Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

24. *ἐπʼ Ἀτρείδην] ἀντὶ τοῦ πρὸς Ἀτρείδην, ὡς “ἐνʼ ἔμʼ ἔρχεο” (Il. 10. 85).

[*](1. supplevi ex B ‖ 17. κοιμίσας ‖ 19. σταθηρὸν B ‖ 23. ἡ γεῖ τὸ ‖ 28. διχθαδίη τὸ τέλ. ‖ 29. ἤμʼ οἴῳ ἔρρωνται ‖ 31. ἐπιμ. ἐπὶ πλ. B)
61

ἀλλήλους ἐνάριζον] ἐμάχοντο γὰρ ἐκεῖνοι, πρὸς οὓς ἀπελθεῖν [*](B=) ἠβούλετο. τοῦτο γὰρ ἐπήγαγε πρὸς τὸ “ἢ μεθ᾿ ὅμιλον ἴοι Δαναῶν” (21).

25. λάκε δέ σφι] οἳ μὲν ἠλλάχθαι τὸν χρόνον, οἳ δὲ ἀντὶ τοῦ [*](A=) ἐλήκει ἐνδείᾳ τοῦ ῑ, “ὡς ἄνοον κραδίην ἔχες” (Il. 21. 441). καὶ Ἰω- νικῇ συστολῇ· ὠνοματοποίηται δέ· ὅθεν καὶ ἡ λακίς. §. “ἀμφι- γύοισι” δὲ ἀμφοτέρωθεν γυῶσαι δυναμένοις, ὅ ἐστι βλάψαι· ἢ ἀμφο- [*](B=) τέρωθεν γυῖα ἔχουσι καὶ ἐπερείδεσθαι δυναμένοις· γυῖα δὲ δοράτων τὰ ἄκρα τοῦ σιδήρου.

27. ξύμβληντο] συνέβαλον κατὰ συντυχίαν. ἤ, ὥσπερ ὁ Νέστωρ [*](Β=) ὑπὸ τῆς βοῆς κινηθεὶς πρόεισιν, οὕτω καὶ οἱ συνηγμένοι τραυματίαι ἐπὶ τὴν τοῦ βασιλέως σκηνὴν τεταραγμένοι ἐπὶ τῇ βοῇ ὁμοῦ προΐασιν.

28. * παρ νηῶν ἀνιόντες] τῶν πρὸς τῇ θαλάσσῃ νηῶν ἐπὶ τὰς ἐν [*](B=) τῷ τείχει ναῦς.

ὅσοι βεβλήατο] καὶ μὴν μόνος ἐν αὐτοῖς Διομήδης ἐβέβλητο. [*](B =) οὐκ ἔστιν οὖν σύλληψις· αἱ γὰρ συλλήψεις ἀπό τῶν ἴσων ἢ ἀπὸ τῶν πλε〈ι〉όνων γίνονται, ὡς καὶ 〈τὸ〉 “οὐτάμενοί περ, ἀνάγκῃ” (128). ἔστιν οὖν εἶδος ἀντὶ γένους, ἀντὶ τοῦ ‘ὅσοι τετρωμένοι〈ἦσαν)·’ καὶ ἀλλαχοῦ “ὅντινα τοῦτον ἄγει βεβλημένον” (Il. 11. 612) ἀντὶ τοῦ τετρωμένον· οὐ γὰρ δὴ Ἀχιλλεὺς ᾔδει, πότερον ἐκ προέσεως ἢ συστάδην τέτρωται ὁ σὺν τῷ Νέστορι.

30. πολλὸν γάρ 〈ῥ᾿ 〉 ἀπάνευθε μάχης] ἐπεξηγεῖται τὸ “ἀνι- [*](B-) όντες” (28). ἔστι δὲ περιπαθές, ὅτι καὶ μακρὰν ὄντες ὅμως ἤεισαν ἐπὶ τὴν μάχην. ἀλλὰ προληπτικῶς τὴν αἰτίαν εἶπεν· ἔδει γάρ, ‘ὀψείοντες κίον· καὶ γὰρ πολλὸν ἀπάνευθε μάχης εἰρύατο νῆες.’

