει Κλυτιάδην, εἰ μὴ συνέθλιψεν.

420. νῆα] τὴν ἀμφήριστον· προεῖπε γὰρ “τὼ δὲ μιῆς περὶ νηὸς ἔχον πόνον” (416). οὐ δεῖ οὖν γράφειν “νῆας.” §. ἀλλʼ οὐδὲ τὸ μέτρον ἐπιδέχεται “νῆας” γράφειν.