Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

307. μακρὰ βιβάς] οὕτω τινές, ἐπεὶ καὶ “ὕψι βιβάντα” (Il. [*](A+) 13. 371) φησίν· ἄλλοι δὲ “βιβῶν” γράφουσι καὶ περισπῶσιν· Ζηνόδοτος δὲ “βοῶν” γράφει, ἐπεὶ καὶ ἑξῆς φησιν “ἐπὶ δʼ αὐτὸς ἄυσε μάλα μέγα” (321).

309. ἀμφιδάσειαν] οἳ μὲν ἀμφίμαλ〈λ〉ον, οἳ δὲ κύκλῳ δασεῖαν [*](A+B=) διὰ τοὺς θυσάνους. §. προπαροξυντέον δέ, εἴτε σύνθετόν ἐστι εἴτε [*](A~B=) παρασύνθετον.

312. *ἀολλέες] λείπει γεγονότες.

ὦρτο δʼ ἀυτή] πανταχόθεν τὴν ἐνέργειαν ηὔξησεν, ἐκ τῆς βοῆς [*](B=) τῶν μαχομένων, ἐκ τῶν βαλλομένων βελῶν, ἐκ τῶν δοράτων, ὧν μὲν ἐπὶ σκοπὸν ῥιπτομένων, ὧν δὲ μάτην φερομένων.

313. * νευρῆφι] τῶν νευρῶν.

[*](1. ἐπισχήσομεν W: ἐτίσχωμεν ut D || 2. στέωμεν B: στέομεν || 3. cor- ruptum ‖ 4. ὂν τὸ scripsi cf. A: αὐτὸν ‖ 9. ὅτε ‖ 11. ἰακῶς W ex A. ubi Hecataeus citatur: κακῶς ‖ 14, 15. Μύκου Μύνης scripsi cf. Eust.: μυκου- μένης ‖ 26. supplevi ex A B)
126
[*](B=)

316. πολλὰ δὲ καὶ μεσ〈σ〉ηγὺ 〈—ἵσταντο, λιλαιόμενα χροὸς ἆσαι〉] “μεσ〈σ〉ηγὺ ἵσταντο” μεσοπαγῆ ἐγίνοντο, μέχρι τοῦ μέσου [*](AB=) ἐμπεπηγμένα τῇ γῇ διίσταντο. §. ἄλλως: ἐπιθυμοῦντα τῶν ἐφʼ οὓς ἐβάλλετο ἐν τῇ διὰ μέσου γῇ ἐπήγνυτο.

[*](A=)

χρόα λευκόν] ἀντὶ τοῦ ‘λευκοῦ χροός.ʼ §. ὡς ἐπίπαν δὲ λευκόχροες [*](A=) οἱ παλαιοί.

[*](A-B=)

317. λιλαιόμενα] λῶ λαίω λιλαίω, ὡς κερῶ κεραίω· “ζωρότε- ρον δὲ κέραιε (Il. 9. 203).

[*](A+B=)

320. 〈κατʼ〉 ἔνωπα] Ἀρίσταρχος προπερισπᾷ τὸ “ἐνῶπα·” ἢ ἀπὸ τοῦ ἐνωπήν ἐνῶπα κατὰ μεταπλασμόν, ὡς ἰωκήν ἰῶκα· ὁ μέντοι Ἡρω- διανὸς προπαροξύνει λέγων αὐτὸ εἶναι ἀπὸ τοῦ ἐνώπιον καὶ ἐνώπια, ὃ σημαίνει τὰ ἐναντία, καὶ κατὰ συγκοπὴν ἐνῶπα, ὡς μηρία μῆρα καὶ σιτία σῖτα.

κατένωπα 〈ἰδών〉] τινὲς προπαροξυτόνως. §. ὡς ὁ ἐναντία ἀντὶ τοῦ ἐξ ἐναντίας· οἳ δὲ ἐκ φανεροῦ· πρόσθεν γὰρ αὐτὴν εἶχεν “εἱμένος ὤμοιιν νεφέλην” (308).

324. θῆρε δύω] λέοντας, κατὰ Κεφαλ〈λ〉ῆνας.