34. τὰς γὰρ πρώτας πεδίονδε εἴρυσαν] ὅτι οὐκ ἐν διστ〈ο〉ιχίᾳ [*](B-) ἦσαν, ὡς φησι Κράτης. εἶπε γὰρ ἂν ‘προτέρας·’ καὶ “νεῶν μὲν ἐχώρησαν καὶ ἀνάγκῃ τῶν προτέρων” (Il. 15. 656). ἔστι δὲ τὸ “πρώτας” τῶν πρός τι, καὶ εἰσὶ πρῶται μὲν αἱ πρὸς τῇ θαλάσσῃ νενεωλκημέναι —ἑξῆς γοῦν φησι “νῆες ὅσαι πρῶται εἰρύαται ἄγχι θαλάσσης” (75) —ἔσχαται δὲ αἱ πρὸς τῷ τείχει. αἱ δὲ τοῦ Ἀγαμέμνονος νῆες πᾶσαι πρὸς τῇ θαλάσσῃ ἦσαν, ὥς που φησὶν ὁ [*](5. ἴληκε A, ἔληκε Bekker ‖ ε A ‖ ἄνωρον κρ. ἔχεις A, ἄννοον κρ. ἔσχες || 6, ὠνοματοπεποίηται ut A Eust. ‖ 11. πρόεισιν οὕτω B: πρόεισι διὰ τοῦτο || 18, 19. supplevi ex B ‖ 20. ἄγεις ‖ 21. προέσεως scripsi: ἀφέσεως B, προθέστως 24. ἤεισαν B: ἴησαν ‖ 27. suppl. W || 28. νηῶν)

62
Διομήδης “νῆες δέ τοι ἄγχι θαλάσσης” (Il. 9. 43). οὕτως Αὐτό- χθων. ὁ δὲ Πρακλέων νῦν μὲν τὰς πρὸς τῷ τείχει καὶ πρώτας φησίν, ἑξῆς δὲ τὰς πρὸς τῇ θαλάσσῃ· “νῆες ὅσαι πρῶται εἰρύαται ἄγχι θαλάσσης.” καὶ ὃ μὲν τὸ “πρύμνῃσιν” ἀντὶ τοῦ ἐσχάταις, ὁ δὲ Πρακλέων “πρύμνῃσιν” ταῖς πρύμναις.

[*](A+B-)

32. ἐπὶ πρύμνῃσιν] τινὲς προπερισπάσαντες ἐσχάτας ἐξεδέξαντο, οὐχ ὑγιῶς. “πρύμνῃσιν” οὖν ταῖς πρύμναις, καὶ “ἐκί” ἀντὶ τῆς παρά· “ἀλλ᾿ ἔρχεσθ᾿ ἐπὶ νηυσίν” ἀντὶ τοῦ παρὰ ναυσίν· οὐ δύναται δὲ ταῖς ἐσχάταις·” οὐ γὰρ πρύμνον ἄλλου ἄλλο, ἀλλ᾿ αὐτὸ ἑαυτοῦ. “πρύμνον σκέλος” (Il. 16. 314) τὸ περὶ ἄκραν σάρκωσιν.

[*](B=)

33. *οὐδὲ γὰρ οὐδ᾿ εὐρύς] μέγας, ὡς τὸ “εὐρυκρείων Ἀγαμέμνων.” πλεονάζει δὲ τὸ ἓν “οὐδέ.”

[*](Α+ Β=)

35. * προκρόσσας] κλιμακηδόν, τὴν ἑτέραν πρὸ τῆς ἑτέρας.

[*](B=)

36. ἠιόνος στόμα μακρόν] διὰ τὸ ἔχειν ἐν ἑαυτῇ κοιλότητα πρὸς τὸ καθορμίζεσθαι τὰς ναῦς.

[*](B=)

συνεέργαθον ἄκραι] “ἄκραι” τὰ κέρατα τοῦ ναυστάθμου, ὧν ἐκτὸς οὐκ ἦν ναῦς. §. ὅσον φησὶ στόμα συνέκλειον αἱ ἄκραι τῆς [*](Α+Β=) ἠιόνος, τουτέστιν ἀπὸ κέρως ἐπὶ κέρας.

[*](Α+B=)

37. ὀψείοντες] αὕτη ἡ παραγωγὴ ἢ διὰ τοῦ ειω ἢ ἀπὸ ἐνεστώτων ἢ ἀπὸ μελλόντων γίνεται. κλίνεται δὲ μέχρι παρατατικοῦ.

[*](ΑB+)

ὀψείοντες] ὀπτικῶς ἔχοντες. §. Πτολεμαῖος “οὐ ψαύοντες.” τὸ [*](Α+) 〈δὲ〉 “ὀψαΐοντες” —ἔστι γὰρ παρὰ τὸ ὂψ ὀπός —βάρβαρον.

