Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

348. κυδαίνων Ἀχιλῆα] τουτέστι τὸ “Διὸς δʼ ἐτελείετο βουλή” (Il. 1. 5)· ὑπὲρ παραμυθίας δὲ ταῦτα τῶν ἀκροατῶν διὰ μέσου φησίν· σχεδὸν γὰρ ἀποδείκνυσιν ἀμφοτέρους τοῖς Ἕλλησι βοη- θοῦντας, τὸν μὲν ἑνί, τὸν δὲ τῷ πλήθει.

οὐδʼ ὅ γε πάμπαν] οὐδὲ ὅλως, οὐδὲ παντελῶς. παραμυθεῖται δὲ τὸν [*](A +)ἀκροατήν. §. τὸ δὲ “Θέτιν κύδαινε” (350) ἀθετεῖ〈ται〉 ὡς περισσόν. ταυτολογία γάρ. §. ἐντεῦθεν δὲ Μελανιππίδης κύουσαν ἀπὸ Διὸς Θέτιν ἐκδοθῆναι Πηλεῖ διὰ τὰ ῥηθέντα ὑπὸ Προμηθέως ἤτοι Θέμιδος.

[*](B +)

351. ὀρόθυνε] τινὲς παρὰ τὸ ὄρω καὶ τὸ θύνω, ἵνʼ ᾗ ἐνθουσιωδῶς ὥρμα· ἄμεινον δὲ παραγωγὸν εἶναι.

[*](B=)

*Ἀργείους—μετελθών] ἡ “μετά” πρὸς τὸ “Ἀργείους.” καὶ ἔστιν ἀντὶ τῆς ἐπί, ἐπὶ Ἀργείους.

[*](B+)

352. ὑπεξαναδύς] “ὑπέξ” περισσόν· καὶ ἀναστρέφει δὲ αὐτὸ ἐν τῷ “ἐξυπανέστη” (Il. 2. 267). b. ταπεινὸς δὲ ὁ λάθρα θέλων [*](B=)βοηθεῖν. ἢ διδάσκει μήτε τοὺς φίλους παρορᾶν μήτε τοῖς φιλτά- τοις προσκρούειν. ἡ δὲ συνέχεια τῶν προθέσεων τὸν λάθρα μὲν προ- θύμως δὲ ἀναδύοντα τῆς ἁλὸς δηλοῖ.

353. Τρωσὶν δαμναμένους] λείπει τὸ ὁρῶν· ἔστι δὲ τὸ τῆς φράσεως ἀρχαῖον. Εὔπολις ἐν Αὐτολύκοις “ἤδη γὰρ Ἀρίσταρχον στρατηγοῦντʼ ἄχθομαι” (fr. 43 K.).

354. ἡδʼ ἴα πάτρη] μεγαλοφυῶς εἶπε τὸν οὐρανὸν θεῶν πατριδα.

[*](B -)

πάτρη] πατερία πατρία· οὕτω δὲ ἡ εἰς τὸν πατέρα τοῦ γένους ἀναφορά· ἔστιν οὖν ἀντὶ τοῦ μία πατρία, ὁ αὐτὸς πατήρ· ἡρέμα δὲ ἀφαιρεῖ καὶ διὰ τούτων τὸ ἐπὶ γένει οἴημα τῶν ἀνθρώπων ὅτι οὐκ ἀπόχρη γενέσθαι εὖ· τιμιώτερα δὲ τὰ πλεονεκτήματα.

[*](3. αὐτῶν B: αὐτὸν ‖ 5. φρονέωντε ‖ supplevi ex D, κεχ. καὶ μετʼ ἀμ- φισβητήσεως B ‖ 10. suppl. W ‖ τ. τετευχέτην A ‖ 15. οὐδὲ παντ. scripsi: οἷον παντ. ‖ 16. supplevi ex A ‖ περισσὸς ‖ 18. θέμιδι ‖ 23. iteratur *ὑπεξαναδύς] ὡς τὸ ὑπεξυπανέστη (sic) 30. στρατηγοῦντα ‖ 34. γενεᾷ, B ‖ 35. καὶ ante τὰ del. W)
27

355. καὶ πλείονα ᾔδη] τοὺς πρεσβυτέρους ἀεὶ πολυπειροτέρους [*](B-) φησίν. “ἐγὼ δέ κε σεῖο νοήματί κεν προβαλοίμην—ἐπεὶ πρότερος γενόμην” (Il. 19. 218). ἄμφω οὖν εἰς σύστασιν παρέλαβε, τό τε τῆς ἡλικίας καὶ τὸ τῆς σοφίας. οὐ γὰρ περὶ τῆς δυνάμεως εἶπεν, ὅτι ἦν ἰσχυρός, αὔξων Ποσειδῶνα καὶ τιμῇ οὐ ῥώμῃ φησὶν αὐτὸν εἴκειν Διί. διατείνει δὲ καὶ ἐπὶ πάντων ὁ λόγος, ὅτι δεῖ αἰδεῖσθαι ἀδελφοὺς πρεσβυτέρους ἅμα καὶ σοφωτέρους.

