Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

584. τὼ δ᾿ ἄῤ ὁμαρτήτην] Ἀρίσταρχος “ὁμαρτήδην” ὡς“τμήδην” (Il. 7. 202) φοράδην, ἵν᾿ ᾖ προεπίζευξις· οἳ δὲ “ἁμαρτήτην” ἅμα προΐεντο, ὡς ἀπειλήτην.

585. *νευρῆφιν] τοῦ τόξου, συνεκδοχικῶς.

586. * ἔπειτα] ἀντὶ τοῦ δή· “οἳ μὲν ἔπειτα πεσ〈σ〉οῖσι” (Od. 1. 106).

587. * θώρηκος γύαλον] ἐν περιφράσει· οὐ γὰρ μέρος.

[*](Α= B-)

588. 〈πτυόφιν〉] τινὲς τὰ μὲν σιδηρᾶ πτύα, τὰ δὲ ξύλινα καὶ τρόπον χειρὸς ἔχοντα, οἷς καὶ τὴν γῆν μεταβάλλουσι, θρίνακας· καὶ παρὰ τοῖς Ἀττικοῖς δὲ πτέα.

[*](ΑΒ-)

589. θρῴσκωσιν κύαμοι 〈μελανόχροες〉] περιφερεῖς γὰρ ὄντες ῥᾷον τῶν πυρῶν ἀφάλλονται. τῷ δὲ ἐπιθέτῳ κεκάλυπται τὸ ταπεινὸν τῆς λέξεως. τοὺς δὲ κυάμους ὡς μέλανας οὐκ ἐσθίουσιν οἱ ἱερεῖς· οἳ δὲ ἱερὸν λόγον φασίν· “ἶσον κυάμους τε φαγεῖν 〈κεφαλάς τε〉 τοκήων” διὰ τὸ “ψυχῆς αἰζηῶν βάσιν ἔμμεναι ἡδ᾿ ἀναβαθμὸν εἰς Ἀίδαο δόμον, [*](19. εἷλκεν A: ἧκεν ‖ 20. ὁμαρτήδην A: ὁμαρτίδην || 28. καὶ ante παρὰ om. A || 29. πτέα legit etiam Eust. || 34. ἡ δὲ)

43
ὅταν αὐγὰς εἰσανίωσιν·” οἳ δέ, ὅτι ἐπὶ Κρόνου ἄρτος 〈ἐξ αὐτῶν〉 ἦν τοῖς ἀνθρώποις, 〈ὕστερον δὲ μὴ γεύεσθαι αὐτῶν ἐπετράπη,〉 ἵνα μηδʼ ὅλως ἐκείνου μνήμη φυλαχθείη.

590. πνοιῇ ὑπὸ λιγυρῇ 〈καὶ λικμητῆρος ἐρωῇ〉] ἅμα δὲ 〈καὶ [*](B=) τίνα〉 καὶ πότε δεῖ λικμᾶν ἐδίδαξεν· 〈λέγει γὰρ〉 ὅτι καὶ ῥωμαλέος ἔσται ὁ λικμῶν πρὸς τὸ ἀναβάλλειν αὐτά, τὸν ἄνεμον ἔχων συνεργόν.

594. ᾗ ῥ᾿ ἔχε] ὅπου. ὡς “ᾗ ῥ᾿ ἴδε γυμνωθέντα” (Il. 12. 389). §. τὸ [*](A+) δὲ “χεῖρα παρακρεμάσας” (597) ὡς ἑωρακὼς διαγράφει γραφικῶς.

599. *ἐυστρόφῳ] οὐκ “ἐυστρεφεῖ.”

οἰὸς ἀώτῳ] ἐξ ἐρίων γὰρ συνέπλεκον τὰ κῶλα τῆς σφενδόνης, [*](B–) οὐχ ὡς νῦν νεύροις, ἵνα διατείνοιτο ἐν τῇ ἀπορρίψει. ἀλλα- χοῦ δέ φησι “καὶ ἐυστρόφῳ οἰὸς ἀώτῳ Ἴλιον ε〈ἰ〉ς ἅμ᾿ ἕποντο” (716). §. πολλὰ δὲ δηλοῖ τὸ ἄωτον, ὥς φησιν Ἐπαφρόδιτος.

[*](B+)

600. θεράπων] δοῦλος ὁπλοφόρος κατὰ Κρῆτας. §. τὸ δὲ “ἔχε” ἀντὶ τοῦ ἀντιποιούμενος.

603. σοί, Μενέλαε] ἀναφώνησις τοῦ ποιητοῦ ὥσπερ ἀποδεχο- μένου καὶ οἷον ἐναβρυνομένου τῷ ἄνακτι ὡς ἰδίῳ ἀθλητῇ. §. τὸ δὲ “σοί” ἀντὶ τοῦ ὑπὸ σοῦ.

605. *ἅμαρτε] κατὰ τὸ σιωπώμενον γὰρ ἀνῄρηται τὸ δόρυ.

