Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

344. τάφρῳ-ἐνιπλήξαντες] τὴν μετὰ δέους γινομένην ἄτακτον ἔμ- πτωσιν διὰ τῆς λέξεως ἐδήλωσεν· “ἕρκει ἐνιπλήξωσι” (Od. 22.469).

[*](B=)

345. δύοντο δὲ τεῖχος ἀνάγκῃ] δαιμονίως προσέθηκεν· οὐ γὰρ δι᾿ ἀνανδρίαν ἔπραξαν τοῦτο, ἀλλὰ διὰ τὴν ἀπὸ τῶν θεῶν ἀνάγκην.

[*](B=)

346—8. Τρώεσσιν ἐκέκλετο—νηυσὶν ἐπισσεύεσθαι—ὃν δʼ ἂν ἐγώ〈ν〉] βαρβαρικὴ ἡ ἀπειλὴ καὶ τὸ πρόσταγμα θρασύ, οὐχ ὡς ὁ Νέστωρ μουσικῶς καὶ πεπαιδευμένως φησὶν “ἀλλʼ ἄνδρας κτείνωμεν· ἔπειτα δὲ καὶ τὰ ἕκηλοι νεκροὺς ἂμ πεδίον συλήσετε” (Il. 6. 70). [*](B=) τὸ δὲ “νηυσὶν ἐπισσεύεσθαι” (347) ἀντὶ τοῦ ὡς ἐπὶ τὰς ναῦς ὁρμᾶν. λείπει δὲ τὸ λέγω· ἢ ἀπαρέμφατά εἰσιν ἀντὶ προστακτικῶν.

349. *αὐτοῦ] ὅπου ὁραθήσεται.

μητίσομαι] τὸ πρῶτον ἔσχατον ἔθηκεν· ὁ γὰρ ἀναιρεῖν ἐπι- βαλλόμενος προβουλευσάμενος τοῦτο ποιεῖ.

[*](B=)

οὐδέ νυ τόν γε—πυρὸς λελάχωσι] ἐντεῦθεν νόμος τὸν προδό- την μὴ θάπτεσθαι παρὰ τῶν νομοθετούντων ἐκινήθη.

[*](4. κλίσις scripsi cf. A: κρᾶσις || 5. supplevi ex B, ὅπερ μοι δοκεῖ A ‖ 6. Ἀχιλλῆ ‖ 8. προαγωνισταῖς B ‖ supplevi ex B ‖ 12. φασιν W: φησιν ‖ 13. οὕτως W: οὗτος ‖ τούτῳ: corr. Bekker ‖ 18. φονεύοντες ‖ 28. λέγω B: λέγων ‖ 29. ὁραθῆναι ‖ 30. μητίσσομαι)
129

351. ἐρύουσι] τρίτη ἀπὸ τέλους ἡ ὀξεῖα ἐν τῷ “ἐρύουσι.” ἐνεστὼς [*](A+B=) γάρ ἐστιν ἀντὶ μέλλοντος.

352. κατωμαδόν] κατὰ τῶν ἰδίων ὤμων, ἀφʼ οὗ τὸν βάρβαρον καὶ [*](B-) μετὰ θυμοῦ παριππεύοντα δηλοῖ. παρὰ τοῦτο τὸ “〈ὅσσα δὲ δίσκου οὖρα〉 κατωμαδίοιο πέλονται” (Il. 23. 431).

ἤλασεν ἵππους 〈κεκλόμενος Τρώεσσιν ἐπὶ στίχας] ἤλαυνεν ἐπὶ [*](B=) στίχας τοὺς ἵππους, Τρωσὶ κεκλόμενος. πῶς δὲ ἤλαυνε καὶ ἐπολέμει;

354. ὁμοκλήσαντες ἔχον—ἵππους] τοῖς ἵπποις δηλονότι.

356. ὄχθας καπέτοιο] τὰς ἀνασκαφὰς τῆς τάφρου. “καπέτοιο” [*](B-) δὲ καὶ “〈σκα〉πέτοιο.” Ἀργεῖοι δὲ οὕτω τὴν τάφρον ὠνόμαζον.

357. γεφύρωσεν 〈δὲ κέλευθον〉] κυρίως τὸ ἐκ ξύλων γεγομφω- μένον γέφυρα. §. ἐν βραχεῖ δὲ ἔδειξε τὸ ἔργον τοῦ θεοῦ.

358. * ὅσον τʼ ἐπὶ δουρὸς ἐρωή] ὅσον ἐστὶ βολὴ δόρατος.

