Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

226. Πιερίην δ᾿ ἐπιβᾶσα καὶ Ἠμαθίην] Μακεδὼν ὁ Διὸς καὶ Θυίας, κατέχων χώραν περὶ Θρᾴκην, Μακεδονίαν ἀφ᾿ ἑαυτοῦ προση- γόρευσεν· ἴσχει δὲ παῖδας δύο, Ἄμαθον καὶ Πίερον, ὧν αἱ πόλεις ἐν Μακεδονίῳ.

[*](Α+)

Πιερίην] οἱ μὲν μέρος Ὀλύμπου, οἱ δὲ χώραν ἀπὸ νύμφης ἢ Πίερος τοῦ Ἐλευθῆρος· Ἠμαθία δὲ πρώην ἡ Μακεδονία.

[*](B-)

227. ἐφ᾿ ἱπποπόλων] ἄκρως κατονομάζει τοὺς τόπους τὰς ὁμόρους χώρας διεξιών, ὡς καὶ ἐν Ὀδυσσείᾳ (15.297) “ἣ δὲ Φερὰς〈ἐπ〉έβαλλεν ἐπειγομένη Διὸς οὔρῳ, ἠδὲ παῤ Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί· ἔνθεν δ᾿ αὖ νήσοισιν.” τῇ γὰρ ὀνομασίᾳ τῶν τόπων συμπαραθέουσα ἡ διάνοια τῶν ἐντυγχανόντων ἐν φαντασίᾳ καὶ ὄψει τῶν τόπων γίνεται. ἅμα οὖν τὸ ἀργὸν περιέφυγεν, οὐκ εὐθὺς ἀγαγὼν αὐτὴν ἐπὶ τὰ προ- κείμενα χωρία· μάρτυρας 〈γοῦν〉 ἐπαγόμενος τοὺς ἀκούοντας πιθανω- τάτην καθίστησι τὴν διήγησιν.

* ἱπποπόλων] τινὲς “ἱππονόμων.” §. λείπει δὲ ἡ πρός, ‘πρὸς τὰς κορυφάς,’ ἢ ἐπί.

228. μάρπτε ποδοῖιν] οἷον τὰ ἴχνη κόνιν τῆς γῆς οὐ συνε- λάμβανον.

[*](Α-)

229. ἐξ Ἀθόω δ᾿ ἐπὶ πόντον] Ἀρίσταρχος “ἐς πόντον·” Πτολε- μαῖος δὲ κατάδυσίν φησιν δηλοῖ 〈τὸ〉 “ἐς πόντον,” ἀγνοεῖ δὲ τὸ “ἐς πόντον ἐπηρεφέας φύγε πέτρας” (Od. 10. 131). ἄφεσιν οὖν δηλοῖ, οὐ δύσιν. τὸ δὲ “ἐλάαν ἐπὶ κύματα“ (Il. 13. 27) ἐπάνω τῶν κυμάτων. καὶ “σεύατ᾿ ἐφ᾿ ἱπποπόλων Θρῃκῶν ὄρεα.” καὶ γὰρ ἔπειτα πορεύεται [*](B-) εἰς τὸ Ἴλιον (281). §. τὸ δὲ “Ἄθόω” ἐπέκτασις ποιητική. §. εἴρηται [*](1. κελενδόνη ‖ 3. μέσῳ] Ἀρίσταρχος “μέσῳ,” ἄλλοι δὲ “ἑῷ” A ‖ 7. Διὸς etiam A D Eust.: Δίωνος B ‖ 8. Θυίας Lobeck: Αἰθρίας A D, Αἰθυίας ut B ‖ κατασχὼν A ‖ 12. Ἐλευθῆρος Eust.: Ἐλεσθῆρος || 13. ἱπποπώλων textus, ἱπποπάλων ‖ ὁμόρους Bekker: ὁμήρου ‖ 14. θεὰς Strabo VIII. 350 || 15. οὔρῳ Bekker: οὔτω ‖ 18, 19. τὰ προκείμενα χωρία B: τῶν προκειμένων χωρίων ‖ 19. supplevi ex B || 19, 20. πιθανωτάτην B: πιθανῶς ταύτην || 21. ἱπποπώλων textus ‖ 26. suppl. Bekker ‖ 29. ἱπποπώλων ‖ θρῃκῶν ὄρεα scripsi, καὶ γὰρ ἔπειτα add. et δέ post πορ. del. W: θερμαὶ γὰρ ἐπεὶ τί πορ.)