[*](B=)

θῆρε δύω] δύο μὲν λέοντας παρείληφεν, ἐπεὶ καὶ οἱ τοὺς Ἀχαιοὺς ταράττοντες δύο εἰσίν, Ἕκτωρ καὶ Ἀπόλλων. νυκτὸς δὲ οὗτοι ἐπι- τίθενται· ὁ γὰρ ἐν ἡμέρᾳ φόβος ἥττων. εἰς ἐπίτασιν δὲ τὴν ἀσέ- ληνον καὶ τῆς νυκτὸς τὸ μεσαίτατον παρείληφεν. τό τε “ἐξα- πίνης” χσλεπὸν πρὸς τὸ μὴ παραφυλάξασθαι. καὶ ὁ ποιμὴν αὐτοῖς οὐ παρεστι βοηθός, ὡς οὐδὲ ὁ Ποσειδῶν τοῖς Ἕλλησι συμ- [*](B-) μαχεῖ. §. τὸ δὲ “ἔθελξεν” (322), ἀντὶ τοῦ παρέλυσεν· ἐσκότωσε γὰρ αὐτῶν, φησί, τὸν νοῦν διὰ τὸ τὸν λογισμὸν οὐκ ἐκ τοῦ φανεροῦ φθεί- ρεσθαι· “λιγυρῇ θέλγουσιν 〈ἀοιδῇ〉” (Od. 12. 44) καὶ “θελκτήρια πάντα τέτυκται” (Il. 14. 215).

κλονέωσι] ἐν τῇ ἐπαύλει· νυκτὸς γὰρ ταῦτα οὐ νέμεται· φησὶ “μήλων πειρήσοντα καὶ ἐς πυκινὸν δόμον ἐλθεῖν” (Il. 12. 301).

ἀμολγῷ] ἐν οὐ μογοῦμεν, ὕπνῳ βαθεῖ κατεχόμενοι, οἳ δὲ ‘ἀκμῇ’ κατʼ Ἀχαιούς· δεινὸς δὲ ὁ ἐν σκότῳ κίνδυνος. §. ὅτι ἀεὶ πρότερον πρὸς τὸ δεύτερον ὑπαντᾷ ὁ ποιητής.

[*](B-)

326. ἀνάλκιδες] τότε γενόμενοι—ὡς “κυκλοτερὲς μέγα τόξον [*](3. ἐμπεπηγμένα B: ἐμπησσόμενα ‖ ἄλλως B: ἀλλʼ ‖ 14. κατενώπ ‖ 15 πρόσθεν textus: πρώην ‖ 17. δύο textus || κατʼ ἐξοχήν 7 ‖ 26. θελκτούς ‖ 28. κλονέουσιν || 30. μογοῦμεν Eust.: μολγοῦμεν ‖ 31. ἀεὶ W; καὶ ‖ πρότερον W: τρὸς τὸ πρῶτον)

127
ἔτεινεν” (Il. 4. 124) —ὅ ἐστι ‘μηδὲ κατʼ ὀλίγον ἀμύνασθαι δυνη- θέντες.ʼ

Ἀπολλων ἧκε φόβον] παραφυλακτέον, ὅτι τῇ Ἑλληνικῇ φυγῇ [*](B=) θεὸν ἀεὶ ἀντιπαρατάττει.

328. κεδασθείσης ὑσμίνης] τῆς τάξεως διαλυθείσης. §. μέγα δὲ τὸ [*](B-) παρὸν δυστύχημα· αἱ γὰρ ἀναιρέσεις τῶν ἡγεμόνων ἢ τῶν περὶ [*](B-) τούτους ἀριστέων ἔσονται. φησὶ γοῦν “Στιχίος δῖός τε Μενεσθεύς, ἀρχοὶ Ἀθηναίων” (Il. 13. 195)· ὠνόμασται δὲ παρὰ τὰς στίχας 〈ὁ Στιχίος〉.

κεδασθείσης ὑσμίνης] τῆς τάξεως διαλυθείσης. τότε γὰρ ἄλλοι [*](B-) ἄλλῃ φέρονται· τοῦτο πρὸς τοὺς ζητοῦντας, πῶς Λεῦκος πλησίον Αἴαντος εὑρεθεὶς τέτρωται (Il. 4. 491).

330. τὸν μὲν Βοιωτῶν] ὅτι πρὸς τὸ δεύτερον ὑπήντησεν· ὁ γὰρ [*](A-) Ἀρκεσίλαος Βοιωτός ἐστιν· ἑξῆς δὲ πρὸς τὸ πρῶτον ὑπαντήσει.

333. ἤτοι ὃ μὲν νόθος] τῆς κατὰ μέρος ἱστορίας χάριν ἡ ἐπανά- [*](A-) ληψις· δαιμονίως δὲ τῇ ἐξαλλαγῇ χρῆται· ἄνω γὰρ (330) πρὸς τὸ δεύτερον ὑπαντήσας νῦν πρὸς τὸ πρῶτον.

νόθος] ἐξ Ἀλκιμάχης τῆς Φυλάκου ἦν ὁ Αἴας, ὥς φησι Πορ- φύριος ἐν τῷ Καταλόγῳ· ἀλλʼ οὐ συμφωνεῖ τῷ ποιητῇ· Ἐριώπιδος γάρ φησι τὸν Αἴαντα (336).

