Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

279. ὑποταρταρίους] ἐνταρταρίους. §. “θεοὺς δ᾿ ὀνόμηνεν ἅπαν- τας” (278)· συλλήβδην καὶ θεὰς εἶπεν. §. 〈γράφεται καὶ〉 “θεὸν δ᾿ ὀνόμηνεν ἕκαστον.” §. τινὲς δὲ 〈προσ〉γράφουσιν “ὤμνυε δ᾿ ἐκ πέτρης κατ〈αλ〉ειβόμενον Στυγὸς ὕδωρ.”

ὑποταρταρίους] τοὺς ἐν τῷ Ταρτάρῳ ὄντας· οὐ γάρ τι ἐστὶν ὑπὸ [*](Α ~ B+) Τάρταρον. οὐδένα δὲ αὐτῶν οἶδεν ἢ Ἰαπετόν (Il. 8. 479)· παρὰ 〈δὲ Ἡσιόδῳ (Th. 134, 7) εἰσὶ καὶ Κρόνος Κρεῖος Ὑπερίων Κοῖος〉.

281. Λήμνου τε καὶ Ἴμβροῦ] τινὲς “Λήμνοιο κατὰ μέγα ἄστυ λιπόντε” τί γὰρ νῦν πρὸς τὴν Ἴμβρον, §. ἔστι δὲ νῆσος πρὸς τῷ μέλανι κόλπῳ· ἀπέχουσι δὲ ἀλλήλων στάδια ρκ΄.

* βήτην] ἐπὶ πελάγους. §. 〈“ἠέρα〉 ἀεὶ διὰ τοῦ η φησίν. πρήσσοντε] περῶ πρῶ, ὡς βέω βῶ, βορῶ 〈βρῶ〉, τορῶ τρῶ· [*](B-) 〈ὁ μέλλων πρήσω〉 συγκοπῇ, πέπρακα, βρώσεσθαι βέβρωκα, τέτρωκα.

283. * Ἴδην] ἀντὶ τοῦ Ἴδης· ἀλλαχοῦ (292) “Γάργαρον ἄκρον Ἴδης ὑψηλῆς.”

284. * Λεκτόν] ὡς φυτόν.

[*](Α+)

*τὼ δ᾿ ἐπὶ χέρσου βήτην] ἐπέβησαν δὲ οὗτοι τῆς χέρσου.

[*](B+)

285. ἀκροτάτη δὲ ποδῶν ὑπεσείετο 〈ὕλη〉] τὴν χαμαίζηλον βο- [*](B+) τάνην φησίν· ὅτι γὰρ οὐ πατοῦσι γῆν, δῆλον ἐκ τοῦ “οὐδὲ χθόνα μάρπτε ποδοῖιν” (228)· εἰσὶ δὲ γραφικά.

286. πάρος Διὸς ὄσσε ἰδέσθαι] πρὶν ἰδεῖν τοὺς ὀφθαλμοὺς τοῦ [*](B=) Διός, ὅπως μὴ πρὸ τοῦ δέοντος αὐτὸν κοιμίσῃ. ἐμφαντικώτατα 〈δὲ εἴρηταί, ὡς ἅμα τῷ προσβλέψαι τινὶ εὐθὺς κατακοιμίζοντος.

287. εἰς ἐλάτην ἀναβάς] ἐλάτη ἐπίμηκες καὶ ἄκαρπον ὡς Ὕπνος· [*](B=) ἔστι δὲ ἐπὶ ἐλάτην.᾿ §. τὸ δὲ “μακροτάτη” εἶπεν, ὡς πολλῶν οὐσῶν [*](B=) ἐκεῖ. καλῶς δὲ πρόσκειται 〈τὸ〉 “τέτε·” νῦν γὰρ οὐ φύεται ἐκεῖ ἐλάτη. §. καὶ ὅτι μετὰ τὰ ἡρωικὰ ὁ ποιητής.

* περιμήκετος] μῆκος μήκετος ἐπεκτάσει, ὡς πάχος πάχετος.