77
δὲ ἀπὸ τοῦ γίγαντος Ἄθω, 〈ᾧ〉 Ποσειδῶν τὸ ὄρος ἐπέθηκεν· τοῦτο δὲ [*](B-) ὤρυξε Ξέρξης, καταπλῆξαι τοὺς Ἕλληνας θέλων. Δηαήτριος δὲ ὁ Σκή- ψιος ψευδὲς εἶναι τοῦτό φησιν· τιμᾶται δὲ ὁ Ζεὺς ἐν αὐτῷ· Αἰσχύλος Ἀγαμέμνονι(272) Ἀθῷον αἶπος Ζηνὸς ἐ〈ξε〉δέξατο·” τὸ δὲ στάδια 〈τ΄〉 ἀπέχον Λήμνου σκιάζει αὐτήν· καὶ ἡ παροιμία “Ἄθως σκιάζει νῶτα Λημνίας βοός” (Soph. fr.703 N.). Διοκλῆ δέ φασι τὸν Ῥηγῖνον ἀρχιτέκτοντα Ἀλεξάνδρῳ ἐπαγγέλλεσθαι τὸν Ἄθω ἀνδριάντα αὐτοῦ κατασκευάσαι, θατέρᾳ μὲν χειρί μυρίανδρον 〈πόλιν〉 κατέχοντα, θατέρᾳ δὲ ποταμοὺς προϊέμενον, ὥσ〈τε〉 τοῖς παραπλέουσιν δοκεῖν σπένδειν.

* Ζηνόδοτος “ἐς πόντον.”

*ἐπὶ πόντον] οὐκ οἶδεν Ὕπνου οἶκον, ὡς Ποσειδῶνος ἐν Αἰγαῖς (Od. 5. 381), ἐπεὶ τρίτῳ βήματι ἐκεῖ ἂν εὕρητο ἡ θεός.

230. πόλιν θείοιο 〈Θόαντος〉] “〈Εὔβοἰ Ἀθηνῶν〉 ἔστι τις γείτων πόλις” (Eur. Ion 293). ἀντὶ τοῦ νῆσος· οἳ δὲ ἀντὶ τοῦ χώρα. ἐν ψηφίσματι, 〈ὃ παρα〉τίθεται Κρατερός, ἐστὶν “Αἴγυπτον καὶ Λιβύην τὼ πόλεε·” οἳ δὲ “πόλιν Θόαντος” Μύριναν. §. εἰσὶ δὲ αὐτῆς πόλεις δύο, Ἡφαιστιὰς καὶ Μύρινα. ἢ ὅμοιόν ἐστι τῷ “Ἴδην δ᾿[*](B=) ἵκοντο —Λεκτόν” (283) “Κύπρον ἵκανε—ἐς Πάφον” (Od. 8. 362)· ἔθος γάρ ἐστιν αὐτῷ τοῖς ὅλοις τὰ μερικὰ ἐπάγειν.