38. ἔγχει 〈ἐρειδόμενοι〉] καὶ Ὀδυσσεὺς γὰρ σκάζει· καὶ “τὼ δὲ δύω σκάζοντε βάτην παρὰ νῆας” (Il. 19. 47).

[*](B=)

ἀθρόοι] πλήθους γὰρ ἀρχὴ ἡ τριάς· ἢ ὡς καὶ ἄλλων ἀσημο- τέρων αὐτοῖς ἑπομένων, ἢ ἄφωνοι. §. Ἀρίσταρχος δὲ δασύνει τὸ [*](A+) “ἀθρόοι.”

[*](B=)

40. πτῆξε δὲ θυμόν] τῶν μὲν γὰρ τραυμάτων κατεφρόνουν ὡς γενναῖοι, τὸν θυμὸν δὲ ἤλγουν διὰ τοὺς συμμάχους.

[*](Α+B-)

πτῆξε δὲ θυμὸν 〈ἐνὶ στήθεσσιν Ἀχαιῶν〉] Ζηνόδοτος “πῆξε” καὶ “ἑταίρων,” ἀντὶ τοῦ ἐν ἀκινησίᾳ ἐποίησεν—ἐπί τινι γὰρ χαλεπῷ τὴν ὑποχώρησιν αὐτοῦ ὑπώπτευσαν—ἢ ἐπέρρωσεν· ἡ γὰρ ἐλπὶς [*](13. κλιμακιδόν || 14. ἑαυτῷ || 21. ψ. τι ‖ 22. ὄψ᾿ ἀίοντες οὐ γὰρ παρὰ τὸ ὄψαπος γὰρ βάρβαρον ‖ 24. δύο ‖ 30. Ἡρωδιανὸς pro z. B ‖ 31. καὶ ἑταίρων Lehrs, cf. A et infra p. 63, 3: καθετέρως || 32. ἀποχώρησιν B)

63
αὐτῶν ὁ λόγος αὐτοῦ. Ἀρίσταρχος δὲ “πτῆξε” ἀντὶ τοῦ ἐταπείνωσεν ἢ ἐπτόησεν· καίτοι ἠθέτει τὸν στίχον. οἳ δὲ γράφουσι “πλῆξε.”

ἐνὶ στήθεσσιν Ἀχαιῶν] Ζηνόδοτος “ἑταίρων·” καὶ ὁ Νέστωρ γὰρ Ἀχαιὸς ἦν· ἀλλ᾿ ὡς “περὶ δ᾿ ἱρὰ θεοῖσιν ἀθανάτοισιν ἔδωκε” (Od. 1. 66)· καὶ ὁ λέγων γὰρ θεός.

41. * τόν] ἀντὶ τοῦ ὅν.

42. * τεταραγμένου τὸ ἦθος μὴ περιμεῖναι τὸν Νέστορος λόγον, [*](Β=) ἀλλ᾿ αὐτὸν ἄρξασθαι.

43. φθισήνορα] τὸν τοὺς ἄνδρας ἀναιροῦντα. καλῶς δὲ πρῶτον πυν- [*](B=) θάνεται, πῶς καταλιπὼν τὴν μάχην ἀνακεχώρηκεν· ᾔδει γὰρ οὐκ ἐπι- τρέποντα ἑαυτὸν τῷ γήρᾳ. οὐ μὴν αἱ ἀποκρίσεις τοῦ πρεσβύτου πρὸς τοῦτο γεγόνασιν· ἀκαίρως γὰρ δισσολογεῖν ἤμελλεν ὁ ποιητής.

44. * δείδω] Ἀριστοφάνης “δείδια.”

45. ὥς ποτ᾿ ἐπηπείλησεν] Ἀριστοφάνης “ὅς ποτε.” §. “ποτέ” δὲ [*](A=) ἀντὶ τοῦ χθές· “ὅν ποτε δῶκας ἀντιθέῳ Ὀδυσῆι δόμον κάτα” (Od. 22. [*](B-) 290) καὶ “οὕς ποτ᾿ ἀπ᾿ Αἰνείαν ἑλόμην, μήστωρε φόβοιο” (Il. 8. 108).

46. * τῇ προτεραίᾳ ταῦτα εἴρηται,” μνημοσύνη τις ἔπειτα” [*](B-) 〈πυρὸς δηίοιο γενέσθω〉 (Il. 8. 181)· καὶ Ὀδυσσεὺς “στεῦται γὰρ νηῶν ἀποκόψειν 〈ἄκρα κόρυμβα)” (Il. 9. 241).

48. *τώς] ὡς “τὼς δέ σ᾿ ἀπεχθήρω” (Il. 3. 415).