Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

373. ὄιος] τινὲς “οἰός,” ἐπεὶ ἀεὶ δισυλλάβως, πλὴν τοῦ “νῶτον ἔθηκ’ ὄιος” (Il. 9. 207). §. ἡ δὲ “κατά” πρὸς τὸ “καίων.”

374. καὶ κατένευσας] ἐνέγκαι εἰς τὴν οἰκίαν.

[*](B=)

καὶ κατένευσας] ἀμετάπτωτον ποιῶν τὴν ὑπόσχεσιν.

375. *τῶν] ἔδει ‘τῷ.’

Ὀλύμπιε] τινὲς 〈τὸν ἐν〉 Ὀλυμπίᾳ, 〈ἐπεὶ〉 πλησίον Πύλου Πίσα.

376. * οὕτω] ὡς νῦν.

*Ἀχαιούς] ἡμᾶς.

[*](B=)

377. μέγα δʼ ἔκτυπε] παιδευτικὰ καὶ ταῦτα 〈διὰ τὸ〉 ἐπιση- μαίνεσθαι τὸν θεὸν ἑνὸς ἀνδρὸς εὐχῇ· ἄκρως δὲ κεκράτηκε τῆς οἰκο- νομίας ὁ ποιητής. τὸ μὲν γὰρ μηδὲν ἐπιγενέσθαι τῷ πρεσβύτῃ σημεῖον ἀπίθανον, τὸ δὲ κατανεύειν ἤδη ἐναντίον· ὁ γὰρ μηδὲ Ἥρᾳ πειθόμενος ἀλλὰ φυλάττων τὴν πρὸς Θέτιν ὑπόσχεσιν πῶς ἂν [*](A+) ταχέως ἐπείσθη Νέστορι, §. Ζηνόδοτος δὲ γράφει μέγα δʼ ἔκλυε.”

378. ἀράων ἀίων] οὐ γὰρ ἐξολώλασιν Ἕλληνες ἀλλʼ ἐνόστησαν.

379. *τὸ “ὡς” ἀντὶ τοῦ ἐπεί. §. πρὸς αὑτῶν δὲ οὗτοι τίθενται τὸ ἀγαθόν.

[*](16. ἐπεὶ ἀείδει συλλάβως: corr. Bekker ‖ 16, 17. νῶτον δʼ ἔ. ‖ 21. sup- plevi ‖ Ὀλυμπιὰ || suppl. ‖ 25. supplevi ex B ‖ 26. εὐχῇ B: εὐχὴν || 27. μὴ δʼ B)
131

381. ὥς τε μέγα κῦμα] ἀεὶ ἑαυτὸν παρευδοκιμεῖ ὁ ποιητὴς ταῖς [*](B=) ὁμοιώσεσιν· τί γὰρ ἐναργέστερον ἢ ἐμφαντικώτερον ἢ καθάπαξ συμ- φωνότερον ταύτης τῆς εἰκόνος; χειμῶνι μὲν τὸν κίνδυνον εἰκάζει, σκάφει δὲ τὸ τεῖχος, τοὺς δὲ μετὰ βοῆς ἐπιόντας κύμασιν· οἱ δὲ Τρῶες ὑπερέβησαν τὸ τεῖχος ὡς κύματα ναῦν. §. τὸ δὲ “εὐρυπόροιο” [*](B=) ἀντὶ τοῦ μεγαλοπόρου, ἀναπεπταμένης· μείζονα γὰρ τὰ ἐν 〈τῇ〉 τοι- αύτῃ θαλάσσῃ κύματα.

382. * νηὸς ὑπὲρ τοίχων καταβήσεται] ἀντὶ τοῦ ὑπὲρ τοὺς τοίχους. §. ὑψηλότερον γενόμενον τὸ κῦμα τῶν τοίχων τῆς νεώς.

[*](B-)

384. *κατὰ τεῖχος ἔβαινον] κατέβαινον τὸ τεῖχος.

385. ἵππους δʼ εἰσελάσαντες] πρὸς τὴν ἰδιότητα τῆς μάχης, ὅτι [*](A-) οἳ μὲν ἐπιβεβηκότες ταῖς πρύμναις, οἳ δὲ ἀπὸ τῶν ἵππων, ἵνα ἀφʼ ὕψους μάχοιντο· ἐσήλασαν δὲ τοὺς ἵππους διὰ τῆς ὑπὸ Ἀπόλλωνος γενομένης κελεύθου.

ἐπὶ πρύμνῃσι μάχοντο] ἰδίωμά φησιν Ἀρίσταρχος γεγενῆσθαι [*](B=) περὶ τὴν μάχην. τῶν γὰρ Τρώων ἐντὸς τοῦ τείχους γεγονότων οἱ Ἕλληνες ἐπὶ τῶν πρυμνῶν μάχονται· διὸ Τρῶες, ὅπως ἀπὸ ἴσου βάλλωσιν ὕψους, ἀπὸ τῶν ἁρματείων δίφρων αὐτοὶ μάχονται, ὥστε ἀποστραφῆναι τοὺς ἵππους ὡς ἐπὶ τὴν Ἴλιον. ἔσονται δὲ καὶ οἱ ἡνί- οχοι ὡς ἐπὶ τὴν πόλιν τετραμμένοι, τὰ δὲ νῶτα δόντες τοῖς πολε- μίοις, οἱ δὲ παραβάται σκέποντες αὐτοὺς ἅμα καὶ μαχόμενοι· διὸ ὁ ἡνίοχος Πολυδάμαντος Κλεῖτος κατὰ τὸν αὐχένα βάλλεται (445).

