Scholia in Iliadem
Scholia in Homerum
Scholia in Homerum, Scholia in Iliadem, Scholia Graeca in Homeri Iliadem, Dindorf, Oxford, 1875
6. “ἄδην” δὲ παρὰ τὸ ἄδος, ὅ ἐστι πλησμονή.
[*](A =)318. κείνων νικήσαντι] Ἀρίσταρχος “κείνων.” §. τὸ “ἀ〈ά〉π- [*](A+) τους” διὰ τοῦ ᾱ.
319. 〈ὅ〉τε μὴ αὐτός γε Κρονίων] τὸ τῆς Ἀδραστείας οὖν δείκ- νυται ἐν οἷς βεβίασται ὑπὸ τοῦ Ἕκτορος.
[*](B =)321. ἀνδρὶ δέ κʼ οὐκ εἴξειε] τίς ἂν οὖν εἴη ὁ Αἴας ὑπὸ τῶν ἐφα- μί⟨λ⟩λων ἐπαινούμενος,
[*](B=)322. ὃς θνητός τʼ εἴη καὶ ἔδοι Δημήτερος ἀκτήν] πολλάκις γὰρ θεοὶ ἀνδράσιν ὁμοιοῦνται· διὸ προσέθηκε τὸ “καὶ ἔδοι.” §. “ἀκτήν” [*](B-) δὲ τὸ κλώμενον ἢ τὸ προηγμένον καὶ προτιμηθὲν τῶν ἄλλων.
[*](B=)324. οὐδʼ ἂν Ἀχιλλῆι—χωρήσειεν] θέλει λέγειν, ὅτι τὸ βίαιον Ἀχιλλέως μόνος ⟨ἂν⟩ Αἴας ὑπομείνειεν· φιλοτιμεῖται δὲ ἀεὶ τὴν μνήμην Ἀχιλλέως.
[*](B=)325. ποσὶ δʼ οὔ πως ἔστιν ἐρίζειν] καὶ δικαίως, ὡς πρεσβύτερος· ἡ δὲ τοῦ τάχους ὑπεξαίρεσις καὶ τὸ τῆς ἀλκῆς πιστὸν ὑποφαίνει.
[*](B=)320. ὧδε] οὕτως ὡς ἔχεις ὁρμῆς. §. “ἔχε” δὲ πορεύου, “τῇ ῥ’ [*](B-) ε〈ἷ〉χεν Μενέλαος” (Il. 23. 422).
ὧθ’ ἔχε] λείπει τὴν ὁρμήν· τινὲς δέ, ἐπὶ τὰ ἀριστερὰ ἡμῶν μέρη τοῦ στρατοῦ πορεύου.
ὄφρα—εἴδομεν] οὐδέποτε τὸ περισπώμενον ὑποτακτικὸν συστέλλει.
[*](A +)327. * ἠέ τῳ εὖχος ὀρέξομεν, ἠέ τις ἡμῖν] ἀπὸ κοινοῦ 〈τὸ〉 ὀρέξει.
[*](9. ἄσην B: ἄσιν ‖ δυσπρόσβατον A ‖ iteratur * αἰπύ] δύσβατον ‖ 10. σοφίαι μὲν αἰπειναί Pindari codd.: σοφίας μὲν αἱ πεῖναι ‖ 11. ἐὰν δὲ ‖ 13. πλῆθος B ‖ 14. αἱ Ἀριστάρχου AA ‖ 20. ἔδυ: corr. sec. ‖ 27. ἐμφαίνει B)329. ἦρχ᾿ ἴμεν] θαυμάσια ⟨τὸ⟩ ἤθη· παρὸν γὰρ αὐτοῖς ἡσυ- [*](B=) χάζεινταττομένοις συνήθως, τὸ κοινῇ λυσιτελοῦν τοῦ ἰδίᾳ προκρίνουσιν.
332. * κεκλόμενοι] ἀναδιπλασιασμὸς Αἰολικός.
333. τῶν δʼ ὁμὸν ἵστατο νεῖκος] ἰσοβαρὲς τῶν περὶ Ἰδομενέα [*](B=) Τρώων. §. τινὲς δὲ “ὁμόσ.”
*πρυμνῇσι] ἐσχάταις.
334. ὑπὸ λιγέων ἀνέμων] τῶν ἐτησίων· οὗτοι γὰρ θέρους πνέου- [*](B=) σιν, ὅτε κόνις ἐστίν. εἰκότως δὲ λιγεῖς εἴρηνται· κατὰ λεπτοῦ γὰρ πνέοντες ἀέρος ὑποσυρίττουσιν.
335. * ὅτε τε πλείστη κόνις ἀμφὶ κελεύθους] ψαφαρὰ γάρ ἐστιν [*](B=) ἡ γῆ διὰ τὴν ἔκκαυσιν τοῦ κυνός.
