Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

194. πρέσβα] συγκοπῇ τοῦ 〈πρέσβειρα καὶ〉 πρέσβεια. §. πῶς δὲ ἡ καλοῦσα αὐτὴν ‘τέκνον’ (190) περὶ κάλλους ἤμελλεν ἐρίζειν αὐτῇ: πῶς δὲ 〈ἡ〉 τὸν κεστὸν ἔχουσα, ᾧ καὶ Δία νικᾶ (scil. Ἥρα 315), οὐκ ἤμελλεν αὐτῆς περιέσεσθαι; νεωτερικὴ οὖν ἡ κρίσις.

195. * τὸ “τι” ἀντὶ τοῦ ὅπερ.

[*](B=)

196. * εἰ δύναμαι τελέσαι γε, καὶ εἰ τετελεσμένον ἐστίν] τῶν γὰρ πραγμάτων τὰ μὲν εἰδικῶς ἄπορα, τὰ δὲ κοινῶς ἀδύνατα.

[*](B=)

καὶ εἰ τετελεσμένον ἐστίν] καὶ εἰ τετελεσμένον ἑτέρῳ τινὶ τυγ- χάνει, ὡς τὸ μὴ προγενόμενον οὐκ ἂν ὕστερόν ποτε γένοιτο. ἢ εἰ τελεσθησόμενόν ἐστιν.

198. *ἵμερον] τινὲς τὴν τῶν ἀπέντων ἐπιθυμίαν.

[*](B=)

ᾧ τε σὺ πάντας δαμνᾷ] πρακτικῶς ἅπόντα· καὶ γὰρ τὸ ἐπαίρειν αὐτῆς τὴν δύναμιν ἐπαγωγότατον. ἅμα δὲ καὶ σύστασιν ἔχει ὁ λόγος, ἵνα πιθανὸν φανῇ καὶ τὸν Δία τοῖς τοιούτοις κρατηθῆναι.

[*](B-)

199. δαμνᾷ] οἳ μὲν ὁμοίως τῷ “πειρᾷ ἐμεῖο, γεραιέ” (Il. 24. 390), οἳ δὲ Δώριον αὐτὸ ἀπὸ τοῦ δάμνασαι· οὕτως Ἀρίσταρχός φησιν‘ἐπίστᾳ’ ‘δύνᾳ,’ ὅλον δὲ ‘ἐπίστασαι.’

200. ὀψομένη] ἀντὶ τοῦ ‘συντευξομένη,’ τῷ Ὠκεανῷ. §. πιθανῶς [*](B=) δὲ πλανῷ ἐκτοπίζουσα τὸν ἔλεγχον καὶ μακρὰν καθιστᾶσα τὴν ὑποψίαν.

[*](A+)

202. ἐν σφοῖσι] σὺν τῇ “ἐν” αἱ Ἀριστάρχου. §. πιθανῶς δὲ [*](B=) μνήμονα εὐεργεσιῶν ἑαυτὴν ὑπογράφει, εὐέλπιδα καὶ ταύτην ποιοῦσα ὡς ἀντιληψομένην τὰς χάριτας.

ἀτίταλλον] ἀτιτάλλειν τὸ ἐξ ἀταλοῦ τρέφειν. §. τὸ δὲ “Ρείης” ὁ Ἀρίσταρχος διὰ τοῦ α, “Ῥείας.”

[*](Α-)

206. δηρὸν 〈χρόνον〉] ἐκ παραλλήλου· φησὶ γὰρ “αἰσχρόν τοι δηρόν τε μένειν” (Il. 2. 298).

[*](Α+ B-)

208. εἰ κείνῳ γε] Ζηνόδοτος καὶ Ἀριστοφάνης “κείνων,” ὁ δὲ Ἀρίσταρχος ὁμηρικ〈ώτερ〉όν φησιν εἶναι ‘εἰ κείνους παραπείσασα [*](4. supplevi ex D ‖ 5. ἐρίξειν Bekker: ὑβρίζειν ‖ 6. suppl. W ‖ κεστὸν ἔχουσα ᾧ scripsi, κεστὸν ἔχουσα ἐν ᾧ Bekker: κεστὸν ἐν ᾧ ‖ 10. ἰδικῶς ut B || 11. ἔσται || 15. ὥστε ‖ πρακτικὰ B || 19. δάμναμαι: corr. Bekker ‖ 20. φ. ἐπίστα ‖ 25. ὑπογράφει: ἀπογράφει ‖ εὔελπιν B ‖ 26. ἀποληψομένην B ‖ 27. ἀταλοῦ W ex Apoll. Soph. et Et. Μ.: ἁπαλοῦ ‖ 32. supplevi ex A)

75
τὴν ψυχήν·” δύναται δὲ τὸ “κείνω” ἀντὶ τοῦ κείνων εἶναι, ὡς “ἄμφω δ᾿ ἑζομένω” (Il. 3. 211).

209. ὁμωθῆναι] ὁμοιωθῆναι 〈ἢ〉 εἰς ταὐτὸ συνελθεῖν· “ὁμὸν λέχος [*](A~B-) εἰσαναβαίνοι” (Il. 8. 291)· οὐκ ἄν τις οὖν τὴν γνώμην κυριώτερον εἴποι. §. δασύνεται δὲ τὸ “ὁμωθῆναι.”

