Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

333. πῶς κʼ ἔοι] στικτέον εἰς τὸ “ἔοι,” ἀντὶ τοῦ “πῶς ἂν εἴη.’

337. * ἐθέλεις] λείπει μιγῆναι.

[*](B=)

338. ἔστιν τοι θάλαμος] δοκεῖ μὲν αἰδημόνως διαλέγεσθαι, ἔστι δὲ οὐδὲ τοῦτο ἄτεχνον αὐτῇ, ἀλλὰ θέλει τὸν Δία κατακλεῖσαι εἰς τὸ δωμάτιον, ἵνα μὴ διαναστὰς ἐκ προχείρου θεάσηται τὰ Ἑλλη- νικά.

φίλος υἱός] καὶ “ἀλλὰ τοκῆε δύω” (Od. 8. 312)· αἰτιᾶται γάρ. ὅτι τῶν αὐτῶν Ἀρείων τοκήων οὐκ ἔστιν ἀρτίπους ( ib. 310), ὡς ἐκεῖνος.

340. ἔνθʼ ἴομεν] ὅτι εἰς τόπον πάλιν τὸ “ἔνθα.” §. τοῦ δὲ [*](A+) “εὔαδε” τὴν πρώτην ψιλωτέον, τὴν δὲ δευτέραν δασυντέον.

[*](B-)

342. Ἥρη, μήτε θεόν] μὴ μεμφέσθω Πλάτων χρυσοῦν νέφος καὶ ἥλιον νικῶν, οἷον οὐκ ἂν οὐδὲ Ἥφαιστος ἐποίησεν, καὶ εὐνὴν ἐξ ἀν- θῶν (De Rep. III. 390c)· τοιοῦτος δέ ἐστιν, ὡς καὶ Ποσειδῶν κα- [*](B=) λύπτων κύματι τὴν μῖξιν (Od. 11. 243). §. τρεῖς δέ εἰσι τρόποι, καθʼ οὓς πᾶσα ποίησις θεωρεῖται· ὁ μιμητικὸς τοῦ ἀληθοῦς, φιλο- πάτωρ, μισογύνης, ἄπιστος, παρρησιαστής, ὁ κατὰ φαντασίαν τῆς ἀληθείας, ὃν δεῖ μὴ κατὰ μέρος ἐξετάζειν—οἷον ὅτι ψυχαὶ γεύονται καὶ λαλοῦσι, πάντως ἐρεῖ τις, καὶ γλῶσσαν ἔχουσι καὶ βρό〈γ〉χον —τρίτος δὲ ὁ καθʼ ὑπέρθεσιν ἀληθείας καὶ φαντασίαν, Κύκλωπες, Λαιστρυγόνες, καὶ ταῦτα τὰ περὶ θεῶν.

[*](B=)

μήτε θεόν] ἄμεινον “θεῶν,” ὡς “ἀνδρῶ.” πᾶς δὲ τόπος τῇ νομίμῳ μίξει θάλαμός ἐστι, τῇ δὲ ἀθέσμῳ οὐ〈δείς〉. ἀμέλει Ἄρεα οὐκ ἔκρυψεν οὐδὲ ἡφαιστότευκτος ὢν ὁ θάλαμος (Od. 8. 321).

[*](B-)

343. ἀμφικαλύψω] περιβαλῶ, ὡς τὸ “νύκτα—ἐκάλυψε” (Il. 5. 507) καὶ “πέπλοιο φαεινοῦ πτύγμʼ ἐκάλυψεν” (ib. 315).

[*](B=)

344. οὐδʼ ἂν—διαδράκοι Ἠέλιός περ] πῶς οὖν ὁ Ὕινος διικνεῖται διὰ τοῦ νέφους; ἢ οὐχ ὁ σωματοειδὴς Ὕπνος, ἀλλὰ τὸ πάθος.

[*](4. ἀπηρυθριακότα B || 18. καὶ εὐνὴν ἐξ ἀ. post νικῶν scriptum: traieci cf. B || 18, 19. ἀνθέων ut B 23. οὐχ post οἷον supplet Bekker ‖ 24. supplevi ex B ‖ 25. τρίτος δὲ ὁ B: τρίτον δὲ τὸν ‖ φαντασίας B ‖ 26. περὶ Bekker: παρὰ ut B 28. suppl. ‖ 30. ἐκάλυψε νύκτα)
89

346. * ἀγκάς] ἠγκαλισμένως, ὡς ἑκάς.

347. τοῖσι δʼ ὑπὸ χθών] ἐμπεσὼν εἰς φορτικοῦ πράγματος διή- [*](B=) γησιν ἐφʼ ἕτερα τὸν λόγον μετήγαγε, τὰ ἀπὸ τῆς γῆς φυόμενα ἄνθη καὶ τὸ νέφος, διʼ ὧν ἀπέκλεισε τοῦ περαιτέρω πολυπραγμονεῖν ἡμᾶς. νεοθηλέα ποίην] ἀνθηρῶς γράφει τὴν εὐνήν, καὶ προθεὶς τὸ γένος [*](B=) “ποίην” ἐπιφέρει τὸ εἶδος (348). οὐκ εἶπε δὲ ῥόδον διὰ τὸ ἀκαν- θῶδες. §. “νεοθηλέα” δέ, ἐπεὶ τὴν ἄλλην ἐνεμήθη καὶ ἐπάτησε [*](B=) τὰ ζῷα. κατὰ συλλογισμὸν δέ ἐστιν ἡ ὑπεροχή, εἴγε καὶ τὰ ἄψυχα αἰσθάνεται τῆς δυνάμεως τοῦ θείου.

