Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

175. ἂψ εἰς Ἴλιον] πάλιν ἀπὸ Πηδαίου ἦλθεν εἰς Ἴλιον· ἤδη γὰρ ἄλλοτε ἦλθεν εἰς Τροίαν διὰ τὸν γάμον.

177. ὑπʼ οὔατος] ὑπὸ τὸ οὖς· κατὰ τὸ σιωπώμενον δὲ μετεσκεύ- αστο ὁ Τεῦκρος.

179. ὄρεος κορυφῇσ᾿ ⟨ἕκαθεν⟩] ἐν πεδίῳ γὰρ οὐ φύεται μελία. [*](B=) καὶ ἔμφασιν ἔχει ἄνωθεν πίπτουσα ἡ μελία. §. τὸ δὲ “περιφαινο- [*](B-) μένοιο” κύκλῳ περιορωμένου, “ὅτε φαίνεται οἶον ἀπʼ ἄλλων” (Od. 9. 192), ἢ ὑπερφαινομένου.

180. τέρενα—φύλλα] τοὺς κλάδους, ὡς οὗτος τὰ ὅπλα. §. “τέρενα” [*](B=) δὲ χλωρά. ἔοικε δὲ ὁ ποιητὴς συνάχθεσθαι τῇ μελίᾳ.

181. *ἀμφὶ δέ οἱ βράχε τεύχεα] τὰ περὶ αὐτῷ ἢ ἐπʼ αὐτῷ· “ἀμφὶ πυρὶ στῆσαι τρίποδα” (Il. 18. 344).

184. * ἰδων—ἔγχος] λείπει ‘φερόμενον.’

[*](B=)

χάλκεον ἔγχος] ἀπὸ μέρους ὡς “λευκώλενος.”

[*](B-)

185. ⟨Ἀμφίμαχον⟩ Κτεάτου υὗ ⟨Ἀκτορίωνος⟩] ὅτι καὶ τὸ “υἷες, ὃ μὲν Κτεάτου, ὃ δʼ ⟨ἄρ⟩ Εὐρύτου Ἀκτορίωνε” (Il. 2. 621) ἀντὶ τοῦ Ἀκτοριώνων.

186. κατὰ στῆθος βάλε—δούπησεν δέ] διὰ γὰρ καρδίας καὶ [*](B=) πνεύμονος ἡ πληγή· διὸ ἔπεσεν.

137. * ἀράβησε] τινὲς “ἀράδησε.”

190. ὀρέξατο δουρὶ φαεινῷ] ἀντὶ τοῦ ὀρεξάμενος ἔψαυσεν. §. τινὲς δὲ “ἀκόντιε.”

191. ἀλλʼ οὔ πῃ χροὸς εἴσατο] λείπει ἡ διά, διὰ τοῦ χροὸς ἐπο- ρεύθη, παρὰ τὸ ἰέναι, ὡς “διαπρὸ δὲ εἴσατο καὶ τῆς” (Il. 4. 138). §. Ἀρίσταρχος δὲ “χρόος εἴσατο χροῦς ἐφάνη—οὕτω καὶ Τυραννίων, [*](A +) ἵν᾿ εὐθεῖα—Ζηνόδοτος δὲ “χρώς.” ὁ δὲ Ἡρωδιανὸς καὶ εὐθεῖαν καὶ γενικὴν δέχεται τὴν “χροός,” προκρίνει δὲ τὴν γενικήν.

ἄλλως: τὴν εὐθεῖαν χρώς φησιν ὁ ποιητής, τὰς δὲ πλαγίας ὡς [*](A + B-) ἀπὸ τοῦ χροῦς κλίνει. καὶ συντίθησι τὴν λέξιν, “ταμεσίχροα” (Il. 4. 511) λέγων ὡς ἀπὸ τῆς ταμεσίχρους εὐθείας καὶ μελανό- χροος ἀπὸ γενικῆς ὡς εὐθεῖαν, ὅθεν καὶ παρώνυμον “μελαγχροιής” (Od. 16. 175) καὶ “ἐυχροές” δέρμα (Od. 14. 24). οὕτω δὲ ⟨καλεῖ⟩ καὶ τὴν ἐπιφάνειαν καὶ τὴν ἐντοσθίδιον σάρκωσιν· χρὼς σήπεται” (Il. 24. 414)· “ἵνα οἱ χρὼς ἔμπεδος εἴη” (Il. 19. 39).