357.* ἀνδρὶ ἐοικώς] ἄλλοτε ἄλλῳ, ὡς ἔμπροσθεν Κάλχαντι (45). εἶτα Θόαντι (216).

358. *τοὶ δ᾿ ἔριδος] Ἀρίσταρχος “τὼ δ᾿ ἔριδος·” Ἀριστοφάνης “τοί.” [*](A +) τοὶ δʼ ἔριδος κρατερῆς] μικτὴ ἡ ἀλ〈λ〉ηγορία. ἔχει δέ τι ἴδιον [*](A + B =) ἡ παραβολή· οὐ γὰρ ἰδίᾳ περὶ ἑκατέρου εἶπε τῆς τε εἰκόνος καὶ τοῦ εἰκονιζομένου πράγματος, ὅτι, ὥσπερ οἱ ἐξασφαλιζόμενοι τοὺς δεσ- μοὺς τὰ πέρατα τῶν δεσμῶν ἄλλοις ἐπιβαλόντες δεσμοῖς καὶ συμ- πλέξαντες δυσδιάλυτον ποιοῦσι τὸν δεσμόν, οὕτω καὶ οἱ θεοὶ τὴν φιλονεικίαν τῶν στρατευμάτων ἔπλεξαν ὥστε δυσδιάλυτον αὐτὴν γενέσθαι· ἀλλʼ ὥσπερ μεταφορᾷ κέχρηται ἀπὸ τῶν δεσμῶν ἐπὶ τὴν μάχην, ἔριδος πέρας καὶ πολέμου πέρας ὥσπερ σχοινίων πέρατα ὀνομάσας καὶ τὸ ἐπαλλάξαι ὡς ἐπὶ δεσμῷ ⟨λαβὼν⟩ καὶ τὸ τανύσαι καὶ τὰ ἑξῆς ὀνόματα. τὸ δὲ λεγόμενον, ὅτι ⟨ὁ⟩ Ποσειδῶν καὶ ὁ Ζεὺς τὸν πόλεμον τῇ ἔριδι συνέδησαν 〈καί〉 τὸ πέρας τῆς ἔριδος καὶ τὸ πέρας τοῦ πολέμου συμπλέξαντες ἐπʼ ἀμφοτέροις τοῖς στρατεύ- μασιν ἥπλωσαν αὐτό.

ἄλλως: ὁ Ποσειδῶν καὶ ὁ Ζεὺς τὸ πέρας τῆς ἔριδος καὶ τοῦ [*](A + B-) πολέμου συμπλέξαντες ἥπ⌈λω⌋σ⌈αν⌋ αὐτὸ ἐπʼ ἀμφοτέρων τῶν στρα- τιωτῶν. Κράτης δὲ ἐπὶ τῶν στρατευμάτων φησίν· Τρῶες ⟨γὰρ⟩ καὶ Ἕλληνες. ἀπέστραπται δὲ ὁ Ζεύς. ἀλλʼ ἐπὶ τὸν νοῦν αὐτοῦ ἀνενεκτέον, θέλει δὲ εἰπεῖν, ⟨ὅτι⟩ ὃ μὲν ἔνθεν ὃ δὲ ἔνθεν ἵλκυσαν· ὅθεν τὸ ἀδιαλύτως μάχεσθαι παρίστησιν.

359. *ἐπʼ ἀμφοτέροισι] διχῶς αἱ Ἀριστάρχου· καὶ “ἐπʼ ἀλλή- [*](A+) λοισι.”

360. *ἄρρηκτόν τʼ ἄλυτον τε] ὅμοιον τῷ “κόπτε δὲ δεσμοὺς ἀρρήκτους ἀλύτους” (Od. 8. 274).

