Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

275. οἶδ᾿ ἀρετήν] “ἀρετήν” τὴν κατὰ τὸν πόλεμον ἀνδρ〈ε〉ίαν. [*](B-) “υἱός θʼ υἱωνός τʼ ἀρετῆς πέρι δῆριν ἔχουσιν” (Od. 24. 515).

ταῦτα λέγεσθαι] περὶ τούτων λέγειν· οὐ χρῆται γὰρ τῷ λέγειν [*](B-) ἀλλὰ τῷ εἰπέμεν· “εἰπέμεν Ἀτρείδῃς” (Il. 7. 373).

276. λεγοίμεθα] ἀριθμοίμεθα· “ἐν δʼ ἡμέας πρώτους λέγε κή- [*](A+) τεσιν” (Od. 4. 452).

277. ἐς λόχον, ἔνθα μάλιστα] ἐν μὲν γὰρ τοῖς πολέμοις ἔστι [*](B=) συνιδεῖν πρὸς ποίους καὶ πόσους πολεμοῦμεν, ἐν δὲ τοῖς λόχοις τὰ τοιαῦτα ἄδηλά εἰσιν.

278. ἔνθʼ ὅ τε δειλός] “ὅ τε” ὅς τε· καὶ τὸ ἐναντίον “μῦθος δ᾿, ὃς μὲν νῦν ὑγιής, εἰρημένος ⟨ἔστω⟩” (Il. 8. 524). τὸ “ὅς” οὖν ἀντὶ τοῦ ὁ, καὶ τὸ ἀνάπαλιν.

279. τοῦ μὲν γάρ τε κακοῦ] τοῦ δειλοῦ· ψυχῆς γὰρ κάκωσις [*](B=) ⟨ἡ⟩ δειλία.

* ἄλλῃ] ἄλλοτε.

280. οὐδέ οἱ ἀτρέμας] τὸ ἑξῆς· οὐδέ οἱ ἐρητύετʼ ἐν φρεσὶ θυμός. ὥστε ἀτρέμας ἧσθαι.

281. ἀλλὰ μετοκλάζει καὶ ἐπʼ ἀμφοτέρους πόδας ἵξει] ἐξηγεῖται [*](B=) τὸ “μετοκλάζει·” ἀκόπως δὲ τὸ σχῆμα τοῦ ἀποδειλιῶντος ἐσήμανε καὶ συμμεταβάλλοντος τὸ σῶμα ταῖς τῆς ψυχῆς μεταβολαῖς· ἐζω- γράφησε δὲ τὸν δειλὸν καὶ τὸν ἰσχυρόν, παρακαλῶν ἡμᾶς ἐς ἀλκήν.

ἀλλὰ μετοκλάζει] ὀκλάζων μετακαθέζεται ὁ δειλός· ἐὰν δὲ ὁ [*](A + B=) θυμὸς ὀκλάζειν ποιῇ, οὐδὲ τὰ σκέλη περιπλέκει.

283. *κῆρας ὀιομένῳ] πολλοὺς θανάτους ὑπονοοῦντι.

[*](B=)

284. τοῦ δʼ ἀγαθοῦ] σημαίνει ἡ λέξις καὶ πλουσίου,’ “τοῖς ἀγαθοῖ- σ〈ι〉 παραδρώωσι χέρηες” (Od. 15. 324). νῦν δὲ τὸν ἀνδρεῖον λέγει καὶ τολμητίαν.

οὔτε τι λίην] οὐδὲ ὅλως, ὡς καὶ “οὐδʼ ὅ γε πάμπαν ἤθελε λαὸν [*](B-) ὀλέσθαι” (348)· ἢ ὅτι τὸ μηδὲ ὅλως φοβεῖσθαι ἀναισθησία, ἡ δὲ ἀρετὴ μεσότης ἐστίν, οὐκ ἀκρότης.

285. *πρῶτον] ἅπαξ.

286. καὶ ἐπὶ Νεοπτολέμου “ἱππόθεν ἐξίμεναι” (Od. 11. 531).

287. ἔνθα τε〈όν τε〉 μένος] θαρσαλέος δηλονότι. §. τινὲς δὲ “τεόν [*](B=) γε.”