348. *Ὑάκινθον] Ἀμύκλα παῖς.

349. ὑψόσʼ ἔεργεν] τινὲς “ἔερπεν,” οἳ δὲ “ἵπανεν,” δὲ “ἄειρεν.” [*](A+) ἄμεινον δὲ “ἔεργεν” ἀντὶ τοῦ “ἀνέστελλεν, ὡς “ἐπʼ ἀριστερὰ λαὸν ἐέργων” (Il. 12. 201).

350. νεφέλην—χρυσείην] αἰθέριον, ἐπεὶ πυρώδης ὢν ὁ αἰθὴρ χρυσίζει. §. ἐπάγουσι δέ τινες “δή ῥα τότʼ ὀφθαλμοῖσι Διὸς χύτο νήδυμος ὕπνος·” τοῦτο γὰρ δεῖ δηλωθῆναι.

*τῷ ἔνι] τινὲς τῷ ἀπʼ αὐτῶν θαλλῷ.

351. στιλπναί] ὡς παρὰ τὸ θάλπω θαλπνός, τέρπω τερπνός. [*](A~B+) §. “ἐέρσαι” δὲ παρὰ τὸ ἄρσαι· ποτίζει γὰρ τὰ φυτὰ ἡ ἔρση. §. παρ- ὀξυτόνως τὸ “ἐέρσαι” ἡ γὰρ εὐθεῖα ἐέρσα ἐστί, καὶ μεταβολῇ [*](A+) τοῦ ᾱ εἰς η ἐέρση, ὡς ἄελλα ἀέλλη.

*ἀπέπιπτον] Ζηνόδοτος γράφει “ἀνέπιπτον” ἀντὶ τοῦ ἐπέ- πιπτον, ὡς “χρυσέαισιν ἀνʼ ἵπποις” (Pind. Ol. I 41).

253. *ὕπνῳ] τῷ πάθει.

354. βῆ δὲ θέειν] διὰ τὴν 〈ἐπ〉αγγελίαν τῆς ἐρωμένης καὶ ἃ [*](B=) μὴ κελεύεται ποιεῖ ὁ Ὕσνος· οὐ γάρ ἐστι τῶν συμμαχούντων, 〈ὡς〉 οὐδὲ Ἥλιος 〈οὐδὲ〉 ἡ Δημότηρ.

Δαναοῖσι—ἐπάμυνε] πόθεν μαθὼν ταῦτα ἀπαγγέλλει; ἢ συνῆκεν [*](B=) ἐκ τοῦ εἰρημένου ὑπὸ τῆς Ἥρας “ἦ φῂς ὣς Τρώεσσιν ἀρηγέμεν εὐρύοπα Ζῆν᾿” (265).

360. Ἥρη δὲ—παρήπαφεν] οὐκ 〈ἦν〉 ἀναγκαῖον, φασί, τὸ ἀπόρ- [*](B=) ρητον ἐξενεγκεῖν. ἢ πρὸς τὸ θαρραλεώτερον ποιῆσαι Ποσειδῶνα τὴν [*](4. ἀ. τὸ π. B ‖ 5. προσθεὶς B ‖ 10. Ἀμύκλας ‖ 14. πυρωδῶν ὁ ‖ 15. τότʼ Heyne: τὸ τοῦ ‖ 19. τὸ ἀέρια ποτίζειν τὰ φυτὰ ἐέρσω ‖ 20. τὸ ἕερσαι ‖ ἕρσα ἐ. ‖ ἐν post καὶ omisi ‖ 22, 3. ἐπέπιπτον Bekker: ἐπι ‖ ἀπέπιπτον] Ζληνόδοτος ἐπέπιπτον A ‖ 25, 6, 7. supplevi ex B ‖ 27. ἡ B: ἢ ‖ 31. παρείπαφεν ‖ ἀναγκαίως B || 32. ἐξήνεγκεν B)

90
τέχνην 〈τῆς〉 Ἥρας ἐδήλωσεν. §. τὸ δὲ “κῶμα” (359) ἢ ἀπὸ τοῦ κοίμημαι—ἔδει 〈δὲ〉 κοιμῶ κοίμημα κοῖμα—εἰ δὲ ἀπὸ τοῦ κοιμῶ, ὡς δεῖμα δῶμα.

361. ὤχετʼ ἐπὶ κλυτὰ φῦλʼ ἀνθρώπων] εἰ δὲ ἐνῴκει Λῆμνον, ὑπέστρεψεν ἂν ἐκεῖ, ὡς 〈οἱ〉 ἄνεμοι (Od. 10. 55) καὶ Ἄρης καὶ Ἀφροδίτη (Od. 8. 361, 2).

[*](B-)

362. ἀνῆκεν] ἀνέπειθεν ἢ παρώρμησεν· ἀπὸ τῶν ἵππων δέ, οἷς ἀνιᾶσι τὰς ἡνίας.

[*](B+)

363. ἐκέλευσεν] ἐν ἤθει ὁ λόγος. διεγείρει δὲ ταῦτα λέγων.

[*](A+B=)

366. καὶ εὔχεται]οὐκ“ἔλπεται·” καυχηματίας γάρ ἐστιν ὁ Ἕκτωρ. [*](B=) οὕνεκʼ Ἀχιλλεύς] ἐμείωσεν αὐτὸν οὐκ ἀλκῇ θαρροῦντα, ἀλλὰ τῇ σπάνει τῶν πολεμίων.

[*](B=)