231. ἔνθ᾿ Ὕπνῳ ξύμβλητο] φίλοινοι γὰρ ὡς ἀπόγονοι Θόαντος τοῦ [*](Α ~ B+) Διονύσου. καὶ Εὔνεως οἶνον πέμπει (Il. 7. 468), καὶ Ὀδυσσεὺς ἀπὸ Θρᾳκῶν τὸν οἶνον δέχεται (Od. 9. 197), καὶ οἱ σὺν Ῥήσῳ κοι- μώμενοι ἀνῃρέθησαν (Il. 10. 470), καὶ οἱ Λήμνιοι ὑπὸ τῶν γυναικῶν· καὶ οἱ Ἀχαιοὶ ἐν Λήμνῳ πίνουσι “κρητῆρας ἐπιστεφέας οἴνοιο” (Il. 8. 232). ἢ διὰ Πασιθέαν τὴν γυναῖκα Ἡφαίστου πάρεστιν αὐτὸς λιπαρῶντυχεῖν τῆς ἀδελφῆς—τὸ δὲ χαλκεῖον Ἡφαίστου ἐν Λήμνῳ — οἳ δὲ ὅτι Φιλοκτήτης ἐδεῖτο αὐτοῦ εἶναι ἐκεῖ διὰ τὰς ὀδύνας, οἳ δὲ ἐκ τύχης συντετυχηκέναι. §. τινὲς δὲ γράφουσιν “ἐρχομένῳ κατὰ [*](1. Ἄθω B: Ἀθόω ‖ supplevi ex Eust. || ὅρος Eust.: ὄνος ‖ 4. supplevi ex B Eust. l‖ τὼ δὲ ‖ 5. αὐτήν Eust.: αὕτη || 6. νῶτα Et. M. s. v. Ἄθως alii cf. Nauck l. c.: ὦτα ‖ Ῥηγῖνον Eust.: Ῥήγιον ‖ 8. θατέρᾳ Eust.: θάτερα bis ‖ suppl. Bekker ex Eust. ‖ κατέχοντα Eust.: κατέχουσαν || 9. προϊέμενον Eust. προῖεμένην ‖ ὅτι σπένδει Eust., σπεύδειν || 13. suppl. Meineke Steph. Byz. p. 718 || 14. χὼρα Bekker: χώρας || 15. suppl. Meineke, qui ante ἐν insert 〈ὡς〉 et delet ἐστὶν ‖ καρτερός: corr. Meineke ‖ 16. Μύριννα B Eunt. ‖ 18. ἵκοντο Eust.: εἰσαφίκανε ut B ‖ 19. αὐτῷ B: αὐτὴν ‖ 20. schol. per- tinet ad v. 213 cf. B ‖ 21. Διονύσου Eust.: Διονυσίου ‖ Εὔνηος Eust. ‖ 22. ἀπὸ Bekker: ὑπὸ ‖ 27. διὰ τὰς ὀδ. εἶναι ἐκεῖ coni. W ‖ 28. προσγρά- φουσιν coni. Ludwich)

78
φῦλα βροτῶν ἐπ᾿ ἀπείρονα γαῖαν.” §. πῶς ἡ ἄλλους ἐξαπατῶσα ἀπατᾶται νῦν; ἢ οὐκ ἀλεξιφάρμακον ἀπάτης ἡγεῖσθαι δεῖ τὸν κεστόν· ἔστι γὰρ μόνης συνουσίας περιποιητικός· φιλοτιμουμένη δέ φησι περὶ αὐτοῦ “ὅτι φρεσὶ σῇσι μενοινᾶς” (221), ὡς καὶ Ἀλκίνους “σὺ μὲν δεδμημένος ὕπνῳ λέξεαι” καὶ τὰ ἑξῆς (Od. 7. 318). οὐδὲν οὖν ἐκώλυεν αὐτήν τε ἀπατᾶσθαι καὶ ἄλλους ἀπατᾶν δύνασθαι. ἢ δίδωσι τὸν κεστόν, ὅπως τῇ ἀπουσία τῆς Ἥρας ἀκίνδυνοι ὦσι Τρῶες.

[*](B=)

κασιγνήτῳ Θανάτοιο] Μνησ〈ίμ〉αχος ὁ κωμικὸς “ὕπνος τὰ μικρὰ τοῦ θανάτου μυστήρια” (III p. 579 M.)· ὃ μὲν γὰρ διὰ μικρᾶς διαλύσεως τοῦ σώματος, ὃ δὲ ἀπὸ ἰσχυρᾶς γίνεται· καὶ ἐν ἀμφο- τέροις ἄπρακτος δίαιτα ἀνάπαυσις κακῶν· ὃ μὲν χωρίζει ψυχήν, ὃ δὲ συστέλλει· ἀλλ᾿ ὃ μὲν στέρησις αἰσθήσεως, ὃ δὲ ἀφαίρεσις.

[*](B=)

233. Ὕπνε, ἄναξ πάντων〈τε) θεῶν] φησὶ γοῦν ἀλλαχοῦ “ἄλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες—εὗδεν” (Il. 2. 1)· ὥσπερ δὲ τὸν κεστὸν ἐθαύμα- σεν, οὕτω καὶ τὸν Ὕπνον ἐσεμνολόγησε, πρὸς πειθὼ αὐτὸν ὑπαγομένη.

[*](B=)

234. ἦ μὲν δή ποτ᾿ ἐμὸν ἔπος] μνήμη χάριτος παλαιᾶς παρασκευ- αστικὴ δευτέρας· ἀλλ᾿ οὐκ ἐγύμνωσε τὴν χάριν διὰ τὰ παρακολου- θήσαντα τῷ ὕπνῳ τότε.