[*](Α+)[*](4. εἴπομεν Ἀτρείδης ‖ 5, 6. δὲ ἡ. πρῶτʼ ἔλεγες κτήτεσσιν ‖ 14. supplevi ex B ‖ 16. ἐνὶ ‖ 22. μετακαθίζει B ‖ 29. γὰρ pro δὲ B ‖ 33. τεόν τε μένος textus, τεόν γε μ. B ‖ ὁ ante θαρσ. omisi: τοῦ θαρ- σαλέου B)
22
[*](A + B =)

* ὄνοιτο] λείπει τὸ τίς.

289. οὐκ ἂν ἐν αὐχένʼ ὄπισθε] καὶ ὁ Λυσίας τὸν Ἰφικράτην ποιεῖ λέγοντα “τραύματα ἔχων οὐχ ἑτέρων ἐπʼ ἐμὲ ἐρχομένων, ἀλλʼ αὐτὸς ἐπιών (fr. 130 S.). ⟨Εὔπολις⟩ Ἀνδρογύνοις “ἐκαίετʼ ὀλίγα τραύματʼ ἐξόπισθʼ ἔχων, τῆς δειλίας σημεῖα κοὐχὶ τοῦ θράσους” (Meineke Com. IV p. 687, Nauck fr. Trag. adesp. 374).

[*](A +)

* εὐκ ἄν] οὕτως Ἀρίσταρχος· τινὲς δὲ “οὔ κεν.”

[*](B -)

291. προμάχων ὀαριστύν] ἡ μάχη μεταφορικῶς· κυρίως γὰρ ὀαρί- ζειν τὸ διδόναι τι καὶ λαμβάνειν καὶ ὁμιλεῖν. ἀντικαταλ〈λ〉άσσονται δὲ σφαγάς. οἳ δὲ ἀριστύν, καὶ ὡς ὀτρυγηφάγος, ὀδάξ, ὀκλάξ, ὄτλος.

[*](B+)

292. νηπύτιοι] πνυτὸν γὰρ τὸν φρόνιμον ἔλεγον.

[*](B=)

297. * μέγα πτολέμοιο μεμηλώς] πολλὴν φροντίδα μάχης ἔχων.

[*](B=)

298. οἷος δὲ βροτολοιγὸς Ἄρης] ἐμφερεστάτη ἡ εἰκών· δύο γὰρ δυσὶν ἀπείκασε πολεμικοῖς δαίμοσιν· ἅμα καὶ τὴν τάξιν διὰ τῆς εἰκόνος τετήρηκεν· ὡς γὰρ ὁ υἱὸς τῷ πατρὶ ἕπεται, οὕτω καὶ ὁ Μηριόνης τῷ φίλῳ, νεώτερος πρεσβυτέρῳ καὶ τὴν τοῦ θεράποντος χώραν ἔχων.

[*](B=)

* πόλεμονδε μέτεισιν] ἢ τὸ “δέ” περισσὸν ἢ τὸ “μετά,” ἵνʼ “πόλεμονδε εἰσὶν.ʼ

[*](B=)

209. τῷ δὲ Φόβος φίλος υἱός] ἀεὶ Ἐνυαλίῳ ἀτάλαντον (Il. 17. 259, 2. 651) αὐτὸν λέγων νῦν τὴν δευτέραν ἀπέδωκεν αὐτῷ τάξιν, ἐπεὶ σὺν τῷ Ἰδομενεῖ αὐτῷ ἐστιν.

ἅμα κρατερὸς καὶ ἀταρβὴς ἕσπετο] “ἅμα ἕσπετο,” ὡς τὸ “ἅμʼ ἑσπόμεθα” (Il. 1. 158). ἀκολουθεῖ δὲ τῷ Ἄρει ὡς ἡνίοχος. οὐ γὰρ διαφόρους ἀρετὰς καταλέγει. §. τὸ δὲ “ταλάφρονα” οἳ μὲν ἀπὸ τοῦ ταλῶ, ὅθεν τὸ “ταλάσσῃς” (829), οἱ δὲ ⟨ἀπὸ τοῦ τῆλε⟩, ὡς ταλαπείριος. τινὲς δὲ παραγωγόν φασι καὶ μὴ ἐγκεῖσθαι τὴν φρένα.

