Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

147. μέγ᾿ ἄυσεν] ἵνα δείξῃ, ὅτι θεός ἐστιν. ὅρα δὲ τὴν ποικι- [*](B=) λίαν· ἔμπροσθεν μὲν ἐκ τοῦ ἴχνους ἐπιγινώσκεται, νῦν δὲ βοᾷ μέγα, ἵνα ἐκ τῆς βοῆς συνῶσιν. πῶς δὲ ὁ κλέπτων τὴν μάχην βοᾷ; ἐπεὶ εἶπεν “ἠχὴ δ᾿ ἀμφοτέρων ἵκετ᾿ αἰθέρα” (Il. 13. 837).

* πεδίοιο] λείπει ἡ διά.

148. *ἐννεάχιλοι] Ἀρίσταρχος ‘ἐννέα χείλη ἔχοντες,’ ἐκ μέρους σώματος.

149. * ἔριδα ξυνάγοντες Ἄρηος] προαλαλάζουσι γὰρ τῆς συμ- βολῆς· ὡς τῷ θεῷ δὲ ἀλαλαγμὸν ὅμοιον δοῦσαι.

150. ἐκ στήθεσφιν ὄπα] ἐκ ψυχῆς· ἔστι γὰρ ἐν τοῖς στήθεσιν· [*](B=) μέρος δὲ αὐτῆς ἡ βοή· ἐπεὶ πῶς φησιν “ὅσον κεφαλὴ χάδε φωτός” (Il. 11. 462);

[*](2. τ. παρέχειν τῷ B ‖ 8. γίνεται B: οἱ || 11. ἀνηλεής W ἀκλεής ut A B ‖ 13. ἐκλύσει B ‖ 14. suppl. sec. ut videtur ‖ ἔχον ‖ 18. σοὶ δ᾿ οὔ τοι coni. Nauck ‖ 19. κονίσσουσιν textus ‖ 21. τοῦ ἤθους B ‖ 27. προαλ. Eust.: προσαλαλάζουσι ‖ 28. corrupta; Ὀδυσσεὺς δὲ ἀλ. ὄμ. ἄυσεν (Il. 11. 462) coni. cf. Eust.: an ὡς θεὸς δὲ ἀλαλαγμὸν θεῖον ἄυσεν ex Eust. οἶα θεὸς βοᾷ ὄσον ὄνδρες ἐννέα ἢ δέκα? || 29. ἔστι γὰρ B: ἔστιν || 30. δὲ B: γὰρ)
70

151. μέγα σθένος] ἤτοι καθ᾿ αὑτὸν τοῦτό φησιν, ὅτι καὶ σθένος αὐτοῖς ἐνέβαλεν, ἢ συνῆπται τῷ προκειμένῳ ὅτι διὰ βοῆς δείξας ἑαυτὸν ὅτι θεὸς ἦν παρώρμησε τοὺς ἀκούοντας.

[*](B=)

153. Ἥρη δʼ εἰσεῖδε] ἤδη προσδοκωμένου τοῦ κινδύνου τῶν νεῶν ἀνυπερθέτως ἑτέρῳ ἐπεισοδίῳ ἐκαινοποίησε τὴν ὑπόθεσιν μετάγει τε ἡμᾶς ἐπὶ τὰ οὐράνια καὶ ἐρωτικὰς διηγήσεις ποιεῖται, ἅμα διδάσκων μὴ νικᾶσθαι ταῖς ἡδοναῖς.

154. ἐξ Οὐλύμποιο ἀπὸ ῥίου] ἀπό τινος ῥίου τῶν ἐν τῷ Ὀλύμπῳ. τὸ δὲ ῥίον οἳ μὲν κατὰ ἀποβολὴν τοῦ ἀκρωτηρίου, οἳ δὲ παρὰ τὸ ῥέεσθαι· προσέθηκε δὲ τὸ “στᾶσα,” ἐπεὶ πολὺ ἀπέχει Ὄλυμπος Ἴδης.

[*](Α=)

* ποιπνύοντα] πονῶ πονύω πνύω, ποιπνύω ἀναδίπλωσις.

157. *Ζῆνα δ᾿ ἐπ᾿ ἀκροτάτης κορυφῆς] ὡς ὑψιβρεμέτην.