289. * καὶ ὑπὸ τοῦ ὕψους καὶ τῶν κλάδων καὶ τῆς μεταμορφῶ- [*](Β=) σεως οὐχ ὁρᾶται.

290. *ὄρνιθι λιγυρῇ ἐναλίγκιος] κατὰ τὴν καθέδραν· ἡ γὰρ ὄρνις [*](AB=) οὐ καθέζεται.

[*](3. suppl. Ludwich ex Eust. || 4. suppl. Bekker Il. p. 502, antea in schol. ed. κατ〈α〉ειβόμενον idem ‖ 6. post παρα (sic) linea 26 fere litt. vacat: supplevi, cf. A B ad v. 274 ‖ 9. τὸν Ἴ. ‖ 11. schol. supra v. 282 scriptum: traieci || 12. ὡς βιῶ B, ὡς βείω ‖ 12,13. supplevi ex B ‖ 21. ἴδῃ ut B ‖ 23. supplevi ex B ‖ 25. μακροτάτην || 31. ὁ γὰρ B)
84
[*](B=)

*ἥν τ᾿ ἐν ὄρεσσιν] λείπει ‘διατρίβουσαν.’

291. χαλκίδα] τὸ εὔφωνον ὄνομα τοῖς θεοῖς τίθησιν· οἶδε δὲ τὰ θεῶν ὡς ὑπὸ Μουσῶν καταπνεόμενος. τινὲς δέ φασιν αὐτὴν εἶναι Ἁρπαλύκην, ἢ μιγεῖσα τῷ πατρὶ Κλυμένῳ κατὰ βίαν ἑψήσασα τὸν υἱὸν Πρέσβωνα παρέθηκεν αὐτῷ. ἢ ὅτι Διὶ συνῆλθεν, Ἥρα δὲ ὠρνί- θωσεν αὐτήν· ἐν Χαλκίδι δὲ διῆγεν ἄνθρωπος οὖσα. οἳ δὲ τὴν μητέρα τῶν Κορυβάντων Χαλκίδα φασίν. ἢ ὅτι χαλκίζει τὴν χροιάν, ἢ ὅτι κατὰ νύκτα ὁρᾶται. τινὲς δὲ τὴν γλαῦκα.

[*](A= B-)

κύμινδιν] ὅτι ἀεὶ τὴν κεφαλὴν ὑπὸ τοὺς κλάδους κρύπτει· ὁ γὰρ κύμινδις οἰκεῖ μὲν ὄρη, ἔστι δὲ μέλας, χαλκίζων τὴν χροιάν, καὶ μέγεθος ὅσον ἱέραξ ὁ φασσοφόνος, ὥς φησιν Ἀριστοτέλης (H. A. 9. 12). παρὰ δέ τισι θηλυκῶς λέγεται· εὐεπίφορον δὲ εἰς ὕπνον τὸ ὄρνεον.

[*](B=)

292. * τὸ “Γάργαρον” ἄκρον, ἡ δὲ πόλις θηλυκῶς, καὶ οἱ πολῖται Γαργαρεῖς.

[*](B=)

294. ὡς δ᾿ ἴδεν, ὥς μιν ἔρως] ἐπαναλαμβάνει τὸ “ἴδεν,” ὑπο- φαίνων ὡς οὐκ ἐν παρέργῳ αὐτὴν εἶδεν. ἔστιν οὖν ὡς τὸ “ἠράσατ᾿ , ὀφθαλμοῖσιν ἰδών” (Il. 16. 182).

[*](B=)

*πυκινάς] πρὸς ἐπίτασιν τοῦ πάθους. §. “ἀμφεκάλυψε” δὲ ἀντὶ [*](B=) τοῦ ἤγρευσεν, ἀπὸ τῶν δικτύων.

[*](Α=)

295. * ὅτε πρώτιστον] Ἀρίσταρχος “ὅτε πρῶτόν περ.”