[*](A +)

* πῶς οὖν Ἀντίμαχος τὸν Φόβον ἵππον Ἄρεός φησι “καί ῥʼ ἵππους κέλετο, Δεῖμόν τε Φόβον τε, ζευγνύμεν” (Il. 15. 119);

[*](2. αὐχένι ‖ ποιεὶ Bekker: οἴει ‖ 4. Εὔπολις Ἀνδρογύναις Runkel, Μένανδρος Ἀνδρογύνῃ Preller Philologus iii. 522 ‖ Ἀνδρογυ ἐκαίετ᾿ ὀ. W: ἀνδρογύης καὶ ἔτʼ ὀ. ‖ ἀνδρόγυνος ὀ. coni. Meineke l. c. ‖ μετʼ pro ἔτ᾿ coni. idem cur. crit. in com. fr. p. 34 ‖ τραύματα 5. ἐξόπισθεν: corr. Mei- neke ‖ καὶ οὐχὶ: corr. Heiueke ‖ 8. τὴν μάχην B ‖ 10. ὁ τρυγηφάγος ‖ ὄτλος scripsi: ὀτλὰς ‖ 11. πυκνὸν B ‖ 16. γὰρ ὁ φόβος τ. B ‖ 17. νέος τε πρ. B ‖ 24. ἑσπόμεσθα ‖ 26. ταλάσσῃς Et. M., τὸ “ταλάσσῃ” vel τὸ “ταλάσσῃς” coni. W: ταλάσω ‖ supplevi cf. Et. M. s. v. ταλαπείριος ‖ 27. ταλαπείριος W: τανύπτερος)
23

301. Ἐφύρους] οἱ μὲν Θεσπρωτοὺς ἐξ Ἐφύρης ἀνελθόντας—μά- [*](A + B-) χιμοι γὰρ οὗτοι καὶ δραστήριοι—οἳ δὲ Κραννωνίους. §. “ἑτέροισι δὲ κῦδος ἔδωκαν” (303)εἰπὼν ἐξηγεῖται τὴν “ἐτεραλκέα νίκην” (Il.7.26).

* Ἐφύρους μέτα] ὅτι ἐνταῦθα διετέλουν· ἢ ὡς ⟨τῶν⟩ Θρᾳκῶν [*](B-) μαχομένων τούτοις ἀεί.

302. ἠὲ μετὰ Φλεγύας] οἱ μὲν Γυρτωνίους, οἳ δὲ τοὺς ἐνοικοῦντας [*](B -) τὴν Δαυλίδα τῆς Φωκίδος, οὓς “μεγαλήτορας” οἱονεὶ δεινορέκτας φησὶ διὰ τὸ πεπορθηκέναι τὸν ἐν Πυθοῖ ναόν· καὶ Φερεκύδης δὲ ἱστορεῖ περὶ τῶν Φλεγυῶν· καὶ γὰρ αὐτὰς τὰς Θήβας ὑπʼ Ἀμφίονος καὶ Ζήθου διὰ τοῦτο τετειχίσθαι. μετὰ δὲ ταῦτα τὰς Θήβας ὑπʼ αὐτῶν αἱρεθῆναι Εὐρυμάχου βασιλεύοντος, καὶ ἔρημον γενέσθαι τὴν πόλιν μέχρι τῆς Κάδμου ἀφίξεως· ἐπὶ πλεῖον δὲ περὶ αὐτῶν διείλεκ- ται Ἔφορος ἀποδεικνὺς ὅτι τὴν Δαυλίδα καὶ οὐ τὴν Γυρτῶνα ᾤκησαν· ὅθεν καὶ παρὰ Φωκεῦσι τὸ ὑβρίζειν φλεγυᾶν λέγεσθαι· ἔστι δὲ ταῦτα ἐν τῇ τριακοστῇ τῇ Δημοφίλου. πάλαι δὲ διεφέροντο Φωκεῖς πρὸς Θεσσαλούς· διὸ καὶ τὰς Θερμοπύλας ᾤκησαν Φωκεῖς· εἴσοδον γὰρ ἔχουσιν ἀπὸ Θεσσαλίας.

ἄλλως: Φλεγύαι ἔθνος βίαιον περὶ τὴν Γυρτῶνα, οἳ Θηβαίοις [*](A +) ἐπιχειρήσαντες ὑπὸ Ἀπόλλωνος κατεταρταρώθησαν.