[*](1. Πηδάσου: corr. ‖ 5. κορυφῆς ut textus ‖ 9. φῦλα ‖ 12. στῆσε ‖ 16, 17. Ἀκτορίωνε ἀ. ‖ 25. ἄρεος δέ χερὸς εἴσα χροῦς ἐ., cf. A ‖ 31. ὠς scripsi: εἰς ‖ μελανχροιῆς ‖ 32. supplevi ex B)
16
[*](B=)

πᾶς δʼ ἄρα χαλκῷ] ὅλος ὁ Ἕκτωρ ἢ ὁ χρώς. §. πρὸς δὲ τὸ “πᾶσαι δʼ ὠίγνυντο θύραι” τὸ σημεῖον.

* ὁ “δέ” ἀντὶ τοῦ γάρ.

[*](B-)

192. ἀσπίδος ὀμφαλόν] τὸ μέσον ἢ τὸ ἐπιτιθέμενον αὐτῇ πρὸς κόσμον, ὡς “μέσ〈σ〉ον ἐπομφάλιον” (Il. 7. 267).

[*](B=)

193. ὃ δὲ χά〈σ〉σατʼ ὀπί〈σ〉σω νεκρῶν ἀμφοτέρων] ὥστε μήτε σκυλεῦσαι τὸν πολέμιον μήτε τὸ τοῦ Ἰμβρίου σῶμα ῥύσασθαι.

195. Στιχίος] τινὲς “Σχεδίος” γράφουσιν· τοῦ δὲ Στιχίου ἐν τῷ Καταλόγῳ (Il. 2. 552) οὐ μέμνηται, ὅτι οὐκ ἦν ἀναγκαῖον καὶ τοῦς δευ- τέραν ἔχοντας τάξιν καταλέγειν. τινὲς δὲ χλευάζουσιν ὡς νεκροφόρους.

[*](B-)

198. δύʼ αἶγα ⟨λέοντε⟩] Ζηνόδοτος “αἶγε·” οὐ γὰρ συμμαχοῦσιν ἀλλήλοις λέοντες· ἢ ὅτι τὰ ἐν 〈τῇ〉 παραβολῇ ὡς καθʼ ὑπόθεσιν δεκτέον οὐ πάντως ἀληθῆ· ἢ τοῦ ἑνὸς ἁρπάσαντος συναρπάζει ὑπαν- τώμενος ὁ ἕτερος, ἑκατέρου τὴν ἄγραν εἰς ἑαυτὸν κατάγοντος· καὶ Αἰσχύλος περὶ Γλαύκου “εἷλκον ἄνω λυκηδόν, ὥστε διπλόοι λύκοι νεβρὸν φέρουσιν ἀμφὶ μασχάλαις” (fr. 33 N.).

κυνῶν ὑπὸ καρχαροδόντων] τοὺς Τρῶας τοῖς φυλάσσουσιν εἰκάζει κυσί, τοὺς δὲ Ἕλληνας τοῖς ἁρπάζουσι λέουσιν.

200. ὑψοῦ ὑπὲρ γαίης] πολὺ τὸ εὔτονον αὐτῶν, εἰ μηδὲν παρα- σύρουσι τοῦ φερομένου.

* γαμφηλῇσιν] γαμφηλή παρὰ τὸ κεκάμφθαι.

201. * τὸνὑψοῦ ἔχοντε—τεύχεα συλήτην] ἀπήγαγον ἵνα συλήσαιεν.