[*](Α+)

* πολυπίδακος] ἀπὸ τῆς πολυπῖδαξ· τὸ δὲ διὰ τοῦ ου γράφειν (scil. “πολυπιδάκου” παντελῶς ἐστιν ἄγροικον.

158. εἰσεῖδε] περισσόν· δύναται γὰρ ἀπὸ κοινοῦ τὸ “ἔγνω” (154).

στυγερὸς δέ οἱ ἔπλετο θυμῷ] “ἔπλετ᾿ ἰδούσῃ·” οὕτως ἄμεινον.

[*](B=)

στυγερός] καταπληκτικὸς ἢ 〈μισητός〉· καὶ τοῦτο κατὰ τὸ ἦθος τῶν γυναικῶν· ἀποτυγχάνουσαι γὰρ τῶν προκειμένων στυγοῦσι τοὺς ἄνδρας.

[*](B-)

160. ὅππως ἐξαπάφοιτο] τρία εἰσὶ δι᾿ ὧν περιγινόμεθα, βία πειθὼ ἀπάτη. θεωροῦσα οὖν αὐτὸν ἄμαχον μὲν διὰ τὴν ἰσχὺν ἄπιστον δὲ διὰ τὴν γνώμην, ἐπὶ τὴν ἀπάτην κατέφυγεν. καὶ Ποσειδῶνα γὰρ ἑώρα λάθρα βοηθοῦντα τοῖς Ἕλλησιν.

* ὅππως] τινὲς “εἴ πως.”

162. * ἐντύνασαν] κοσμήσασαν· καὶ ἐπὶ Κίρκης “ἦλθ᾿ ἐντυ- ναμένη” (Od. 12. 18).

[*](B-)

163. παραδραθέειν] Ἀττικοὶ ἀποδαρθεῖν φασιν αὐτό, ἐπεὶ τότε ἀποτιθέμεθα τὸ δρᾶν, ὅ ἐστι πράττειν.

* ἱμείραιτο] εἰς ἵμερον ἀπαχθείη.

[*](B=)

164. *ᾗ χροιῇ] τῷ αὐτοῦ σώματι τῷ ἑαυτῆς.

[*](B=)

ἀπήμονα] κυρίως ἐπίθετον ὕπνου “λύων” γὰρ “μελεδήματα [*](B-) θυμοῦ” (Od. 20. 56). §. “λιαρόν” δὲ λίαν ἀρηρότα, ὅ ἐστι [*](8. ἀπορρίου ut textus ‖ 12. πνύω A: πνοίν ‖ 18. ἔπλετο ἰδ. ‖ 19. Sup- plevi ex B ‖ τοῦτο ἦθος B, τουτὸ τὸ ἦθος || 32. τῷ αὐτῷ)

71
προσκολλώμενον, ἢ θερμόν—θερμαίνει γὰρ τὸ σῶμα—ἢ παρὰ τὸ λαρόν, πλεονασμῷ τοῦ ι, ὃ δηλοῖ τὸ ἡδύ· καλῶς δὲ ἐν τῇ ἀπάτῃ τῇ ἐρω- τικῇ νῦν ἐκτοπίζει τῆς Ἥρας τὴν Ἀθηνᾶν, οὐ κατ᾿ Ἀπολλώνιον, ὃς περὶ Μηδείας αὐτὴν εἰσάγει 〈συ〉σκεπτομένην τῇ Ἀθηνᾷ (Arg. III. 25).

165. πευκαλίμῃσι] δριμείαις παρὰ τὴν πεύκην, ἢ πυκναῖς παρὰ [*](B=) τὸ πύκα.

166. βῆ δ᾿ ἴμεν ἐς θάλαμον] 〈οὐκ〉 ἐπὶ ὅπλα· μία γὰρ τοῖς [*](B-) ἀσθενέσιν ὁδός, ἡδονῇ περιγίνεσθαι τῶν μειζόνων, ὡς καὶ ἰχθῦς καὶ πτηνὰ ἀγρεύομεν. §. τριχῶς δὲ (168) ἡ γραφή ἐστι, “τὴν δέ” τὴν [*](B-) κλεῖν, “τὸν δέ” τὸν θάλαμον, “τὰς δέ” τὰς θύρας.