386. αὐτοσχεδόν] αὐτόθεν, ἐκ τοῦ σύνεγγυς τόπου· τὴν γὰρ [*](B=) σύνεγγυς ἀντίστασιν σχεδίην καλοῦσιν. ἐκπλήσσων δὲ τὸν ἀκροατὴν νανμαχίᾳ ἅμα ἱππομαχίαν κατέμιξεν.

388. *ξυστοῖσι] λείπει δόρασιν.

389. ναύμαχα] εἰκὸς ἀπὸ Μίνωος πεπολιτεῦσθαι ναυμαχίαν παρ᾿ [*](B-) Ἕλλησιν· καὶ Ἀγαμέμνων “πολλῇσιν νήσοισι” ἦρχεν (Il. 2. 108). πεντηκόντεροί τε ἦσαν (Il. 2. 719)· ὅθεν οὐκ ἂν ναυσὶ φορ〈τ〉ηγοῖς μόναις ἐχρῶντο. πεφράχθαι δὲ αὐτὰς εἰκός, μὴ ἀνταναχθῶσιν οἱ Τρῶες. §. πεποίηται δὲ παρὰ τὴν μάχην, ὡς ἱπποκόμος παρὰ τὴν [*](A~B-) [*](2. τί sec.: τὸ pr. ut B ‖ 5. κύματα B: κῦμα ‖ 6. supplevi ex B ‖ 8, 9. τοὺς τοίχους D: τοῦ τείχους ‖ 11. ἰσότητα primitus scripserat pr. ‖ 14. κελευθέως sec. ‖ 16. Τρ. ἕως τοῦ B ‖ 18. βάλλοιεν ut B ‖ 22. Κλῖτος B ‖ 24. ἀκροατήν B: θεατήν ‖ 29. π. τὲ μόνον οὐκ ἂν ἦσαν ναυσὶ: corr. W ‖ suppl. sec. || 30. αὐτοὺς)

132
κόμην. ναυμάχος μὲν 〈οὖν〉 ὁ ἀνήρ, ὡς παμφάγος, ναύμαχον δὲ τὸ δόρυ τὸ ξυστόν.

[*](B=)

κολλήεντα] ὑπὸ βλήτρων· φησὶ γοῦν καὶ “κολλητὸν βλήτροισι” (678). οἳ δέ φασι μήπω γνωρίζεσθαι ναυμαχίαν· ὅπως δὲ ἀνα- στέλλοιεν τοὺς ἀπὸ γῆς ε〈ἴ〉ργοντας, τοῦτο ἐπετήδευσαν.

[*](B=)

στόμα] τὸ ἄκρον, παρὰ τὸ τμητικὸν εἶναι. δηλοῖ δὲ ὅτι οὐκ εἶχον κατʼ ἄμφω τὰ μέρη σίδηρον, ἐπεὶ καὶ σαυρωτῆρες προσῆσαν τοῖς καταπηγνυμένοις εἰς γῆν· ἀλλʼ ἐπὶ τῶν νεῶν ἔκειτο.

[*](B=)

390. Πάτροκλος δ᾿, εἵως μέν] ὅταν ἐπὶ τὰ ἄκρα ἄγῃ τὴν ποίησιν, τότε ταῖς μεταβάσεσι χρῆται συνεχῶς, τὴν προσοχὴν τῶν ἀκροατῶν συνάγων· μεταβαίνει οὖν ἐπὶ τὸν Πάτροκλον νῦν· ἐπὶ τούτῳ γὰρ καὶ διατρίβειν αὐτὸν παρὰ τῷ Εὐρυπύλῳ ᾠκονόμησεν, ὅπως ἐκ τῆς ὄψεως κινηθεὶς ἐντονώτερον Ἀχιλλέως δεηθείη. πῶς δὲ ἐπιλαθόμενος Ἀχιλλέως τοσοῦτον χρόνον διάγει; ἢ οὐ πολὺς μὲν ὁ χρόνος, τὰ δὲ γεγονότα ποικίλα ἐν ὀλίγῳ καιρῶ.

392. *ἀγαπήνορος] ὑπὸ τῶν ἀνδρείων ἀγαπωμένου.

393. καὶ τὸν ἔτερπε λόγοις] τινὲς “ἔτερπε λόων” —τοὺς γὰρ νοσοῦντας ἔλουον· φησὶ γὰρ “εἰσόκε θερμὰ λοετρὰ ἐυπλόκαμος Ἑκαμήδη θερμήνῃ” (Il. 14. 6)—ἄμεινον δὲ “λόγοις·” φησὶ γοῦν ἀπιὼν “ἀλλὰ σὲ μὲν θεράπων ποτιτερπέτω” (401). §. καὶ Μένανδρος [*](B=) “ἰατρός ἐστιν ὁ λόγος ἀνθρώποις νόσων· ψυχῶν 〈γὰρ〉 οὗτος μόνος ἔχει κουφίσματα” (fr. 23 M.). πρὸς τὸ μὴ συγκαταπίπτειν τῷ σώματι τὴν ψυχήν, ἀλλʼ ὑπερορᾶν τὸ βάρος τοῦ σώματος. §. καὶ Λητὼ καὶ Ἄρτεμις τὸν Αἰνείαν κυδαίνουσιν (Il. 5. 447).

[*](A+)

394. *ἀκήματα] διχῶς, καὶ “ἀκέσματα.”

*ἔπασσε] ἐπέπασσε.

395. *τεῖχος ἐπεσσυμένους] τὸ ἑξῆς, ἐπὶ τεῖχος ἐσσυμένους.

[*](A+)

398. *“ἔπος ηὕδα,” οὐ “προσηύδα.”