Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

307. πρυμνωρείῃ] ὡς ἀκρωρείᾳ· σημαίνει δὲ τὸ πρὸς τῇ ῥίζῃ τοῦ ὄρους συνορίζον τῷ ἐδάφει· τὰ δὲ ὑπὸ τοῖς ἄκροις ἀκρώρεια καλοῦν- ται.

308. * ἐπὶ τραφερήν τε καὶ ὑγρήν] ἐκ τοῦ παρεπομένου τὴν γῆν· “μάλα δʼ ὦκα περιστρέφεται (Il. 5. 903) ἀντὶ τοῦ πήγνυται.

[*](B=)

309. σεῦ εἵνεκα] ἐντέχνως αὐτὸν γοητεύει 〈ὡς〉 τῇ ἐξουσίᾳ ἐκείνου τὰς ἰδίας ὑποστέλλουσα χρείας. καὶ γυναιξὶ δὲ νομοθετεῖ τὰς ἐξό- δους ποιεῖσθαι συγκεχυρημένας ὑπὸ τῶν ἀνδρῶν.

[*](A+)

310. *μετέπειτα χολώσεαι] οἱ περὶ Ζηνόδοτον “μετόπισθε χο- λώσεαι.”

[*](B=)

313. * ὅρα οἷόν ἐστιν ἡ φιληδονία, ὑπέρθεσιν οὐ δεχόμενον καὶ τῶν καθηκόντων ἐμποιοῦν ἀμέλειαν.

[*](B=)

314. τραπείομεν] ἀντὶ τοῦ τρεφθῶμεν· ἐκτρέπει γὰρ τοῦ δέοντος ἡ ἡδονή.

[*](B=)

315. οὐ γάρ πω ποτέ μʼ ὧδε] τίνος ἕνεκεν τοσοῦτον ἀκρατῆ παρί- στησι τὸν Δία, ὥσ〈τε〉 μὴ δύνασθαι κρατεῖν ἑαυτοῦ; φαμὲν οὖν ὡς ἀπελογήσατο περὶ τούτου ἐν οἷς διαλαβὼν περὶ τοῦ κεστοῦ φησιν “〈ἔνι—πάρφασις,) ἥ τε κλέψε νόον” (217). ἄλλως τε διδάξαι βού- λεται τοὺς νέους ὁ ποιητής, ὅσον ἐστὶ χαλεπὸν μὴ κρατεῖν τῶν παθῶν, ὅπου καὶ Ζεὺς ὁ παγκρατὴς πάθει νικηθεὶς ἐζημιώθη τὴν ὄνησιν ἣν ἀπὸ τῆς ἀγρυπνίας περιεποιήσατο.

[*](B-)

〈θεᾶς ἔρος〉 οὐδὲ γυναικός] ἀντὶ τοῦ θνητῆς· ἀλλαχοῦ “ἢ θεὸς ἠὲ γυνή” (Od. 10. 228). ὡς μείζονα δὲ τὸν γυναικεῖον ἐπήγαγεν ἔρωτα, ἢ ὅτι ὁ τῶν ὁμοφύλων ἔρως οὐ λίαν ἐστὶν ἐπιτεταμένος, ὡς ὁ τῶν παρὰ φύσιν, ἢ διὰ τὸ συμπλεκτικὸν σχῆμα· “〈ἣ δʼ ἐπεὶ〉 εἰσῆλθεν καὶ ὑπέρβη λάινον οὐδόν” (Od. 23. 88). καὶ γὰρ πρώτας τὰς θνητὰς καταλέγει. καὶ “μήτε θεῶν τό γε δείδιθι μήτε τινʼ ἀνδρῶν ὄψεσθαι” (342).

[*](A=)

316. * περιπροχυθείς] περισσῶς χυθείς. §. ὁ δὲ Ἰξίων γράφει [*](A=) “περιπλεχθείς.”

[*](AB-)

317. Ἰξιονίης ἀλόχοιο] τῆς ὕστερον γενομένης Ἰξίονος· παρθένοις [*](3. πρυμνωρείᾳ || 8. supplevi ex B || 9. ἐπιστέλλουσα B || 13. φλιλη- δονία || ὑπόθεσιν ut B: corr. Bekker || 15. τερφθῶμεν, cf. Eust. || 19. τούτου B: τούτων 20. ἄ τε ut B || 22. πανκρατὴς || 26. ἐπιτεταμένος B: ἐπιτεταγμένος)

87
γὰρ Ζεὺς συγγίνεται. ἐναντίον δὲ αὐτῷ τὸ “Ἀγαμεμνονέην ἄλοχον” (Od. 3. 264) τὴν πρώην Ἀγαμέμνονος.

*Ἰξιονίης ἀλόχοιο] Ἰξίονος γυνὴ Δῖα, Δηιονέως θυγάτηρ.

[*](A=)

318. *θεόφιν] θεῷ ἢ θεοῖς· τὸ γὰρ ἴσος ὅμοιος ἀλίγκιος ἀτά- λαντος δοτικῇ συντάττεται.