τόν οἱ φίλος—ἔτευξεν] ἴσως 〈ὅτι〉 μόνης αὐτῆς υἱὸς Ἥφαιστος (Hes. Th. 927).

167. ἐπῆρσεν] οἳ μὲν ἐπήρεισεν, σἳ δὲ ἐπήρασσεν, οἳ δὲ ἐφήρμοσεν· [*](B=) §. ὅμοιόν ἐστι τῷ “αὐτόδιον” (Od. 8. 449), “ἐπίστιον” (Od. 6. 265), “μετά τ᾿ ἤθεα” (Il. 6. 511). §. τὸ δὲ “θύρας” ἀντὶ τοῦ θύραν, ὡς πύλας.

168. κληῖδι κρυπτῇ] ἀνθρωποπαθεῖς εἰσάγων τοὺς θεοὺς καὶ κλεισί φησι κεχρῆσθαι.

169. θύρας ἐπέθηκε] γράφεται καὶ “πύλας.” §. θαυμασία δὲ ἡ μίμησις· ἐν ἀπορρήτῳ γὰρ τὰ τοιαῦτα πράττουσιν, ὡς μὴ ὑποβολι- [*](B=) μαῖον ἐκ τέχνης κομμωτικῆς αὐταῖς τὸ κάλλος ἀλλὰ γνήσιον φαίνηται.

〈εἰσελθοῦσα, θύρας ἐπιθεῖσα〉] λείπει ὁ καί.

170. ἀμβροσίῃ] νῦν μὲν ὡς ἄλειμμα, ἄλλοτε δὲ ὡς ξηρὰν τροφήν· [*](Α-) ἄλλο δὲ τὸ ἔλαιον· “ἀμβροσίην ὑπὸ ῥῖνα” (Od. 4. 445)· “Πατρό- κλῳ δ᾿ αὖτ᾿ ἀμβροσίην” (Il. 19. 38).

171. λύματα] παρὰ τὸ λυμαίνεσθαι τὸν χρῶτα. §. τὸ δὲ “κάθηρε” [*](B=) προπαροξυτόνως, ἀπὸ τοῦ καθαίρω ἐκάθηρε, καὶ Ἰακῶς “κάθηρε.”

[*](Α + B=)

ἐλαίῳ] πόθεν ἔλαιον τοῖς θεοῖς; ἄλλο ἐστὶ τὸ χρῖσμα καὶ τὸ πόμα καὶ ἄλλο τὸ ἄλειμμα. §. “ἑδανῷ” δὲ (172) τῷ εὐώδει, οἳ δὲ ἡδεῖ, γλυκεῖ. αἴσθησις ἀντὶ αἰσθήσεως, ὡς παρὰ Καλλιμάχῳ “λίχνος [*](4. supplevi ex Eust. ‖ 7. supplevi ex B ‖ 8. ἀσθενοῦσιν Eust. ‖ 8, 9. ἰχθῦς καπιτινα ἄγομεν: corr. ‖ 9. γροφὴ B: στροφὴ ‖ 11. suppl. W || 13. ἐπάρασσεν ‖ 14. ἐπέστιον ‖ 15. μετά τ᾿ ἤθεα corruptum; fort. “μετάλμενος” vel aliud psiloseos exemplum ‖ 20. ἡ μίμησις B: τὴν μίμησιν ‖ ὡς ἂν μὴ ‖ ὑποβολιμαῖον etiam Eust.: ἐπιβολιμαῖον B 21. φαί- νοιτο ut B ‖ 22. schol. post lemma 1. 23 insertum ‖ 24. ἄλλοτε δὲ ὡς ἔλ.: corr. W ‖ 25. ἀμβροσία: corr. Bekker ‖ 28. καὶ: W: ὡς ‖ 30. γλυκεῖ αἴσθησις ἀντὶ Lobeck: γηίκαις θνείσαντι)

72
[*](A + B-) εἰμὶ καὶ τὸ πυθέσθαι” (fr. 98d Schn.). §. δασύνεται δέ· παρὰ γὰρ τὸ ἥθω ἡδανός καὶ μεταβολῇ ἑδανός· τὰ γὰρ διὰ τοῦ ανος ῥηματικὰ βραχεῖαν θέλει εἶναι τὴν ἄρχουσαν, πιθανός τραγανός.

[*](A+)