Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

551. Τρῶες δέ] ἀντὶ τοῦ Τρώων δέ. §. “παρασταδόν” Ζηνό- [*](Α+)δοτος· γράφεται δὲ καὶ “περισταδόν.”

553. εἴσω ἐπιγράψαι τέρενα χρόα] τὸν εἴσω χρόα. §. “τέρενα” δὲ τὸν νέον, ὡς τὸ “ἁπαλόν τε σφ᾿ ἦτορ” (Il. 11. 105).

[*](B-)

554. Ποσειδάων ἐνοσίχθων— ἔρυτο] ἅμα μὲν ἐπεὶ πρόγονος αὐτοῦ —ὅθεν καὶ ἐν Ὀδυσσείᾳ (3. 43) τούτῳ τῷ θεῷ φαίνονται θύοντες· διὸ καὶ “ἱπποσύνας” αὐτὸν ἐδίδαξεν (Il. 23. 307)—ἅμα δὲ ἔγκειται καὶ τὸ παιδευτικόν, ὅτι τῶν θεοφιλῶν οἱ παῖδες διασῴζονται· τί γὰρ ἐπάγει ὅτι παῖς ἦν Νέστορος, οὐχ ὅτι αὐτοῦ ἀπόγονος;

555. καὶ ἐν πολλοῖς βελέεσσιν] καὶ ἐν ταῖς ἄλλαις μάχαις· οὐ γὰρ νῦν βάλλεται ἀλλ᾿ οὐτάζεται. §. τὸ ἔγχος (557)τὴν ἐνέργειαν αὐτοῦ δεδήλωκεν.

558. *σειόμενον ἐλέλικτο] ὅμοιον τῷ “ἔγχεα δὲ πτύσσοντο” (134).

[*](B=)

τιτύσκετο] πᾶσα προσοχὴ παρὰ τούτῳ εὑρίσκεται, καίτοι νέῳ ὄντι καὶ οὐχ ὑπερέχοντι τὸ σῶμα ἀλλὰ διὰ σύνεσιν κατορθοῦντι.

559. *ἤ τευ ἀκοντίσσαι] τινός, ἀντὶ τοῦ τινά.

[*](B=)

562. ἀμενήνωσεν 〈δέ οἱ αἰχμήν〉] μεταφορικῶς ἀπὸ τοῦ φοροῦντος· μένος γὰρ αἰχμὴ οὐκ ἔχει.

[*](B=)

563. βιότοιο μεγήρας] φθονήσας Ἀδάμαντι, μὴ ἀφέληται τὸν βίον [*](3. προσεκτικὸν W cf. 1. 29: προτρεπτικὸν ‖ 12. αὐτὸ B: αὐτῷ || 26. τὸ ἔγχος scripsi: τάχιστα, quod ad “στρωφᾶτο” (557) glossema esse coni. W)

41
τοῦ Ἀντιλόχου· ἢ φθονήσας Ἀδάμαντι τοῦ βίου καὶ ποιήσας αὐτὸν ἀναιρεθῆναι. §. μεγαίρειν δὲ τὸ φθονεῖν Σαλαμίνιοι λέγουσιν.

564. σκῶλος πυρίκαυστος] σκῶλον τὸν σκόλοπα· οἱ γὰρ ἄγροι- [*](AB=) κοι ἀποξύνοντες τὰ ξύλα πυρικαυτοῦσι τὸ ἄκρον, ὅπως πιληθὲν ᾖ στερεώτερον. χρῶνται δὲ αὐτῷ ἀντὶ αἰχμῆς. ἐπεὶ οὖν καὶ τὸ δόρυ οὐ σφόδρα ἐνεργὸν εἶχε τὴν δύναμιν, ἔμεινέ φησιν ἐπὶ τοσοῦτον διελθόν, ὅσον καὶ σκῶλος περονῆσαι δύναται.

567. ἀπιόντα] προχωροῦντα, ὑποποδίζοντα· οὐ γὰρ στραφέντα· [*](B=) διὸ ἔμπροσθεν τιτρώσκεται κατὰ τὸ ἦτρον, ὃ νευρῶδες λίαν ἐστὶ καὶ ἐπώδυνον· ὅθεν οἱ διακεντοῦντες τοὺς ὑδερικοὺς οὐ κεντοῦσι κατωτέρω τοῦ ὀμφαλοῦ, διὰ τὸ γίνεσθαι σπασμούς· ἴσως δὲ ἐντροπαλιζόμενος ὑπεχώρει, ἐπεὶ οὐκ ἂν κατὰ τὴν ὀσφῦν ἐτρώθη” ἀναχωρῶν.

*μετασπόμενος] ἐπιδραμών, ἐπακολουθήσας.

570. * ἑσπόμενος] συνακολουθῶν. §. τινὲς δὲ “σχόμενος” [*](B=) συνεχόμενος.

