Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

172. * φαίνεται εἰδὼς μύρου χρῆσιν, τὸ δὲ ὄνομα ἀγν〈ο〉ῶν.

[*](B=)

173. * κινυμένοιο] ἀναχεομένου. §. πολλὴ τῆς εὐωδίας ἡ ἐνέργεια [*](B=) τὸν κόσμον ἀποπλ〈η〉ροῦσα.

[*](Β=)

174. ἔμπης ἐς γαῖάν τε 〈καὶ οὐρανὸν ἵκετ᾿ ἀυτμή〉] ὁμοίως. “ἔμπης μοι δοκ〈έ〉ει δαΐδων σέλας” (Od. 18. 354). καὶ ἄλλως δὲ ὁ νοῦς ‘καίπερ ἐν τῷ θαλάμῳ κινύμενον τὸ ἔλαιον τὴν εὐωδίαν εἰς τὰ πέρατα [*](A+) ἀφίει’ §. σημειωτέον δέ, ὅτι ὄρος ὁ Ὄλυμπος· μεταξὺ γὰρ ὠνό- μασται γῆς καὶ οὐρανοῦ.

175. *καλόν] καλῶς.

[*](B=)

176. * πεξαμένη] διακρίνασα καὶ διαχωρίσασα.

[*](B-)

πλοκάμους ἔπλεξε] παρονομασία ἐτυμολογική. μέμφεται δὲ Πλάτων (? De Rep. III p. 390d) τὸν κόσμον τῆς Ἥρας ἀγνοῶν ὡς ἀνθρωποπαθεῖς εἰσάγει τοὺς θεούς, ἄλλως τε καὶ οὐ περισσὸς ὁ κόσμος· παραφυλακτέον δὲ τὸ παιδευτικόν, ὅτι οὐ κομμωτρίας εἰσήγαγε τῇ θεῷ ἀλλ᾿ αὐτὴν ἑαυτῇ πάντα ὑπηρετοῦσαν, ἐπεὶ ῥᾴδιόν ἐστιν Ὁμήρῳ, ὥσπερ ἐπὶ Κίρκης τὰς νύμφας ἀντὶ θεραπαινῶν (Od. 10. 348), οὕτω καὶ ἐπὶ τῆς μεγίστης θεᾶς σεμνάς τινας δαίμονας παραλαβεῖν.

[*](A+)

177. * ἀμβροσίους] τινὲς “καὶ μεγάλους,” ἵνα μὴ λυπῇ τὸ ἀμ- βρόσιον συνεχὲς ὄν.

[*](A~)

178. * ἑανὸν ἕσαθ᾿ , ὅν οἱ Ἀθήνη] παρονομασία ἐτυμολογική· δηλοῖ γὰρ τὸν ἐνδυτήριον πέπλον.

[*](AB=)

179. ἔξυσε] ἐκέρκισε—ξύουσι γὰρ τὴν κρόκην πρὸς τὸ πυκνω- θῆναι—οἳ δὲ ἐλέανεν ἀπὸ μεταφορᾶς τῶν ξύλων, οἳ δὲ ἀντὶ τοῦ ἔγναψε μετὰ τὸ ὑφ〈ανθ〉ῆναι.

[*](B-)

180. * ἐνετῇσι] δίδωμι δοτή, τίθημι θετή, ἵημι ἑτή καὶ ἐνετή.

[*](A=)

181. * ζώνην — ἀραρυῖαν] κατὰ δοτικὴν τὸ “ζώνῃ,” καὶ Ἀρίσταρ- χος, “ζώνῃ ἑκατὸν θυσάνοις ἀραρυίῃ.”

[*](B+)

182. * ἕρματα] παρὰ τὸ ἐνείρεσθα.

[*](B+)

λοβοῖσι] παρὰ τὸ λαμβάνειν τι καὶ δέχεσθαι λοβὸς ἦν. §. “τρί- [*](A + Β-) γληνα” (182) δὲ οἱ μὲν ἀξιοθέατα, ὡς “γλήνεα πολλὰ κεχάνδει” (Il. 24. 192). οἳ δὲ ἐκ τριῶν ζῳδίων συγκείμενα, οἳ δὲ τριόφθαλμα [*](1. πεύθεσθαι coni. Heeker ‖ 14. παρονομασία B: παρωνομασία ‖ 18. ἂν ἦν pro ἐστὶν coni. W || 19. οὕτω Bekker: ὥσπερ ‖ 23. παρωνομασία ‖ 27. supplevi ex A B)

73
—Ἀττικοὶ τριοττίδας καλοῦσιν—οἳ δὲ γ΄ Χαρίτων ἐκτυπώματα ἔχοντα. οὐκ οἶδε δὲ ἀριθμὸν Χαρίτων ὁ ποιητής. “μορόεντα” δὲ ἐκπεπονημένα τῇ κατασκευῇ καὶ μεμεριμνημένα τῇ τέχνῃ. §. τινὲς δὲ “〈τρίγλην᾿〉 ἀμορόεντα” τοῦ α ἐπιτατικοῦ ὄντος, οὐχ ὑγιῶς.