330. γνωτόν] γνωτὸς ὁ ἀδελφός, ὁ πλέον τῶν ἄλλων γνωριζόμενος, [*](A+B-) ὅθεν καὶ γνωστοὺς εἰώθαμεν καλεῖν τοὺς φίλους τοὺς γινωσκομένους ἡμῖν πλέον ὑπὲρ τοὺς κοινοὺς ἀνθρώπους.

μητρυιῆς Ἐριώπιδος] ὁμοίως τῷ ποιητῇ καὶ Ἑλ〈λ〉άνικος τὴν Ἐριώπην μητέρα Αἴαντός φησιν· Φερεκύδης δὲ ἐν ε΄ καὶ Μνα- σέας ἐν η΄ Ἀλκιμάχην, ὁ δὲ τῶν Ναυπακτικῶν ποιητὴς διώνυμον αὐτήν φησι (fr. 1 K.), “τὴν δὲ μεθοπλοτάτην Ἐριώπην ἐξονόμαζεν· Ἀλκιμάχην δὲ πατήρ τε καὶ Ἄδμητος καλέεσκεν.”

Ὀἰλεύς] τὸν Ὀιλέα Ζηνοδοτος ἑπόμενος Ἡσιόδῳ (fr. 136 M.) καὶ Στησιχόρῳ (fr. 84 B.) χωρὶς τοῦ ο ὀνομάζει Ἰλέα, τὸ δὲ 〈ο〉 ἄρθρον φησίν· γελοῖον δὲ τὸ παρʼ Ὁμήρῳ οὕτως ἀκούειν· οὐ γὰρ ἂν αὐτὸ καὶ ἐπὶ δοτικῆς προσέθηκε πτώσεως, “οὐδʼ ἄρʼ Ὀιλιάδῃ μεγαλήτορι Λοκροὶ ἕποντο” (Il. 13. 712). καὶ νῦν δὲ ἠδύνατο εἰπεῖν ‘ἣν ἔχεν Ἰλεύς.ʼ

337. * Ἀθηναίων] τῶν τὴν δευτέραν ἡγεμονίαν ἐχόντων.

[*](21. Ἐριώπιδι post ἄλ. addit B ‖ 25. ἐν πέμπτῳ inkel,' ἐνεω ‖ 26. Ναυπακτικῶν Bekker: Ναπακτίδων ‖ 27. ἐξωνόμαζεν: corr. Bekker)
128

338. **καλέσκετο] ἵν’ ᾖ ὡς τὸ “σὴ παράκοιτις κέκλημαι” (Il. 4. 60) ἢ ὡς τὸ “μήτηρ μέν τε μέ φησι” (Od. 1. 215).

[*](AB-)

339. Μηκιστῆ] περισπαστέον, εἴτε κατὰ ἀποκοπὴν τοῦ ᾱ, ὡς Τυδῆα “Τυδῆ” (Il. 4. 384), εἴτε Δωρική ἐστιν ἡ κλίσις, Μη- κιστέα “Μηκιστῆ·” 〈ὃ〉 καὶ ἄμεινον· τινὲς δέ φασι κἀκεῖνα μὴ κατὰ συναλ〈ο〉ιφὴν εἶναι, “ὣς Ἀχιλῆ ὤτρυνε” (Il. 20. 174), “ἐς Πηλῆ ἱκέτευσεν” (Il. 16. 574).

[*](B=)

340. πρώτῃ ἐν ὑσμίνῃ] ἐν τοῖς πρωταγωνισταῖς· οὐ γὰρ νῦν 〈ἡ〉 πρώτη συμβολή.

[*](B-)

341. νείατον ὦμον] τὸν πρὸς τῷ αὐχένι· οἳ δὲ πρὸς ἀντιδια- στολήν· Ἐχίος (339) γὰρ “πρώτῃ ἐν ὑσμίνῃ,” οὗτος δὲ νείατος.

[*](B=)

〈Δηίοχον δὲ—〉 ὦμον ὄπισθεν] μόνον τοῦτόν φασιν Ἑλλήνων ὄπιθε βεβλῆσθαι· καὶ Ἠιονεὺς δὲ ἐν τῇ (11) ὑφ᾿ Ἕκτορος οὕτως ἀναιρεῖται. §. τούτου δὲ οἱ ἀπόγονοι Σάμον ἐξ Ἀθηνῶν συνῴκισαν.

[*](B=)

342. φεύγοντʼ ἐν προμάχοισι] τινὲς “ἐν πυμάτοισι·” καὶ οἰκεῖον τοῦτο Πάριδι. ἢ ‘ἐν πρώτοις τῶν διωκόντων ὢν ὁ Πάρις,ʼ οὐκ ‘αὐτὸν ἐν τοῖς προμάχοισι φεύγοντα.ʼ

343. *ἐνάριζον] φονεύσαντες ἐξέδυον.

[*](B-)