παραὶ δέ οἱ ἐτράπετο] ὥστε παρὰ βραχὺ γενέσθαι τὴν ἐπιτυχίαν.

608. κατεκλάσθη δʼ ἐνὶ καυλῷ] τῷ αὐλῷ τῆς ἐπιδορατίδος, εἰς [*](B=) 〈ὃν) τὸ ξύλον ἐνίεται. §. τὸ δὲ “ἔσχετο—σάκος” ἀντὶ τοῦ ἐπέσχε [*](B=) τὴν ὁρμὴν τοῦ δόρατος.

609. ὃ δὲ—χάρη] Μενέλαος ἐπὶ τῇ κλάσει.

καὶ ἔλπετο νίκην] Ζηνόδοτος “μέγα δʼ ἔλπετο νίκην.”

[*](A=)

611. ὑπʼ ἀσπίδος εἵλετο] τὴν ὑπὸ τὴν ἀσπίδα κρυπτομένην· [*](B–) ἔφερον γὰρ πρὸς τὸ κατασχίσαι τὰς ναῦς· ἀλλὰ καὶ πρὸς τὴν μάχην ἐχρῶντο αὐταῖς· “ὀξέσι δὴ πελέκε〈σ〉σι καὶ ἀξίνῃσι” (Il. 15. 711).

612. ἐλαΐνῳ] παρὰ τὸ ἐλαία· ἐλαί〈ι〉νος ἦν, καὶ Ἀττικῶς ὑφῄ [*](B–) ρηται τὸ ι. καὶ γὰρ ἀπὸ τοῦ Πείραιος Πειραίδης φησί—“Πτολε- μαίου Πειραίδαο” (Il. 4. 228)—καὶ παρὰ τὸν Ἀλκαῖον Ἀλκαΐδης (Pind. Ol. 6. 68).

[*](1. αὐγὰς εἰσανίωσιν Eust. cf. Lobeck Agl. l. 252: αὔγασις ἀνίωσιν ‖ χρόνου ‖ 1, 2. supplevi ex Eust. ‖ 3. ἐκείνου Eust.: ἐκείνων ‖ μνήμη Eust.: μνῆμα ‖ φυλάττοιτο Eust., φυλαχθῇ ‖ 4, 5. supplevi ex B ‖ 9. οὐκ ἐυστρεφεῖ scripsi cf. A: οὐ συστρέφει ‖ 11. ἀπορρίψει B: ἀπορράψει ‖ 12. ἀώτῳ πλέονες ἅμ᾿ ‖ 15. corruptum ‖ 22. supplevi ex B ‖ 25. μ. δʼ ἤλπετο A ‖ 30, 31. πολέμου)
44
[*](B-)

ἀμφὶ πελέ〈κ〉κῳ] τῷ στειλειῷ, διὰ τὸ περιέχεσθαι ὑπὸ τοῦ πελέ- κεως. τινὲς δὲ καὶ αὐτὸν τὸν πέλεκυν οὕτως, ὡς καὶ τὸ “ἡμιπέ- λεκ〈κ〉α” (Il. 23. 851) δηλοῖ. καὶ τὸ συναμφότερον· “πέλεκυν δὲ μενεπτόλεμος Θρασυμήδης” (Od. 3. 442)· κατεχρήσατο δὲ ἐπὶ τῆς ἀξίνης πέλεκυν λέγων.

613. ἀλλήλων 〈ἐφίκοντο〉] λείπει ἡ κατά. §. ἡ κοινὴ “ἐφίκοντο·” [*](Α+)Ἀριστοφάνης “ἐφικέσθην.”

615. ἄκρον ὑπὸ λόφον] ἀξιοπίστως τὸ λεπτομερέστατον ἐδή- λωσεν,

*προσιόντα] ἀπὸ κοινοῦ τὸ διήλασεν.

616. * λάκε] ἤχησεν.

617. αἱματόεντα] τινὲς δυϊκῶς. §. διὰ δὲ τοῦ “πέσον” ἐδήλωσεν [*](B-)οὐκ ἐκχυθέντας τοὺς ὀφθαλμούς, ἀλλ᾿ ἐν τῇ ἰδία πήξει ἐκπεπτωκότας. ἐπεὶ γὰρ κατὰ τὴν ἀρχὴν τῆς ῥινὸς γέγονεν ἡ πληγή, πιθανὸν ἐν- τεῦθεν ἐξωσθῆναι τοὺς ὀφθαλμοὺς ἐκ ῥίζης. καὶ ἔχει ἔμφασιν ὁ [*](A+)λόγος· κοινὸν γὰρ τὸ προχυθῆναι τοὺς ὀφθαλμούς. §. διὰ τοῦ ο δὲ “πέσον.” §. τὸ δὲ “παρ ποσίν” τινὲς τοῦ Μενελάου, οἳ δὲ παρα- χρῆμα. ὡς τὸ “παρ〈αὶ〉 ποσὶ κάππεσε θυμός” (Il. 15. 280).