Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

277. εἵως μέν] Ζηνόδοτος γράφει “τείως·” ἔστι δὲ ἀντα- [*](B=) ποδοτικόν. §. φασὶ τὸ ἕως, ὅταν ᾖ μετὰ συνδέσμου, δηλοῦν τὸ ἕως [*](B=) τινός. §. τὸ δὲ “ὁμιλαδόν” 〈ἐπίρρημα〉 μεσότητος ἀντὶ τοῦ ὁμι- λαδῶς· καὶ ἔστιν πολεμικῶς ἢ ἀθροιστικῶς.

[*](B=)

*“αἰέν” ἐν ἐκείνῳ τῷ καιρῷ τῆς μάχης.

[*](B=)

280. παραὶ ποσὶ κάππεσε θυμός] ἡ ψυχὴ αὐτῶν ἐνενεύκει εἰς τοὺς πόδας, ὅπως διὰ τούτων σωθῶσιν· ἢ ταῖς ψυχαῖς ἐταπεινώ- [*](B=) θησαν καὶ κατέπεσον. §. 〈τὸ “παραὶ ποσί” παραυτά.

[*](B=)

281. 〈τάρβησαν —〉 τοῖσι δὲ—άγόρευε Θόας] οὐχ ὑπὸ δειλίας, ἀλλὰ διὰ τὸ παράδοξον τῆς ἀναστάσεως 〈σκοποῦντες, μὴ καὶ θεὸς ᾖ ὁ μαχόμενος. §. οὗτος δὲ Γόργης υἱὸς τῆς Οἰνέως, ὑπὸ Διομήδους ἀποδειχθεὶς βασιλεὺς Αἰτωλίας. §. διδάσκει δέ, ὡς δεόντως Ποσειδῶν αὐτῷ εἴκασται (Il. 13. 216) ὡς δυναμένῳ πείθειν εὐλόγως.

282. ἐπιστάμενος μὲν ἄκοντι] λείπει τὸ χρῆσθαι, ἢ τὸ “ἐπιστά- μενος” ἀντὶ τοῦ “ἐπιστήμων ἄκοντος.ʼ

283. *ἐν σταδίῃ] λείπει μέχῃ.

284. ὁπ〈π〉ότε κοῦροι] τὸ ἑξῆς, “κοῦροι Ἀχαιῶν” ὡς “υἷες Ἀχαιῶν·” ἄτοπος γὰρ ἡ τῶν παίδων ἅμιλλα.

[*](B+)

286. πόποι] τοῦτο ἀναφωνεῖται ἐπί τινι πάθει ὑποφαῖνόν τι παράδοξον.

[*](A-B=)

288. ἦ θην] ὅτι τὸ “ἦ θην” ἀντὶ τοῦ ‘ὄντως που,ʼ οἷον καὶ ἀλλαχοῦ “ἦ θήν σʼ ἐξανύω γε” (Il. 11. 365).

*ἔλπετο] ἔδει ‘ἐπέπειστο.ʼ

289. * θανέειν] τεθνηκέναι ἢ θανεῖσθαι.

292. * ὣς καὶ νῦν ἔσσεσθαι ὀίομαι] τὸ πολλῶν Δαναῶν γούνατα λύσειν.

[*](B=)

293. ὧδε μενοινῶν] οὕτω διαμάχεσθαι ἡμῖν προθυμούμενος (291).

[*](B=)

295. πληθὺν μὲν ποτὶ νῆας] ἵνα μὴ ἄρδην διωκόμενοι ὑπὸ τῆς ἵππου, ἣν ἑώρα νῦν περὶ Ἕκτορα, ἐμπέσωσι τῇ τάφρῳ· ἄλλως τε ἀσθενὴς ὄχλος ἀχρεῖος πρὸς ἄμυναν καὶ μᾶλλον τροπῆς περιποιητικός.

[*](B-)

297. εἴ κεν πρῶτον ἐρύξομεν] πλεονάζει ὁ “κέν·“ εἰ ἐν πρώτοις αὐτὸν [*](4. δηλοῦντος τὸ: corr. Bekker || 5. supplevi ex B || 9. ταῖς ψυχαῖς etiam B: τὰς ψυχὰς A ‖ 10, 12. supplevi ex B ‖ 12, 13. θεὸς ἦ B: θεοῖς εἴη ‖ 15. ἐν λόγωι 21. ὑποφαῖνον B: ὑποφαινόμενον 31. ἐμπέσωσι B: ἐπιπέσωσι || 33. δὴ post εἴ κεν omisi)

125
ὄντα ἐπισχήσομεν ὑπαντήσαντες, οἴω δείσεσθαι, καὶ τὰ ἑξῆς· ἀλλαχοῦ δὲ “ἀλλ᾿ ἄγε δὴ στέωμεν καὶ ἀλεξώμε〈σ〉θα μένοντες” (Il.22.231).

299. 〈μεμαῶτα θυμῷ〉 δείσεσθαι] ἀντὶ τοῦ δείσειν· καὶ ἔστι βίαιον. §. μέσον ὂν τὸ 〈“θυμῷ”〉 οὐκ〉 ἐδιπλασίασεν.

[*](A~)

300. 〈τοῦ μάλα μὲν〉 κλύον ἠδὲ πίθοντο] ἔκλυον αὐτοῦ καὶ τοῖς λεχθεῖσιν ἐπείσθησαν.

301. ἀμφʼ Αἴαντε] οὕτως οἱ περὶ Ζηνόδοτον δυικῶς· οἳ δὲ “ἀμφ᾿ [*](A+) Αἴαντα.”

302. Τεῦκρον 〈Μηριόνην τε〉] οὐκ ἐπὶ πάντων ὁ “τέ” συμπε- πλήρωκε τὸν λόγον.

Μέγην τε] Ἀρίσταρχος μὲν βαρύνει τὸ “Μέγην” ἰακῶς, οἳ δὲ [*](A+) περὶ Πτολεμαῖον περισπῶσιν, ὡς ἀπὸ περισπωμένης εὐθείας, καὶ διφορεῖσθαί φασι τὸ Μέγης ὡς Θάλης καὶ Θαλῆς. καὶ μέντοι διχῶς κλιθέντα οὐ μετέβαλε τὸν τόνον ὡς Μύκης Μύκητος καὶ Μύκου, Μύνης Μύνητος καὶ Μύνου.

303. 〈ὑσμίνην〉 ἤρτυνον] παρεσκεύαζον ὥστε μάχεσθαι· οἳ δὲ κατήρτιζον εἰς μάχην τοὺς ἀριστέας.

305. ἡ πληθὺς—ἀπονέοντο] πρὸς τὸ σημαινόμενον ἀπέδωκεν. [*](A~B-) “ἡ πληθύς” γὰρ πολλοὺς σημαίνει.

306. *προὔτυψαν] προενέπεσον.

*“ἦρχε” τῆς ἐμβολῆς.