Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

23. ἀπὸ βηλοῦ] βαθμοῦ, παρὰ τὸ βήσω, Κράτης δὲ ὡς ἥλου. οὐ παράδοξον ἐν οὐρανῷ βηλὸν εἶναι, ὅπου καὶ πύλαι εἰσίν.

[*](B=)

24. * ὀλιγηπελέων] ὀλίγον ἔχων τὸ πέλειν.

[*](AB-)

θυμὸς ἀνίει] Ἀρίσταρχος “θυμόν·” τινὲς δὲ “θυμός” ἀντὶ τοῦ ὀργή· ἀμείνων δὲ ἡ Ἀριστάρχου γραφή· ἔστι γὰρ Ὁμηρικὴ ἡ φρά- σις· “οἳ σʼ ὠτειλὴν αἷμʼ ἀπολικμήσονται” (Il. 21. 122).

[*](B-)

25. * ἀζηχής] σκληρά, ἀπὸ τῆς ἄζης, ἥ ἐστι ξηρασία ἐναντία τοῖς θάλλουσι φυτοῖς, οἳ δέ, συνεχὴς καὶ ἄπαυστος· λέγει δὲ ἴσως τὴν διὰ τὴν ἀπάτην ὀργήν.

26. τὸν σὺ ξὺν Βορέῃ] ἴσως, ἐπεὶ τοὺς υἱοὺς αὐτοῦ ἀνεῖλεν Ἡροκλῆς. §. ἄδηλον δὲ πότερον Ἥρα καὶ Βορρᾶς ἀνέπεισαν τὰς [*](B+) θυέλλας, ἢ Ἥρα ἅμα Βο〈ρ〉ρᾷ καὶ τὰς θυέλλας ἔπεισεν. §. τὸ δὲ [*](A=) “τιθοῦσα” ὡς δραμοῦσα τονιστέον.

[*](A=B-)

27. 〈ἐπʼ〉 ἀτρύγετον 〈πόντον〉] ἄβυσσον, τρύγα μὴ ἔχοντα, ἢ ἄκαρπον παρὰ τὴν τρύγην, ὡς Εὐριπίδης, ἀκάρπιστα πεδία λέγων τὴν θάλασσαν (Phoen. 210). καὶ οἳ μὲν τὸ Μυρτῷον, οἳ δὲ τὸ Αἰγεῖον, οἳ δὲ ὑπὲρ τὴν ἄκρατον θάλασσαν. τινὲς δέ φασιν ἐπὶ Πελλήνην κατὰ Γιγάντων ἀπιόντα Ἡρακλέα πλανηθῆναι.

28. *Κόωνδε εὖ ναιομένην] ἢ διὰ τὸ ὄνομα, ἢ διὰ τὴν πρὸς ἀλλή- λους ὁμόνοιαν, ἥτις δυσεπίβατονξένοις ἐποίει τὴν νῆσον· ἢ πολύανδρον.

29. ἀνήγαγον αὖτις] πλεονάζει Ἀττικῶς ἡ ἀνά, ὡς “ἡμεῖς μὲν στεινωπὸν ἀνεπλέομεν” (Od. 12. 234) καί “ἐκ Τροίης ἀνιόντα” (Od. 10. 332). §. οἳ δὲ γράφουσιν “ἀπήγαγον αὖτις.”

30. *ἐμφαίνει, ὅτι καρτερὰν μάχην ἐνίκησεν.

[*](A+)

31. ἀπολήξῃς] διʼ ἑνὸς λ ὀρείλει γράφειν.

[*](B=)

* οὐκ εἶπεν ἀπατώμενος αὐτὸς παύσεσθαι, ἀλλὰ παύσειν αὐτήν, τὴν ἁμαρτίαν τὴν ἑαυτοῦ ἐπʼ ἐκείνην τρέπων.

22."*δῃς] “ἴδῃ χωρὶς τοῦ σ.

[*](A+)

33. *οὐδὲ παρὰ τοῖς περὶ Ζηνόδοτον ἦν· καὶ μήποτε περισσός ἐστιν.

[*](3. ἤλου Eust., ἤλω || 5. ἐχόντων τοῦ π. ‖ 6. ἀνίη ‖ 13. βορέας B, βορέης ‖ 14. ἔπεισεν B; ἔπεισαν ‖ 16. ἔχοντα B: ἔχουσαν ‖ 19. ἄκρατος W: εὔκρατος ut A || 20. Πελλήνην A: Παλήνην || 23. ἢ ante πλ. omisi ‖ 27. iteratur *διʼ ἑνὸς λ ὀφ. γρ. ‖ 28. πιύσεσθαι BekRer: παύσασθαι ‖ 29. τὴν ἑαυτοῦ ἁμ. B ‖ 31. οὔτε: corr.)
105

36."ἴστω νῦν τόδε γαῖα] κατὰ τῶν προγόνων ἢ τῶν ὁμοιογενῶν ὄμνυσι [*](B=) στοιχείων· τὸ γὰρ οὐράνιον πῦρ αἰθέρα καλεῖ ὁ ποιητής. διὰ τριῶν ἦν γὰρ ἔθος ὀμνύειν, ὡς Δράκων ἔταξε, Δία Ποσειδῶνα Ἀθηνᾶν· οἳ δὲ Δία Ποσειδῶνα Δήμητρα, ὡς Δημοσθένης ἐν τῷ 〈κατὰ〉 Τιμοκράτους (§ 151 p. 733 S.). καὶ ὁ ποιητὴς “Ζεῦ 〈τε〉 πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον” (Il. 2. 371) καὶ “Ζεὺς— ξενίη τε τράπεζα ἱστίη τʼ Ὀδυσῆος〉” (Od. 14. 158).