336. οἵ τʼ ἄμυδις] οἱ ὁμοῦ πνέοντες ὑποσύρουσι κόνιν, διʼ ἦς ὁμί- [*](B+) χλην ποιοῦσιν.
337. ὣς ἄρα τῶν ὁμόσʼ ἦλθε μάχη] τὸ συμπεφυρμένον αὐτῶν [*](B=) εἴκασε τῇ ὑπὸ τῶν ἀνέμων μιχθείσῃ κόνει. §. τὸ δὲ “ὁμόσε” Ἀττικοὶ ἐπὶ πολεμικῆς παρασκευῆς φασιν.
339. ἔφριξεν δὲ μάχη] ἐγγὺς παραβολῆς ἡ μεταφορά. ἐν [*](B-) βραχεῖ δὲ τὸ μετέωρον τῶν δοράτων καὶ τὴν κίνησιν δηλοῖ. ὅμοιον γάρ τι τῇ τῶν σταχύων κινήσει γέγονεν.
ἔφριξεν δὲ μάχη] ποιητικῶς ἔφη φρίττειν τὴν μάχην διὰ τῆς [*](A - B=) ἀνατάσεως τῶν δοράτων.
340. ταμεσίχροας] ποιητικῶς ἀνέπτυξεν τὸ τμησίχροας· ἢ ἀπὸ [*](A +) τοῦ ⟨τομῶ⟩ ταμέσω.
ὄσσε δʼ ἄμερδεν] χαρίεν καὶ τὸ ποικίλως τὴν κατʼ εἶδος διαφορὰν [*](B=) φράζειν, τὰς μὲν κόρυθας λαμπομένας, τοὺς δὲ θώρακας νεοσμήκτους καὶ φαεινὰς τὰς ἀσπίδας· διδάσκει οὖν ἐπιμελεῖσθαι τῆς λαμπηδόνος τῶν ὅπλων. §. “ἄμερδεν” δὲ ἀντὶ τοῦ ἐστέρισκε τοῦ ὁρᾶν.
[*](B=)341.αὐγὴ χαλκείη] τολμηρῶς· οὐ γὰρ εἶπεν, ἡ ἀπὸ τοῦ χαλκοῦ αὐγή· μονονουχὶ οὖν ἐφλόγωσε τὰ ὅπλα ἡλίου λαμπηδόνα αὐτοῖς μαρτυρῶν. ἐμφατικώτερόν ἐστι τοῦ ἑτέρωθι εἰρημένου “ἀμφὶ δὲ χαλκῷ ἐλάμπετο εἴκελος αὐγῇ ἢ πυρὸς αἰθομένου” (Il. 22. 134). νῦν γὰρ οὐδὲ τὸ “ὄσσε δʼ ἄμερδεν (340).
342. *νεοσμήκτων] οὐ ‘καινῶν,ʼ ἀλλὰ διὰ τοῦ ἐπιθέτου τὴν [*](B=) ἐπιμέλειαν τῶν χρωμένων ἐδήλωσεν.
[*](1. supplevi ex B ‖ 2. ἰδία B: ἰδίου ‖ 5. τῶν ante Τρ. omisi ut B 10. ψαρὰ B, ψοφαρὰ ‖ 12. οἵ B: ἡ ‖ ὑποσύρουσι B: ὑποσυρίζουσι ‖ 15. μιγείσῃ B ‖ 23. ταμῶ supplevi ex AD: τιμῶ suppl. sec. ‖ 27. ἐστέρισκε B: ἐστέρηκε ‖ 28. τυλμηρόν ‖ 31. αὐγὴ ‖ 32. τὰ ὄ. ‖ 33. οὐ καινῶν B: οὐκ ἃν ὂν)343. θρασυκάρδιος εἴη] ἀντὶ τοῦ ἦν. §. κατὰ συλλογισμὸν δὲ ἡ [*](B=) αὔξησις· εἰ γὰρ ὁ μόνον ὁρῶν ἐλυπήθη, τί μᾶλλον ἐπὶ τῶν ἐνερ- γούντων αὐτῶν δεῖ σκοπεῖν;
[*](A +)344. * γηθήσειεν] ἀντὶ τοῦ ἐγήθησεν.
[*](B=)345. τὼ δʼ ἀμφὶς φρονέοντε] κεχωρισμένως ⟨φρονοῦντες⟩, ἀμ- φισβητοῦντες. §. αὔξει δὲ τὴν μάχην, οὗ μὲν ἐργάτας οὗ δὲ θεατὰς αὐτῆς ποιῶν θεούς.
τὼ δʼ ἀμφὶς φρονέοντε] ὁ λόγος ἀναφορικός ἐστιν, ἐπεὶ ὁ Ζεὺς βούλεται Τρωσὶ βοηθεῖν.
[*](A +)346. * τετεύχατον] διὰ 〈τὸ〉 μέτρον ἀντὶ τοῦ ἐτετευχάτην.
[*](B=)