184. *κρηδέμνῳ] παρὰ τὸ δέμω ῥῆμα κρήδεμνον. ἔστι δὲ μέχρι τῶν ὤμων παρειμένον, ὁ δὲ κεκρύφαλος 〈κόσμος κεφαλῆς) δετὸς καὶ ἡ παραδέσμη.

185. * παρὰ τὸ τείνομαι τατός, γείνομαι γατός, νεήγατος [*](Β=) ὑπερθέσει τοῦ ε νηγάτεος.

186. * λιπαροῖσιν] τινὲς ἀληλιμμένοις.

187. πάντα—κόσμον] οὐδὲν παρέλιπε τῶν γυναικείων κοσμημά- [*](B=) των, οὐ τὰ νίπτρα, οὐ τὴν τῶν ἀλειμμάτων περιεργίαν, οὐ τὴν ἐμ- πλοκήν, οὐ τὴν ἐσθῆτα, οὐ τὸν ἔξωθεν κόσμον περὶ τὰ ὦτα περὶ τὴν κεφαλὴν περὶ τοὺς πόδας. τῷ οὖν φυσικῷ κάλλει καὶ τὴν ἐκ τῆς τέχνης ἠθέλησεν εὐπρέπειαν προσάψαι. καίτοι δὲ τῶν περὶ ταῦτα δεινῶν γυμνὰς γραφόντων ἢ πλασσόντων τὰς γυναῖκας, καὶ πρὸς ἀπάτην ὁ ποιητὴς παραλιπὼν γυμνουμένην αὐτὴν δεῖξαι, ἵνα μὴ εἰς αἰσχρὰν ἐνέργειαν τὴν τῶν ἀκροωμένων διάνοιαν προκαλέ- σηται, κοσμηθεῖσαν ἐνεφάνισε καὶ λόγοις πλέον χρωμάτων αὐτὴν διετύπωσεν.

188. καλε〈σ〉σαμένη δ᾿ Ἀφροδίτην] οὐκ ἀπέχρησεν αὐτῇ μόνος [*](B=) ὁ κόσμος, ἀλλὰ καὶ ἄλλης τινὸς συλλήψεως δεῖται. διδάσκει δὲ ὁ λόγος ὅτι αἱ τοιαῦται ὑπὸ τῶν γυναικῶν ἡδοναὶ οὐ χωρὶς περιέργου τινὸς δυνάμεως γίνονται, πρὸς ἣν παρεσκευάσθαι δεῖ τὸν ἔμφρονα. ἅμα δὲ κἀκεῖνο ἐννοητέον, ὅτι οὐχ ἀπλοῦν φαίνεται τῷ Ὁμήρῳ τὸ περιγενέσθαι τοῦ σοφοῦ· διὰ τοῦτο καὶ ἡ Ἥρα πολλὰ πραγματεύ- εται εἰς τὸ περιγενέσθαι Διός.

189. τῶν ἄλλων ἀπάνευθε θεῶν πρὸς μῦθον ἔειπεν] δεῖ γὰρ [*](B=) τοιούτοις ἐγχειροῦσαν 〈κρύφα〉 εἰπεῖν, ἐπεὶ καὶ ἐν ἀπορρήτῳ τὰ τοιαῦτα πράττουσιν αἱ γυναῖκες.

190. * ἦ ῥά νυ μοί τι πίθοιο] ὑποθετικῶς διαλέγεται, καὶ θυγα- [*](Β=) τέρα αὐτὴν καλεῖ διὰ τὴν χρείαν.

[*](1. τριοττίδας Dindorf ex Eust.: τριόπιδας B, τριωττίδας ‖ 5. δέμω Et. Μ.: δέμνω ‖ 6. suppl. W ex Eust., κόσμος τις περὶ τὴν κεφαλήν D Eust. ad Fl. 22. 469 8. γείνομοι γατός B: γειμοιτατὸς ‖ νεήγατος B: νεἠγαντος || 13. οὐ τήν B: οὐκ ‖ 19. πλειόνων B ‖ 29. supplevi ex B ἀπορρήτοις B)
74

191. * ἀρνήσαιο] ἀπείποις.

[*](B=)

192. οὕνεκ᾿ ἐγὼ Δαναοῖσι] πιθανῶς τὴν ὑπὲρ τῶν στρατευμάτων διαφορὰν παρήγαγε προλαμβάνουσα τὴν ἐκείνης ἀντίρρησιν.