306. * τὸν καὶ Μηριόνης] πλεονάζει ὁ “καί.”

307. * Δευκαλίδη] ἀπὸ τοῦ Δευκαλιωνίδη συνεκόπη· δὲ ἀπὸ [*](B -) τοῦ Δεύκαλος.

πῇ τʼ ἂρ μέμονας] εἰς ποῖον ὅμιλον καταδῦναι, τὸν δεξιὸν ἢ τὸν ἀριστερόν; ποῦ μάλιστα χρεία συμμαχίας, §. τὸ δὲ “δεξιόφιν” (308) ἀντὶ τοῦ τὸν δεξιόν, ὡς τὸ “ἀγέληφι μετελθών” (Il. 16. 487) ἐπʼ ἀγέ- λην ἐλθών. §. τινὲς δὲ τὸν “η” τρὶς περιέσπασαν· διαπορητικὸς γάρ ἐστιν. §. “ἡ ἐπὶ δεξιόφιν” (308) ἑξῆς τοῖς βασιλεῦσιν ἀμείβει τὰς τάξεις· λέγει οὖν οὐ τῆς νεωλκίας, ἀλλὰ τῆς παρούσης μάχης.

308. * “ἢ ἀνὰ μέσ〈σ〉ους” τῶν μαχομένων· οὐ γὰρ ⟨ἐν⟩ ταῖς Ὀδυσσέως ναυσίν.

309. ἐπεὶ οὔ ποθι] οὐδαμοῦ τοσοῦτον οἴομαι ἐνδεεῖς εἶναι τῶν βοη- [*](B-) θησόντων Ἀχαιούς, ὅσον ἐπὶ τὰ ἀριστερά· ἐκεῖ γὰρ ἐρράγη τὸ τεῖ- [*](2. ἑταίροισι ‖ 3. ἑτεραλκαίαν 4. suppl. W 6. Γυρτωνίους Eust.: Γορτυνίους ut B ‖ 7. Φ. σὺ μ. οἷον ἰδεῖν ὁρέκτας: corr. Bekker ‖ 10. post τετ. omisi διὰ τὸ δέος τῶν Φλεγύων ‖ 13. τὸν Γυρτόνα ‖ 14. φλέγυαν ‖ 15. Δημοφίλους ‖ 18. Γόρτυναν ‖ 21. Δευκαλιωνίδη B: Δευκαλιονίδη ‖ 25. ἀγέληφιν ἐπέλθωμεν ‖ 26. ἔλθωμεν ‖ τρὶς W: τρίτον ‖ 27. ἀμείβειν)

24
χος, καὶ ὁ Ἕκτωρ “μάχης ἐπʼ ἀριστερὰ μάρνατο πάσης” (Il. 11. 498).

* οὔ ποθι] τινὲς δὲ “οὔ ποτε.”

313. Τεῦκρός θ᾿, ὃς ἄριστος] καὶ πῶς φησιν “οἶος δή με Φιλο- κτήτης ἀπεκαίνυτο” (Od. 8. 219); οὔπω γὰρ ἦν ἥκων ἐκ Λήμνου.

314. καὶ ἐν σταδίῃ] καὶ τὸ δόρυ παρὰ Θεσσαλοῖς στάδιον.

[*](A -)

315. ἄδην ἐλόωσι] λίαν κορέσουσιν, ὡς “ἄδην ἐλάαν κακότητος” (Od. 5. 290), οἳ δὲ ἄδην ἐ〈σ〉σύμενον· οἳ δὲ “ἀάσωσι” παρὰ [*](A-) τὸ ἄσην ἐμποιεῖν. §. τὸ δὲ “αἰπύ” (317) ἀντὶ τοῦ δύσβατον χαλεπὸν δεινόν· “σοφίαι μὲν αἰπειναί” Πίνδαρος (Ol. 9. 107). §. τὸ δὲ “ἐ〈σ〉σεῖται” (317), εἷ ἐστι Δώριον, παροξύνεται, εἰ δὲ Ἀττικόν, [*](B=)προπερισπᾶται. §. τὸ δὲ “ἐ〈σ〉σύμενον” (315) ἀντὶ τοῦ ἐφιέμενον.

[*](B=)