202. * συλήτην] ἢ Δώριόν ἐστιν ἢ ἀπὸ τοῦ συλησάτην.

*ἁπαλῆς] εὐκαμποῦ⟨ς⟩.

[*](B +)

203. κόψεν Ὀιλιάδης] οὐ γὰρ ἦν κατὰ τὴν τοῦ Τελαμωνίου μεγα- λοπρέπειαν τὸ ἀποτεμεῖν κεφαλὴν καὶ ῥίπτειν πρὸς τοὺς πολεμίους. θερμότερος ⟨δὲ⟩ τὸν τρόπον ὁ Λοκρός.

[*](B=)

204. ἧκε δέ μιν σφαιρηδὸν] τὸ ἑξῆς, ἧκε δέ μιν διʼ ὁμίλου συστρέ- ψας τὴν χεῖρα πρὸς τὸ εὔτονον τῆς βολῆς· χαρίεν δὲ τὸ σύμπτωμα. ὃ μὲν γὰρ ἁπλῶς ἔρ〈ρ〉ιψεν εἰς τοὺς πολεμίους, συνέβη δὲ παρὰ τὸν Ἕκ- τορα ἐνεχθῆναι τὴν κεφαλὴν ὥσπερ 〈εἰς〉 ἔλεγχον ὧν αὐτὸς ἀπέτυχεν. [*](B -) §. θαυμαστῶς δὲ τῇ ἐπεξεργασίᾳ ἐχρήσατο ὁ ποιητὴς εἰπὼν “κεφαλὴν κόψεν” (202). ὁ μὲν γὰρ Ἕκτωρ τοῦ Ἀμφιμάχου οὐδὲ τὸ κράνος ἀφε- λεῖν ἠδυνήθη, ὁ δὲ Ἕλλην οὐ μόνον τὰ ὅπλα ἀπεσύλησεν τοῦ Ἰμβρίου [*](12. suppleviex B ‖ 13. ἐκδεκτέον B ‖ 13, 14. ὑπαντῶν B ‖ 22. ἀπήγαγες ἵνα συλήσ ‖ 23. ἢ Δ. D: ὃ ‖ 26. τὸ νεκροῦ τεμεῖν B, ἄρτι ἀποτεμεῖν ‖ 31. supplevi ex B)

17
ἀλλὰ καὶ τὸ σῶμα ἐλυμήνατο. ὠμὸν δέ φασι καὶ οὐχ Ἑλληνικὸν τὸ ἔργον, ἀλλὰ συγγνωστὸν ὑπὲρ φίλου ἀγανακτοῦντι· διὸ ἐπιφωνεῖ ὁ ποιητὴς “κεχολωμένος Ἀμφιμάχοιο” (203). ἅπαξ δέ που τ〈οι〉οῦτο πέπρακται δι᾿ ὀργὴν τοῦ Ἀχιλλέως εἰς Ἕκτορα (Il. 22. 396)· ἀλλὰ καὶ Ἱππόλοχος αὐχένος καὶ χειρῶν ἀπεκόπη ὑπὸ Ἀγαμέμνονος· Ἀντιμάχου γὰρ παῖς ἦν, “ὅς ποτʼ ἐνὶ Τρώων ἀγορῇ” (Il. 11. 139).

207. * υἱωνοῖο] τοῦ Ἀμφιμάχου· Κτέατος γὰρ Ποσειδῶνος.

[*]( B +)

210. δουρικλυτός] ἁρμό διον τὸ ἐπίθετον· οἱ γὰρ ἄλλοι Κρῆτεςτοξόταιι.

[*](B=)

211. ἐρχόμενος παρʼ ἑταίρου] λείπει τὸ τίνος· οἳ δὲ Ὀδυσσέως, [*](B-) δὲ Κοιράνου (Il. 17. 611), οἱ δὲ Θεστορίδου Ἀλκμάονος (Il. 394), οἳ δὲ Ἀγαμέμνονος φησὶ γὰρ “μάλα μέντοι ἐγὼν ἐρίηρος ἑταῖρος” (Il. 4. 266)—οἳ δὲ ὄνομα κύριον. ἀληθείας δὲ μίμησις τὸ μὴ πάντας φράζειν ἐξ ὀνόματος.