210. αἰεί κε σφι φίλη 〈τε καὶ αἰδοίη καλεοίμην〉] λεληθότως [*](B=) ὑποβάλλει, ὅτι καὶ σὲ τὴν τῆς τιμῆς μοι αἰτίαν νομιῶ φίλην.

213. * ἀγκοίνῃσιν] ἐκ τοῦ ἀγκῶνος ἀγκοίνη, κατὰ τροπήν.

214. κεστὸν ἱμάντα] οὐκ ἔστιν ὄνομα τοῦ ἱμάντος ὁ κεστὸς ἀλλ᾿ [*](A+ B-) ἐπίθετον διὰ τὸ πεποικίλθαι ἱμέροις καὶ τοῖς ἑξῆς, ὡς καὶ ἐπὶ Πάρι- δος “πολύκεστος ἱμάς” (Il. 3. 371). §. “ἱμάντα·” τὸ γὰρ ἐκτε- ταμένον νέας Ἀτθίδος, ὡς ἀλ〈λ〉ᾶντα.

217. τ᾿ ἔκλεψε νόον πύκα περ φρονεόντων] προκατασκευάζει, ἵνα [*](B=) μὴ θαυμάζωμεν εἰ Ζεὺς ἠπάτηται. καὶ ἐπὶ θυμοῦ δέ φησιν “οἰδάνει ἐν στήθεσ〈σ〉ι 〈νόον〉 πύκα περ φρονεόντων” (Il. 9. 554) διδάσκων, ὡς, εἰ καὶ συνετὸς εἴη τις, ἁλίσκεται τοῖς πάθεσι τοῦ νοῦ, εἰ μὴ ἑαυτῷ προσέχοι. §. “ὀαριστὺς” δὲ “πάρφασις” ἡ παραλογιστικὴ [*](A + B=) ὁμιλία.

219. τῆ] ὅθεν καὶ τήθη ἡ λέγουσα “δέξαι, θήλασον.” θῶ γὰρ [*](B-) τὸ θηλάζω, “θήσατο μαζόν” (Il. 24. 58). καὶ ἀντιφράζει αὖ τῷ “τῆ, πίε οἶνον” τὸ “ὃ δ᾿ ἔδεκτο” (Od. 9. 347, 353).

ἐγκάτθεο κόλπῳ] τῷ τοῦ ἱματίου κόλπῳ, τῷ κατὰ τὸ στῆθος [*](B-) πτύγματι τοῦ πέπλου, ὡς “κόλπον ἀνιεμένη” (Il. 22. 80), ἐπεὶ κἀκείνη “ἀπὸ στήθεσφιν ἐλύσατο” (214), ἢ ἐπεὶ οἱ τὰ τοιαῦτα παρέ- χοντες παραγγέλλουσι μὴ ὁρᾶσθαι, ἵνα μὴ ἀλλοιῶται τῇ ὄψει τὰ μαγγανεύματα.

221. 〈ἄπρηκτόν γε νέεσθαι] ἀντὶ τοῦ ὑποστρέψειν· οὕτως Ἀρί- [*](A+ B-) σταρχος. τινὲς δὲ τὸ “γενέεσθαι” μέσον μέλλοντα ἐξεδέξαντο διαλελυμένως, ὡς τὸ “κρανέεσθαι,” γίνω γενῶ γενεῖσθαι διαιρέσει “γενέεσθαι.” οὐκ ἔσῃ οὖν ἄπρακτος οὗ προθυμῇ. καλῶς δὲ ὁ μὲν ποιητὴς κατείλοχε τὴν δύναμιν τοῦ κεστοῦ, οὐχὶ δὲ Ἀφροδίτη, πρὸς τὸ μὴ μεγεθοποιεῖν τὴν χάριν.

222. 〈μείδησεν〉] γράφεται “γήθησεν.”

[*](2. ἑζομένῳ ‖ 5. δασυντέον A 19. λέξουσα B ‖ 20. μ. καντιφράζει αὐτῷ τὴν πίσυνον οὐδὲ ἔδεκτο: corr. Bekker ‖ 25. ἀλλοιοῖτο B ‖ 26. μηχανήματα B ‖ 28. τὸν γ. ut B ‖ διὸ ante μέλλοντα omisi ut B ‖ ἐδέξαντο B ‖ 29. κρ. γείνω ‖ διαιρέσει B: διαίρεσις)
76

*ὅμοιόν ἐστι τῷ “χαῖρεν δὲ κλεηδόνι δῖος Ὀδυσσεύς” (Od. 120).

[*](A-)

223. * ἑῷ] οὕτως Ἀρίσταρχος· Ζηνόδοτος δὲ “μέσῳ.”

224. * ἣ μὲν ἔβη πρὸς δῶμα Διὸς θυγάτηρ Ἀφροδίτη] διὰ γὰρ τὸ μὴ ἔχειν ἄνδρα τῷ Διὸς οἴκῳ ἐνδιαιτᾶται.

[*](A+)

225. * ῥίον Οὐλύμποιο] ὡς ἐπὶ ὅρους· παρὰ τὸ ὁρᾶν ἢ ῥέεσθαι.

[*](Α+B=)