*τόδε] τοῦτο, περὶ οὗ ὁ ὅρκος ἐτέτακτο.

[*](B=)

38. *δεινότατος] σεβάσμιος· “δεινή τε καὶ αἰδοίη θεὸς ἔνδον” [*](B=) (Il. 18. 394).

39. νωίτερον λέχος] συμπαθῶς δελεάζουσα τῆς ἐκ παίδων μίξεως [*](B-) ὑπέμνησεν, “ὅτε πρῶτον—〈ἐ〉μισγέσθην φιλότητι” (Il. 14. 295). εἰς ὁμόνοιαν δὲ ἄνδρας καὶ γυναῖκας καλῶν ὁ ποιητὴς σεμνύνει τὴν κοινωνίαν, ὅρκον αὐτὴν μέγιστον ποιῶν. ὁ μὲν οὖν Ζεὺς φιλότητα καὶ εὐνὴν ὠνόμασεν (32), ἣ δὲ σεμνοτέραις ταῖς προσηγορίαις χρῆται οὐκ ἀξιοῦσα ἐκφαυλίζειν τὴν κοινωνίαν. διὸ καὶ προσέθηκε “τὸ μὲν οὐκ ἂν ἐγὼ —μὰψ ὀμόσαιμι” (40), ἀξιοπιστίαν προσφέρουσα τῷ λόγῳ· ὅθεν καὶ ἐμειδίασεν ὁ Ζεύς (47).

41. μὴ διʼ ἐμὴν ἰότητα] ἐσοφίσατο τὸν Δία, οὐ περὶ ὧν 〈κατη- γορεῖ〉 ἀπολογουμένη —τῆς ἀπάτης —ἀλλὰ διʼ ὃ χολᾷ τούτου ἑαυτὴν ἀλλοτριώσασα· καὶ μειδιᾷ Ζεύς (47). §. τὸ δὲ “μή” ἀντὶ τοῦ οὐ.

[*](A+)

44. τειρομένους δʼ ἐπὶ νηυσί] ἔλεον ὑπὲρ Ἑλλήνων κινεῖ καὶ [*](B=) ὑπεραπολογεῖται Ποσειδῶνος.

45. παραμυθησαίμην] παραινέσαιμι· συνωνυμεῖ γὰρ μῦθος καὶ [*](B=) αἶνος. τοσοῦτον ἀπέχω, φησί, τοῦ ἐναντιοῦσθαί σοι, ὥσ〈τε〉 κἀ- κείνῳ παραινεῖν. §. “καὶ κείνῳ·” ἐκ πλήρους ἐστὶν ὁ “καί,” ὡς καὶ αὐτῆς ἐπακολουθησάσης τοῖς Διὸς βουλήμασιν.

[*](A+)

46. * τῇ ἴμεν ᾗ κεν δὴ σὺ —ἡγεμονεύῃς] ταύτῃ πορεύεσθαι, ᾖ ἂν κελεύῃς σύ, καὶ ἐν παντί σοι ἡγεμόνι χρῆσθαι.

47. μείδησεν] ἢ διὰ τὸ λέχος ἢ διὰ τὸ ἀπολογήσασθαι καὶ ὑπὲρ [*](B-) Ποσειδῶνος ἢ διὰ τὸ ἰδεῖν αὐτὴν δείσασαν καὶ τὰ θυμήρη αὐτῷ ἐπαγγελλομένην· ἐνήργει δὲ ἄρα ὁ κεστός.

49. * εἰ μὲν δὴ σύ γ᾿ ἔπειτα] ἐκ παραλλήλου τὸ “ἔπειτα [*](B=) ἀντὶ τοῦ δή· “δὴ τότʼ ἔπειτʼ ἄνεμος μέν” (Od. 5. 391).

[*](3. ὀμνύναι B || 4. Δήμητραν ut B ‖ 7. supplevi ex B ‖ 14. αὐτὸν B ‖ 16. μὴ θέλουσα B || 25. supplevi ex B || 34. καὶ τότʼ codd. Od.)
106
[*](A-)

βοῶπις] οἳ μὲν “βοῶπι,” Ἀριστοφάνης δὲ “βοῶπις·” καὶ [*](B=) ἔστιν εὐφραδέστερον. §. τὸ δὲ “φρονέουσα” ἀντὶ τοῦ ὁμονοοῦσα. §. τὸ δὲ “καθίξοις” (50) ἀπὸ μέρους ἀντὶ τοῦ εἴης. §. γράφεται [*](A+) καὶ “ἐν ἀθανάτοισι.”

[*](B=)