212. κατʼ ἰγνύην] ἰγνύη τὸ ὀπίσω μέρος τοῦ γόνατος, παρὰ τὸ [*](B=) ἱκνεῖσθαι. §. “ἦλδε” δὲ ἀντὶ τοῦ ἀπηνέχθη.

213. ἔνεικαν] τὸ οὖν “ἦλθε κατʼ ἰγνύην” (212) ἀντὶ ⟨τοῦ⟩ ἀπη- νέχθη, ἀκύρως.

ἰητροῖς] κατὰ ἔθνη γὰρ ἤσαν, ὥς που φησὶν “ἰητροὶ πολυφάρμα- κοι ” (Il. 16. 28).

214. ἤιεν ἐς κλισίην] ὁπλιούμενος δηλονότι· τινὲς δέ, ἐς κλισίην τοῦ ἑταίρου. §. οἳ δὲ ἦν ἴεν ἐς κλισίην.”

216. *εἰσάμενος φθογγήν] νοήσας, ἐπιγνούς. §. ἀπὸ μέρους τὸ πᾶν σῶμα, ὡς τὸ “δέμας καὶ ἀτειρέα φωνήν” (45).

[*](B-)

217. ὃς πάσῃ Πλευρῶνι] Αἰτωλὸς ὁ Ἐνδυμί ωνος, Ἠλεῖος τὸ γένος, [*](A +) Ἄπιν ἀκουσίως τὸν Φορωνέως ἀνελὼν φεύγει εἰς τὴν ἀπʼ αὐτοῦ Αἰτω- λίαν προσαγορευθεῖσαν, ἴσχει δὲ παῖδα Πλευρῶνα, οὗ ἐγένοντο Κούρης καὶ Καλυδών, ἀφʼ ὧν αἱ πόλεις· οὕτω Δηίμαχος. §. τὸ δὲ “πάσῃ Πλευρῶνι” ἀντὶ τοῦ “πάσης Πλευρῶνος,” ἣν ᾤκουν οἱ Ἀκαρνᾶνες.

[*]( A+)

219. ποῦ τοι ἀπειλαί] ὁ μὲν ἀκροατὴς ἀκούσας ⟨τὸ⟩ “καὶ τότε δὴ [*](B-) περὶ κῆρι Ποσειδάων ἐχολώθη” (206) προσδοκᾷ ἀφόρητόν τινα σρμ- βολὴν ἔσεσθαι, ὃ δὲ ἄλλα ἐπεισήγαγε, πρῶτα μὲν πεῦσιν πρὸς Ἰδομενέα κἀκείνου ἀπόκρισιν, εἶτα ὁπλισμὸν Ἰδομενέως καὶ ὑπάντησιν πρὸς Μηριόνην καὶ διάλεξιν ἀμφοῖν καὶ τὸν Μηριόνην ἀναλαβόντα τὸ δόρυ, εἶτα σκέψιν αὐτῶν ποῖ χρὴ τάττεσθαι.

[*](2. ὠμὸν post ἔργον omisi ut B ‖ 8. ἁρμόδιον B: ῥαδίως ‖ 12. μιμή- σει 21. ἐς ἢν ἴεν κλ. ‖ 24. Ἐνδυμίονος ‖ Ἠλεῖος W ex Ephoro apud Str. 463: Αἰτωλὸς ‖ 29. supplevi ex B ‖ 31. ἄλλα B: ἄλλας)
18

ποῦ τοι ἀπειλαί] “ποῦ” ἀντὶ τοῦ πῇ. §. “τοί” ἀντὶ τοῦ δή. [*](B=) §. “ἀπειλαί” αἱ καυχήσεις.