[*](5. φησὶν B: φῆσαι ‖ 10. οἱ pro τὼ A ‖ 14. ἐπιβαλόντες B: ἐπιβάλλοντες ‖ 17. ἐπὶ μεταφορᾶς B 19. ἐπαλλάξαι ὡς B: ἐπαλλάξεως ‖ supplevi ex B ‖ 21. Z. τὸ πέρας τῆ B ‖ 26. οἱ ante Τρ. omisi ut B ‖ supplevi ex B ‖ 27. οἱ ante a. omisi ut B δὲ scripsi cf. B: γὰρ ‖ 28. supplevi ex B ‖ 30. Ἀρίσταρχος A)
28
[*](A - B=)

361. *μεσαιπόλιος] σπαρτοπόλιος. ὠμογέρων δὲ Ὀδυσσεύς (Il. 23. 791), γέρων δὲ ὁ Νέστωρ.

362. *Τρώεσσι] λείπει ὁ καὶ ‘καὶ Τρώεσσι.’

[*](B-)

363. Καβησόθεν] Κάβησα πόλις Ἑλλησποντίς, ἡ νῦν Κύβασα· εἳ δὲ Θρᾴκης—καὶ συᾴδει ἡ ἀκολασία τοῦ γάμου—οἳ δὲ Λυκίας· οἳ δὲ Καππαδοκίας, Καβασσός· οἳ δὲ τῶν Ἀγαθύρσων, ὥσ⟨τε⟩ ἥκειν ἐκ τῆς πρὸς Αἷμον Θρᾴκης· οἳ δὲ ἀδελφὸν Σαρπηδόνος.

[*](A=)

Καβησόθεν ⟨ἔνδον ἐόντα⟩] ἐν τῇ Ἀργολικῇ “Ἑκάβη⟨ς⟩ νόθον υἱὸν ἐόντα·” ἴσως ἀγνοίᾳ τῆς Καβήσου.

[*](B -)

ἐόντα] τινὲς “ἔνδον” ⟨τοῦ οἴκου⟩ Πριάμου, οἳ δὲ ἐν Ἰλίῳ, οἳ δὲ “ἔνδον ἐόντα” κεκινημένον. ἄμεινον δὲ τὸ ⟨“ἔνδον” ἀντὶ τοῦ⟩ ἐν καὶ τὸ “ἐόντα” ἀντὶ τοῦ παρόντα, ὡς καὶ τὸ “δεῖπνον δὲ ξείνῳ ταμίη δότω ἔνδον ἐόντων” (Od. 7. 166), ὃ ἀντιφράζων φησὶ “χαριζομένη παρεόντων.”

[*](B=)

364. ὅς ῥα νέον πολέμοιο] κατὰ τοῦτο ἄρα καὶ φοβῆσαι τοὺς Τρῶάς φησι τὸν Ἰδομενέα, ὅτι συμμαχίαν αὐτῶν νεωτέραν ἀφεί- λετο. θαυμαστῶς δὲ ἐπὶ μὲν Αἴαντος ἔφη φόως δʼ ἑτάροισιν ἔθηκεν ἄνδρα βαλών, ὃς ἄριστος ἐνὶ Θρῄκεσσι τέτυκτο”—γενναῖος γὰρ ὁ Ἀκάμας—“Ἀκάμαντ᾿ ἠύν τε μέγαν τε” (Il. 6. 7, 8). ἐπὶ δὲ τοῦ Ὀθρυονέως ἀναιρέσει `ὐ σωτηρίαν φησὶ τοῖς Ἕλλησι γενέσθαι ὑπὸ Ἰδομενέως, ἀλλὰ φόβον τοῖς βαρβάροις· ἀλαζόνος γὰρ καὶ ἀνοήτου τινὸς ἀναιρεθέντος ἀπίθανόν φασιν ὡς μεγάλου τινὸς κατ- ορθωθέντος τοὺς Ἕλληνας σεσῶσθαι. αὔξεται δὲ διὰ τοῦ φόβου τῶν Τρώων καὶ ἡ τοῦ Ὀθρυονέως ἀλαζονεία, ὡς δηλονότι κἀκείνων ταῖς ὑποσχέσεσι πεπιστευκότων.

[*](A=)

* μετὰ κλέος] Ἀριστοφάνης “κατὰ κλέος.”

[*](B=)

305. ᾔτεε δὲ Πριάμοιο] βαρβαρικὸν καὶ τοῦτο· οὐδέποτε γὰρ εὑ- ρήσομεν παρʼ Ἕλλησι τὸ ἐπὶ μισθῷ στρατεύειν καὶ πρότερον αἰτεῖν καὶ χωρὶς ὑποσχέσεως μὴ συμμαχεῖν. ὅρα δὲ καὶ τὸν μισθόν· κόρης γὰρ ἐρῶν ἧκεν, οὐχ ὅτι βασιλικὴ ἦν ἀλλʼ ὅτι εἶδος ἀρίστη· καίτοι παρ᾿ Ἕλλησιν οἱ ἀκολαστότατοι μνηστῆρές φασιν “εἵνεκα τῆς ἀρετῆς ἐριδαίνομεν” (Od. 2. 206). καὶ τὸ “ἀνάεδνον” (366) γλίσχρον, ὅπου γε ⟨καὶ⟩ οἱ ἀδικώτατοι μνηστῆρες ἕδνα τῇ Πηνελόπῃ προσφέρουσιν.