[*](AB=)

571. ἤσπαιρε] τὸ σπαίρειν καὶ τὸ σκαίρειν τινὲς συγχέουσι ταὐτὸν δηλοῦν νομίζοντες, καίπερ Ὁμήρου διακρίνοντος· τὸ μὲν γὰρ σπαίρειν μετὰ τοῦ α κατὰ Ἀττικὴν συνήθειαν λέγει ἀσπαίρειν, “ἀσπαίροντα λαβών” (Od. 19. 229) καὶ “ἥ ῥα οἱ ἀσπαίρουσα καὶ οὐρίαχον πελέμιξεν” (443) καὶ ὡς ἐνταῦθα, τὸ δὲ σκαίρειν οὐκέτι μετὰ τοῦ α,“μολπῇ τ᾿ ἰυγμῷ τε ποσὶ σκαίροντες ἕποντο” (Il.18.572). ἔστιν οὖν ἡ διαφορά, ὅτι τὸ μὲν σπαίρειν καὶ ἀσπαίρειν ἄμουσόν τινα δηλοῖ κίνησιν, ὃ γίνεται ἐν ἰχθύσι καὶ τῷ δεδεμένῳ κατὰ τὸν ποιητὴν βοΐ, τὸ δὲ σκαίρειν ἔμμουσον κίνησιν ὀρχηστικὴν καὶ εὔρυθ- μον· οἶμαι δ᾿ ἔγωγε καὶ τῶν ἰχθύων τὸν σπάρον καὶ τὸν σκάρον κατὰ διαφόρου〈ς〉 ἐννοίας διαφόρως προσηγορεῦσθαι τῆς κινήσεως οὐχ ὁμοίως ἑκατέρῳ γενομένης, τῷ δὲ σκάρῳ πάντως ὀξυτέρας· ἀφ᾿ ἧς καὶ τὴν πολύσκαρθμον Μύριναν (Il. 2. 814) προσεῖπεν ὁ ποιητὴς μίαν τῶν Ἀμαζόνων, ὡς φασι (schol. Lycophr. 243), καὶ εὐσκάρθ- μους ἵππους (31)· ἀπὸ δὲ τοῦ αὐτοῦ ἐν συνηθείᾳ τὸ σκιρτᾶν καὶ τὸ σκαρδαμυκτεῖν τοὺς ὀφθαλμοὺς εἴρηται.

*ἡ προσθήκη τοῦ “οὔρεσι” ἄγριον δείκνυσι τὸν ταῦρον.

[*](B=)

572. * ἰλλάσιν] τοῖς ἐξ ἱμάντων σχοινίοις.

[*](B=)[*](3. περίκαυστος ‖ 4. πυρακτοῦσι A B ‖ 5. εἴη ut A B ‖ στερρότερον A B ‖ 7. δύναται Bekker: δυνατὸν ‖ 11. προσγίνεσθαι B ‖ 12. οὐκ ἂν B: τοι κἂν || 14. σχόμενος B: ἐχόμενος 23. ἰχθύσι ‖ 26. εὐνοίας)
42

573. ὡς ὃ τυπείς] καὶ μὴν προεῖπε “βάλε δουρί” (507)· οἳ μὲν τὸ μέτωπον πληγείς, οἳ δὲ τὴν ψυχήν, ὡς τὸ “κατεπλήγη φίλον ἦτορ” (Il. 3. 31), οἳ δὲ ὡς τὸ “Πήδασον οὔτασεν ἵππον” (Il. 16. 467) —ἐβέβλητο γὰρ ὑπὸ Σαρπηδόνος—οἳ δὲ ἀντὶ τοῦ τύπτων τοῖς ποσὶ καὶ λακτίζων.

574. *ὄφρα] ὡς τὸ “τοῖο δ᾿ αμα ψυχήν 〈τε〉 καὶ ἔγχεος ἐξέρυσ᾿ αἰχμήν” (Il. 106. 505).

576. *Δηίπυρον] ὁμώνυμος οὗτος τῷ Πυραίχμῃ.

*κόρσην] τινὲς κρόταφον.

[*](Α=B-)

577. Θνρηικίῳ μεγάλῳ] μόνοι γὰρ ἐν βαρβάροις οἱ Θρᾷκες μεγίστοις ξίφεσι χρῶνται. ἢ ἀπὸ τοῦ ἐπικουρικοῦ τῶν Θρμᾳκῶν ἔχει λαβών, ἢ μετεπέμψατο ὡς καλλιστεῦον· οἳ δὲ τῇ καλουμένῃ ῥομφαίᾳ. §. τὸ [*](B=)δὲ “ἄραξεν” ἀντὶ τοῦ τοὺς ἱμάντας ἀπέτεμεν.

578. καί τις Ἀχαιῶν—ἐκόμισ〈σ〉εν] ἡδέως πάνυ καὶ ἀξιοπίσ- τως τὸ πλῆθος ἐμφαίνει μὴ εἰπὼν τὸν ἄραντα.

582. Ἑλένῳ— ἄνακτι] παρὰ τὸ ἀνώγειν καὶ κελεύειν τοὺς μάντεις, ὡς “Τειρεσίαο ἄνακτος” (Od. 11. 151).

[*](Α=B-)

583. τόξου πῆχυν] οἳ μὲν κατὰ Δωριέας τὴν νευράν, οἳ δὲ τὸ κέρας, οἳ δὲ τῷ πήχει τὸ τόξον εἷλκεν.

[*](Α-)