[*](B-)

296. εἰς εὐνὴν φοιτῶντε φίλους λήθοντε τοκῆας] καὶ πῶς φησι (202) παῤ Ὠδκεανῷ αὐτὴν τρέφεσθαι; ἢ τὸ ἀτιτάλλειν (ib.) οὐκ ἐκ νηπίας· φησὶ γοῦν “ἄταλλε δὲ κήτε᾿ ὑπ᾿ αὐτοῦ” (Il. 13. 27) καὶ “τοὺς μὲν τέσσαρας αὐτὸς ἔχων ἀτίταλλ᾿ ἐπὶ φάτνῃ” (Il. 5. 271). λάθρα οὖν ἐμίγη· ὅτε δὲ ἐταρταρώθη Κρόνος, ὡς παρθένος ὑπονοου- μένη ἐξεδόθη Διὶ ὑπὸ Τηθύος καὶ Ὠκεανοῦ. τεκοῦσαν γοῦν Ἥφαι- στον προσποιεῖσθαι δίχα μίξεως κυεῖν. καὶ Κηδαλίωνι τῷ Ναξίῳ παραδοῦναι χαλκευτικὴν διδάξαι· διὸ καὶ μέχρι νῦν ὑπόμνημα φυλάσ- σεσθαι παρὰ Ναξίοις καὶ τὸν Ἀμφιθάλην τῇ Ἰτάλῃ συγκατατεθεῖ- σθαι· ἄλλοι τὸν Δία φασὶν ἐν Σάμῳ λάθρα τῶν γονέων διαπαρθενεῦσαι τὴν Ἤραν· ὅθεν Σάμιοι ζήλῳ τῆς θεοῦ μνηστεύοντες τὰς κόρος λάθρα συγκο〈ι〉μίζουσιν, εἶτα παρρησίᾳ τοὺς γάμους θύουσιν. [*](11. φασσόφωνος B ‖ 17. ἠράσατο ‖ 22. λήθων τε || 28. τεκεῖν Eust. ‖ 29, 30. φυλάξασθαι ‖ 30. συγκατατεθεῖσθαι Bekker: συγκατατιθεῖσθαι ‖ 31. ἀποπαρθενεῦσαι B || 32. μνηστεύοντες B: μνηστεύσαντες || 33. Supplevi ex B Eust. || ποιοῦσι B)

85
“τοκῆας” οὖν τοὺς περὶ Κρόνον καὶ Ῥέαν· ἔνιοι δὲ “τοκῆας” τοὺς προγόνους τοὺς περὶ 'Vκεανὸν 〈καὶ Τηθύν〉. “ἐκ δὲ τοκήων τῶν αὐτῶν, οἵπερ τέκον Ἀλκίνοον” (Od. 7. 54), ἵνα καὶ τὸ ἀτιτάλλειν ἐκ νηπίας τρέφειν λάβωμεν. §. ἔνιοι δέ φασι παρθένον οὖσαν Ἥραν [*](A+) ἐρασθῆναι Εὐρυμέδοντος, ἑνὸς τῶν γιγάντων, καὶ ἐξ αὐτοῦ τεκεῖν τὸν Προμηθέα. Δία δὲ ἐγνωκότα τὸν μὲν ταρταρῶσαι, τὸν δὲ Προμηθέα προφάσει τοῦ πυρὸς σταυρῶσαι.

*φίλους] τοὺς οἰκείους· “ἀπὸ μὲν φίλα εἵματα δύσω” (Il. 2. 261).

297. στῆ δ᾿ αὐτῆς προπάροιθεν] κινηθεὶς ὑπὸ τοῦ κεστοῦ αὐτὸς [*](B=) πρόσεισι τῇ γυναικί.