[*](4. Κάβησος Eust., Κάβησα etiam B ‖ 5. ἡ ἀκολασία Bekker, ἀκολασία Steph. Byz. s. v. καβασσός: ἀκολασία ‖ 6. Καβασσός St. B., Κάβησα Eust.: Κάβασα 9. τῆς A: τοῦ 10. supplevi ex B ‖ Πριάμου B: Πριάμῳ ‖ 12. ταμίη B: τιμίη ‖ 33. supplevi ex B)
29

εἶδος ἀρίστην] ⟨αὕτη⟩ τῶν ἀγάμων ἀρίστη, τῶν δὲ γαμηθεισῶν [*](B=) Λαοδίκη (Il. 6. 252). §. τινὲς δὲ εἰς τὸ “θυγατρῶν” στίζουσιν· οἳ δὲ [*](B-) “εἶδος” τὴν εἴδησιν τῆς μαντείας, ὡς καὶ “Θεοκλύμενος θεοειδής” καὶ “Πολύ〈ε〉ιδος” (666) ὁ μάντις· λεληθότως δὲ ἡμῖν τὰ τῆς Κασσάνδρας ὑποφαίνει καὶ ἐν τῇ Ω (699), ἐπεὶ συνάγειν αὐτὴν Ἀγαμέμνονι μέλ〈λ〉ει.

366. * ἀνάεδνον] δίχα τοῦ δοῦναι ἕδνα.

[*](B=)

367. ἀπωσέμεν] αἱ Ἀριστάρχου “ἀνωσέμεν.” Ζηνόδοτος δέ [*](A-) φησι μὴ λέγεσθαι τὸν ἐκ Τροίας πλοῦν ἀναγωγήν· τινὲς δὲ ἐπά- υουσι “φοιτῶν ἔνθα καὶ ἔνθα θοὰς ἐπὶ νῆας Ἀχαιῶν·” καὶ οἰκεῖον τῷ “ὕψι βιβάντα” (371).

368. τῷ δʼ ὁ γέρων Πράμος] φονεύων αὐτὸν διδάσκει μὴ τὰ [*](B=) ὑπὲρ δύναμιν ἐπαγγέλ〈λ〉εσθαι μήτε μὴν ταῖς τοιαύταις πιστεύειν ὑποσχέσ〈εσ〉ιν.

370. * αὐτοῖο τιτύσκετο] ὡς ἐπʼ αὐτὸν κατεστοχάζετο.

[*](Β =)

371. * βιβάντα] ὡς ἱστάντα. οἰκεῖον δὲ τῷ ὑψηλόφρονι καὶ τὸ [*](B=) βάδισμα.

οὐδʼ ἤρκεσε θώρηξ] ὡς μεγαλοφρονοῦντος αὐτοῦ ἐπὶ τῷ θώρακι.

[*](B=)

373. ὃ δʼ ἐπεύξατο φώνησέν τε] τινὲς δὲ “κερτομέων ἔπος [*](B-) ηὔδα·” οὐ γὰρ καυχηματίαν ἐρεῖ λόγον, ἀλλὰ σαρκασμοῦ ἀνάπλεων.

374. * Ὀθρυονεῦ] 〈τὰ ἑκατέρων περιειργάζοντο〉 ἢ ἀπὸ αὐτομόλων [*](B=) ἢ αἰχμαλώτων· ἢ ἐκ τῶν ἐπαγγελμάτων πεφήμισται, τοῖς μὲν ἐπʼ ἐλπίδι νίκης, τοῖς δʼ Ἕλλησιν ἐπ ἀβελτηρἴᾳ.

αἰνίζομαι] ἢ ἐπαινῶ παρὰ τὸν αἶνον ἢ φοβοῦμαι παρὰ τὸ αἰνόν· [*](A + B -) ἢ διήγησίν σε ποιήσομαι παρὰ τὸν αἶνον, “αἶνος μέν τοι ἀμύμων” (Od. 14. 508). τινὲς δὲ “αἰνίξομαι.”