359. ὁππίτʼ ἀνὴρ σθένεος πειρώμενος 〈ᾗσιν〉] εὖ τὸ μὴ ἀπλῶς [*](B=) ἀκοντίζοντα παραλαβεῖν ἀλλὰ καὶ τῆς ἑαυτοῦ ἥβης ἀποπειρώμενον, ὥστε ἐπὶ πλέον ἐξικέσθαι.

ᾗσιν] δασυντέον· ἐπεκτέταται γὰρ τὸ ᾗ, ὅπερ ἡ συνήθεια μετὰ [*](A+) προθέσεώς φησιν ‘ἀφῇ.ʼ

360. * φαλαγγηδόν] ὡς ὁμιλαδόν· προηγεῖτο δὲ αὐτῶν Ἀπόλ- λων,

362. ῥεῖα μάλʼ, ὡς ὅτε τις] καὶ πῶς τοῖς θεοῖς πολλοῦ ἐδέησε πρὸς παντελῆ ἀφανισμόν; §. διαναπαύουσι δὲ τῶν πόνων οἱ παρα- [*](B=) βολαί. καὶ ταπεινὴ μὲν ἡ εἰκών, ὅμως πᾶσι γνωστή. §. ἀπὸ κοινοῦ [*](B=) δὲ τὸ “συνέχε〈υ〉ε” (304).

363. ἀθύρματα] πιθανῶς παίγνιά φησι τὰ δώματα τῶν νηπίων.

[*](B=)

364. * συνέχευε] συνέχεεν· οὐ γὰρ ἐκ λίθων ἦν, ἵνα εἴπῃ ‘κατ- έβαλεν.ʼ

ποσὶν καὶ χερσὶν ἀθύρων] ὅλῳ γὰρ ἐφάλλεται τῷ σώματι. [*](B=) §. χρὴ δὲ ἐπὶ τὸ “χερσίν” διαστείλαντα πρὸς βραχὺ ἐπάγειν καθ᾿ [*](B=) αὑτὸ τὸ “ἀθύρων,” ἵνʼ ᾖ τοῦ ὅλου ἐπεξήγησις· εἰ γὰρ συνάψομεν, ἔσται ἀθύρειν τὸ πατεῖν ἀκύρως.

365. ἤιε] Ἀρίσταρχος δασύνει, παρὰ τὴν ἕσιν τῶν βελῶν· ὁ δὲ [*](A+B-) Ἡρωδιανὸς ψιλοῖ· ἀεὶ γὰρ τὸ η πρὸ φωνήεντος ψιλοῦται. οἳ δὲ [*](1. ὀ. ἐπὶ τὸ ἐρύουσι A ‖ 10. suppl. W ex Herodian. II 530 L. || 14. ἆν ante ἀνὴρ omisi ‖ 17. ἥσει δ. ‖ 22. τῶν πόνων B: τὸν πόνον ‖ 30. συνάψομεν B: συνάψαιμεν)

130
παρὰ τὴν ἴασιν ἢ παρὰ τὸ ἰέναι· ἥλιος γάρ. ἔστι δὲ περιπαθὴς ἡ ἀναφώνησις καὶ ἐμφαντικὴ τῆς δυνάμεως τοῦ θείου.

367. *ἐρητύοντο] τῆς ὁρμῆς ἐπείχοντο.

[*](B=)

369. εὐχετόωντο] δυστυχίας ἐπίτασις καὶ σωτηρίας ἀπόγνωσις εὐχὴ θεῶν. πιθανῶς δὲ τὰς τοῦ πλήθους ἐν κεφαλαίοις εἶπε, τὴν δὲ τοῦ εὐσεβεστάτου διεσάφησε καὶ ἐξειργάσατο Νέστορος. §. ἀπὸ μετοχῆς δὲ εἰς ῥῆμα· “τιτυσκόμενοι λάεσσί τʼ ἔβαλλον” (Il. 3. 80).

371. χεῖρ᾿ ὀρέγων] οὐ “χεῖρα,ʼ ἀλλὰ “χεῖρε” δυικῶς. § [*](B=) “ἀστερόεντα” δὲ οὐ τὸν τότε, ἀλλὰ τὸν φύσει ἀστερόεντα.

[*](B=)

372. ἐν Ἄργεῖ] Ἄργος ὅλην τὴν Ἑλλάδα. §. περισσὸς δὲ ὁ [*](B-) “πέρ,” ὡς “φυγόντι περ αἰπὺν ὄλεθρον” (Od. 17. 47). §. [*](B=) πιθανὸν δὲ τὸ μὴ ὑπὲρ ὧν αὐτὸς ἔθυσε σωτηρίαν αἰτεῖν· οὐ γὰρ ὑπὲρ ἑαυτοῦ δέδοικεν, ἀλλʼ ὑπὲρ ἀπάντων· διὰ τοῦτο τὴν κοινὴν εὐσέβειαν προβάλλεται.