298. * πῆ μεμαυῖα] εἰς τίνα τόπον ὡρμημένης τόδ᾿ ἱκάνεις] λείπει 〈τὸ〉 ὄρος· “ἢ ἑὸν αὐτοῦ χρεῖος ἐελ- [*](B-) δόμενος τόδʼ ἱκάνει” (Od. 1. 409). μήποτε δὲ ἰσοδυναμεῖ τῷ παῤ Αἰολεῦσι ‘τυῖδε.’ καὶ πληθυντικῶς “οὐχ᾿ ὅ γ᾿ ἄνευθε θεοῦ τάδε μαίνεται” (Il. 5. 185) ἀντὶ τοῦ ἐνθάδε· οὐ γινώσκει δὲ τὴν 〈συ〉- σκευὴν διὰ τὰ πάθη, “ἅ τ᾿ ἔκλεψε νόον πύκα〈περ φρονεόντων〉” (217).

299. ἵπποι δ᾿ οὐ παρέασι] ἠθικῶς πάνυ καταπαύει τὴν ὁδὸν ὡς μὴ [*](Β-) τῶν ἐπιτηδείων παρόντων, ἵνα πείσας μένειν εὗ χρήσηται τῇ σχολῇ· οὐ γὰρ πιθανὸν ἦν ἀποτρέψαντι τῆς ὁδοῦ θέλειν ἐμπελάζειν. προ- φάσει οὖν χρῆται. ἡ δὲ δολίως ἐπιτείνει τὴν ἐπιθυμίαν τοῦ ἀνδρός, φάσκουσα πάντα αὐτῇ εὐτρεπῆ εἶναι πρὸς τὴν ὁδόν, “ἵπποι δ᾿ ἐν πρυμνωρείῃ” (307).

300. τὸν δὲ δολοφρονέουσα] δολίαν εἰσάγει τὴν Ἥραν καὶ ἐν τῷ [*](Β=) περὶ Ἡρακλέους “δολοφροσύνῃσ᾿ ἀπάτησεν” (Il. 19. 97). σχεδὸν οὖν κηρύττει ὁ ποιητὴς φυλάττεσθαι τῶν γυναικῶν τοὺς λόγους.

304—6. ἀθετοῦσιν ὡς ἀμβλύνοντας τὴν ἐπιθυμίαν Διός· ἀλλ᾿[*](B+) οὐκ ἠμβλύνθη τοῦ κεστοῦ ἐπιτείναντος, ἄλλως τε περὶ ἀφροδισίων λέγουσα ἐπιτείνει τὸν πόθον καὶ πλέον ἐξάπτει.

* ἠθετοῦντο παρὰ Ζηνοδότῳ.

[*](Α=)

304. καί σφ᾿ ἄκριτα νείκεα λύσω] καὶ πῶς ἐν τῇ A (424) μετὰ [*](Β=) τῶν θεῶν οὖσα ἐν τῷ Ὠκεανῷ οὐ διήλλαξε τὴν ἔριν; ἀλλ᾿ ὅτι οὐ σὺν [*](2. supplevi ex B 13. ἱκάνεις || ἰσοδυναμῇ: corr. Bekker ‖ τὸ π. ‖ 15, 16. supplevi ex B ‖ 17. ἁρμοδίως B ‖ 18. εὖ χρήσηται B: συγχωρή- σηται || 19. ἀποτρέψαντι coni, W; ἀποτρέψαντα ‖ 21. τὰ ante πρὸς add. B || 22. πρυμνῷ ῥείῃ ‖ 26. lemma ἔρχομαι ὀψομένη (301) del. et schol. ad v. 304—6 traiecit Hiller ‖ 27. ἠμβλύνθη B: ἠμβλήνθη || 28. πλέον B: πλείονα ‖ 29. schol. supra 307 scriptum cf. A ‖ καὶ post ἠθ. addit Ludwich ‖ Ζηνοδότου: corr. Bekker ‖ 31. οὐ δ. B: μὴ)

86
αὐτοῖς ἦν, δῆλον ἐξ ὧν ἀπʼ οὐρανοῦ πέμπει τὴν Ἀθηνᾶν παύσουσαν τῶν στρατηγῶν τὴν ἔριν (Il. 1. 195).

[*](B-)