[*](A+)

235. ἰδέω χάριν] αἱ Ἀριστάρχου “χάριν εἰδέω” ἀντὶ τοῦ εἰδείην. §. Ἀττικῶς ἀντὶ τοῦ ὀφλῆσαι, ὡς Εὐριπίδης “ὦ παρθέν᾿ , εἰ [*](B-) σώσαιμί σ᾿ , εἴσῃ μοι χάριν;” (Andr. fr. 126 N.). ἐπίτηδες δὲ αὐτὸν ὑπέμνησε τῆς προγεγονυίας χάριτος.

236. κοίμησον] ἀντὶ τοῦ ‘κο〈ί〉μισον’ Αἰολικῶς, ὡς τὸ ψιμύθιον ψημύθιον· ἢ ἐνήλλακται τὰ τῆς διαθέσεως.

[*](A+)

* ὑπ᾿ ὀφρύσιν] Ζηνόδοτος “ἐπ᾿ ὀφρύσιν.”

[*](B-)

238. καλὸν θρόνον] ἐφύλαξε τὸν τῆς Χάριτος γάμον, εἰ ἀντιλέξει. καλῶς δὲ θρόνον ὑπισχνεῖται· πρὸς ἀνάπαυσιν γὰρ πεποίηται, ὡς ὁ ὕπνος. πάντα δὲ τὰ ἡφαιστότευκτα ἄφθιτά φησιν.

[*](B=)

239. *εἰς πίστιν τῆς ὑποσχέσεως καὶ τοῦ Ἡφαίστου μνημονεύει, ὅτι καὶ ἐκ προχείρου τὴν δωρεὰν παρέξει παρὰ τοῦ υἱοῦ λαβοῦσα.

240. * τεύξει] δύναται καὶ εὐκτικὸν εἶναι “τεύξοι” καὶ ὁριστικὸν “τεύξει.”

[*](2. ἡγ. ἐδεῖτο κ. Bekker || 5. λέξαιε ‖ 7. εἶεν Τρ. ‖ 8. supplevi ex B Eust. ‖ 11. ἀνάπαυσις W: ἀναπαύουσι || 14, 15. ἀπεθαύμασεν B ‖ 15. σεμνο- λογεῖ B ‖ ἐπαγομένη B ‖ 19. Ἀρίσταρχος A ‖ 20. Εὐριπίδης ὡς πίθεν εἰς ὡς (dein vacant 7 litt.) ἢ μοι χάριν: corr. Bekker ex Laert. Diog. IV. 29 ‖ 22. προγεγονυίας B: πορθουμένης || 23. ψυμύθιον || 24. ψημύθιον Eust.: βαρυθυμίαν || 26. καὶ θρ. ‖ ἀντιλέξει Bekker: ἀντιλέξαι B, ἀντιλέξοι)
79

θρῆνυν] ἀρσενικῶς· “θρῆνυν ἐφ᾿ ἑπταπίδην” (Il. 15. 729). καὶ B- “τῷ κεν ἐπισχοίης·” οὐ γάρ ἐστιν οὐδέτερον εἰς υ λῆγον· εἴρηται δὲ παρὰ τὸ θρᾶνον, ὅ ἐστι μικρὸν ὑποπόδιον.

241. * ἐπισχοίης] οὕτως Ἀττικοί· ἔνιοι δὲ “ἐπισχοῖες.”

[*](A+)

εἰλαπινάζων] τινὲς ἐπάγουσιν “αὐτὰρ ἐπὴν δὴ νῶι κατευνηθέντε ἴδηαι ἀγγεῖλαι τάδε πάντα Ποσειδάωνι ἄνακτι·” ψευδὲς δέ ἐστιν· οὐ γὰρ ἂν ωμοσεν Ἥρα (Il. 15. 41), ἀλλ᾿ ὁ Ὕπνος διὰ τὸν γάμον τῆς Χάριτος ὑπὲρ τὸ αἰτηθὲν ποιεῖ.

243. * πρέσβα] ἀντὶ τοῦ πρεσβυτάτη, ὡς “δῖα θεάων.” §. τὴν [*](B=) ἴσην δὲ τιμὴν ἀνταπέδωκεν αὐτῇ.