319. Δανάης] ἐξ Εὐρυδίκης καὶ Ἀκρισίου· Εὐφορίων “ὀθνεῖον Πέρσης λέων γε μὲν Εὐρυμέδοντα” (fr. 67 M.) τινὲς δέ φασι πλείονα Ἡροκλέους αὐτὸν εἰργασμένον οὐ τυχεῖν δόξης, ὅτι Διόνυσον ἀνεῖλεν εἰς τὴν Λερναίαν ἐμβαλὼν λίμνην.

320. * ἀριδείκετον] τινὲς “πολὺ φίλτατον.”

321. * Φοίνικος κούρης] Φοίνικος καὶ Κασσιεπείας Εὐρώπη.

322. * Μίνω τε] τινὲς “Μίνωα·” Ζηνόδοτος “Μίνω·” Ἀρίσ- ταρχος “Μνων” Ἀττικῶς.

Ῥαδάμανθυν] ἐπεὶ ἐμάνη περὶ τὰ ῥόδα τὰ ὑπὸ τοῦ ταύρου προϊέμενα ἡ Εὐρώπη, Ῥαδάμανθυν ὠνόμασε τὸν παῖδα.

323. *Θήβῃ] ἐκεῖ γὰρ ἐτέχθη Ἡρακλῆς.

324. Ἡρακλῆα] Ἀλκαῖος ἐκαλεῖτο· ὁ δὲ Πύθιος “Ἡρακλέην δέ σε Φοῖβος ἐπώνυμον ἐξονομάζει. ἦρα γὰρ ἀνθρώποισι φέρων κλέος ἄφθιτον ἕξεις·” οἳ δέ, ὅτι Πορφυρίωνος ἐρασθέντος Ἥρας, προσκαλε- σαμένης αὐτῆς, ἐλθὼν ἐβοή〈θη〉σεν· διὸ παρὰ τὸ ὑπὸ τῆς Ἥρας κληθῆναι Ἡρακλῆς λέγεται. §. φασὶ δὲ τὸν Δία συγκοιμώμενον Ἀλκμήνῃ πεῖσαι τὸν Ἥλιον μὴ ἀνατεῖλαι ἐπὶ τρεῖς ἡμέρας· ὅθεν [*](A+) ἐπὶ τρεῖς νύκτας συγκοιμηθεὶς αὐτῇ ὁ Ζεὺς τὸν “τριέσπερον” Ἡροκλέα (Lycophr. 33) ἐποίησεν.

325. Διώνυσον] ἀπὸ Διὸς καὶ Νύσης τοῦ ὄρους. οἳ δὲ Διόνυξος, ἐπεὶ [*](B-) κερασφόρος τεχθεὶς ἔνυξε τὸν μηρὸν τοῦ Διός. οἳ δὲ Δεύνυσος, ἐπεὶ βασιλεὺς Νύσης—δεῦνον 〈γὰρ〉 Ἄραβας τὸν βασιλέα, ἀπὸ τοῦ πολλὰ διανεῦσαι καὶ κατορθῶσαι—οἳ δὲ ἀπὸ τοῦ δονεῖν τὰ σώματα. §. κατέλειψε δὲ Λήδαν, φασίν, οὐ τὴν ἐκ Διὸς Ἑλένην —καὶ μὴν Ἀντιόπην ἀφῆκε—καὶ Διώνην·. οὐ γάρ, ὡς τινες ψνχρευόμενοι, ἐπεὶ πρὸ Ἀφροδίτης οὐκ ἦσαν ἔρωτες.

χάρμα] σημειωτέον, ὅτι καθ’ Ὅμηρον εὑρετὴς οἴνου Διόνυσος.

[*](1. Ἀγαμεμνοναίην || 3. Δῖα D: διὰ || Δηιονέως Barnes: ἰονέως D, ἠιόνος ‖ 4. ἀλίγκιος W: ἀνγύιος ‖ 7. Πέρσῃ τελέων γάμον Εὐρυμέδοντι coni. Lobeck || 18. ἦρα Eust.: ἥρα ‖ φέρων Eust.: φέρον || 19. ἔξεις Eust.: ἕξοι ‖ οἱ Bekker, cf. Eust. : εἰ ‖ 20. supplevi ex Eust. || 25. Διώνυσον B: Διόνυσον ‖ Νύσης B: Νύσσης ‖ 27. Νύσσης ‖ suppl. ‖ 29. οὐ τὴν ἐκ Διὸς corrupta; desideratur ἴσως δι᾿ vel tale quid ‖ 30. Διώγην ‖ lacunam indicavi)
88
[*](A=)

328. * σέο] τινὲς κατʼ ἀντιδιαστολήν, καὶ ὀρθοτονοῦσιν· ἡ δὲ χρῆσις ἐγκλίνει.

[*](B=)

330. ποῖον τὸν μῦθον ἔειπες] γυναικικῷ τῷ ἤθει ἐπιπλήττει ὡς ἀπηρυθριακότι· ἀκκίζεται δέ, ἀπάξαι αὐτὸν τῆς Ἴδης θέλουσα πρὸς τὴν εὐκαιρίαν τῆς ἐπικουρίας.

332. προπέφανται] πρόδηλά ἐστιν.