245. καὶ ἂν ποταμοῖο ῥέεθρα] δυσχερέστατον ποταμὸν ῥέοντα κοιμίσαι. §. ὁμιλητικῶς πρὸς ταῦτά φησιν ὑπηρετήσειν, ἃ μὴ κίνδυνον [*](Β=) αὐτῷ φέροι. τεχνικώτατα δὲ διαλέγεται, τοῦ μὲν καὶ νῦν κρατῆσαι τοῦ Διὸς δύνασθαι πίστιν ἐπάγων ἐκ τῶν ἐπὶ τῷ Ὠκεανῷ, τοῦ δὲ μὴ τολμῆσαι ἀπολογίαν κομίζων τὸ μηδὲ πρόσθεν αὐτῷ λυσιτελῆσαι τοῦτο πρᾶξαι· ἐξ οὗ δύο χρήσιμα πράττει, τήν τε δοθησομένην ἐπι- τείνει δωρεὰν καὶ τῆς παλαιᾶς εὐεργεσίας τὴν Ἤραν ὑπομιμνήσκει.

246. ὅς περ γένεσιν] ἐκ γὰρ ὕδατος πάντα τὰ στοιχεῖα, καὶ τὸ [*](Β-) σπέρμα δὲ πνεῦμά ἐστιν ὑγρῷ κραθέν. ὅθεν κουροτρόφοι οἱ ποταμοὶ καὶ αἱ πηγαί· οἷς τέως ἀποκείρονται τὰς κόμας.

249. ἄλλοτε ἡ ἐπίνυσσεν] Ἀρίσταρχος “ἄλλο τεὴ ἐπίνυσ〈σ〉εν [*](A+ Β=) ἐφετμή,” ἵν᾿ ᾖ, ἤδη γάρ με καὶ ἄλλοτε ἡ σὴ ἐπαίδευσε πρόσταξις. εἰ γὰρ ἦν ὅτι τῇ ἰδίᾳ ὁ Ζεύς, ἔδει ἐπάγειν ‘ὑπέρθυμος ἑὸς υἱός,’ ἄλλως τε ἀπειλῇ ἂν ἐσωφρόνισεν, οὐκ ἐφετμῇ· τὸ δʼ ἔργον λέγει κίνδυνον φέρειν, ἵνα καὶ παρωσάμενος συγγνώμην ἔχῃ καὶ ποιῶν δοκῇ μείζονα χαρίζεσθαι. §. τὸ δὲ “ἐπίνυσ〈σ〉εν” ἀντὶ τοῦ ἐσωφρόνισε καὶ ἐνουθέ- τησε μηκέτι τοῖς τοιούτοις ἐγχειρεῖν.

252. *Διὸς νόον] τὸν Δία, ὅς ἐστι νοῦς κόσμου.

[*](2. οὐ γὰρ W: ὅπερ ‖ 3. τὸ B: τὸν ‖ 4. οὕτως Ἀττικοί cf. Eust., οὕ- τως Ἀρίσταρχος coni. W: ὡς ἄσσον ‖ δὲ ἐπίσχυες A. ‖ 5. κατευνηθέντες: corr. Bekker ‖ 6. ἀγγεῖται: corr. Bekker ‖ 6, 7. οὐκ ἂν γὰρ ἂν: corr. Bekker ‖ 11. ποταμὸν Bekker: ποτὲ ‖ 12. ὑπηρετῆσαι B || ἃ B: ἂν ‖ 15. τολμῆσαι W: ποιῆσαι B, τὸ ἀνῆσοι ‖ πρόσθεν B: πρὸς θεὸν ‖ 16. ἐξ οὖ B: ἐκ σοῦ ‖ 17. ὑπομιμνήσκει B: ὑπέμνησεν ‖ 20. ἀπεκείροντο W; ἀπο- κείρονται ‖ 21. ἐπίνυσσεν etiam textus ‖ Ἀ. ἄλλο τεὴ A: ἄλλοτε σὴ ‖ 23. ἦν ὅτι τῆ ἰδίᾳ B: δέει τῇ (dein vaeant 4 litt.) ὁ ‖ 24. τὸ δ᾿ ἔργον λέγει W ex B: πονηρὸν δὲ ‖ 25. φέρειν B: φέρει ‖ τολμῶν δ. coni. W || 26. ἐσωφρόνησε B)
80
[*](B-)

253. *ἀμφιχυθείς] ὑγρὸς γὰρ ὁ ὕπνος.

[*](A=)