Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum, Scholia in Iliadem, Scholia Graeca in Homeri Iliadem, Dindorf, Oxford, 1875

220. * Τρωσίν] κατὰ Τρώων.

[*](A-)

222. νῦν αἴτιος] Ἀρίσταρχος “νῦν γʼ αἴτιος·” Ἀριστοφάνης “νῦν δʼ αἴτιος,”

[*](B=)

223. ἐπιστάμεθα π〈τ〉ολεμίζειν] πάντα περιέλαβεν ἐξ ὧν ἄν τις αἰτιαθείη· ἢ γὰρ διʼ ἀπειρίαν ἢ διὰ δέος ἢ διὰ ὄκνον φεύγουσι τὰ δεινά. §. τὸ δὲ “ἐπιστάμεθα” ἀντὶ τοῦ δυνάμεθα· “ἐπίστατο πῆλαι [*](A -) Ἀχιλλεύς” (Il. 16. 142).

[*](A=)

224. * οὕτε τινά] “οὐδέ τινα.” δέος—ἀκήριον] κεχωρισμένον κηρός· οἳ δὲ “οὐ δέος ἔστ᾿ ἀπο- λέσθαι· οὐ γάρ τοι κραδίη μενεδήιος” (Il. 12. 240).

225. ἀνδύεται] ἀπὸ τῶν ἀναδυομένων τὰ ζυγὰ ζῴων. §. τινὲς δὲ γράφουσιν “ἀδδύεται.”

227. νωνύμνους] τινὲς ἀθρηνήτους· ὕμνον γὰρ καὶ Ἀνακρέων τὸν θρῆνόν φησιν (fr. 171 B.).

[*](B=)

228. μενεδήιος] μένων τοὺς δηίους. Ἑλληνικὸν δὲ τὸ φρόνημα· οὐ γὰρ ἀποκάμνει ταῖς τύχαις, ἀλλὰ καὶ ⟨ἄλλους⟩ προτρέπεται.

[*](A =)

229. ὀτρύνεις δὲ καὶ ἄλλον, ὅ οἱ μεθιέντα ἴδοιο] ἐνεστὼς ἀντὶ τοῦ παρῳχημένου, ὡς τὸ “ζαχρηεῖς τελέθουσι” (Il. 12. 347) ἀντὶ τοῦ ἐτέλεθον.

[*](A +)

⟨ὅθι⟩ μεθιέντα ⟨ἴδηαι⟩] Ζηνόδοτος “ὅτις μεθίῃσι πόνοιο.”

230. * μήτʼ ἀπόληγε κέλευέ τε φωτὶ ἑκάστῳ] “κέλευε” μὴ ἀπο- λήγειν.

[*](A + B -)

233. μέλπηθρα] μετὰ κόρον γὰρ σφαιρίζουσιτὰς οἱ κύνες· λέων δὲ τὸ πᾶν ἐσθίει· καὶ Κύκλωψ ἤσθιε δʼ ὥστε λέων” (Od. 9. 292).

234. * μεθίῃσι μάχεσθαι] Ἀρίσταρχος μεθίῃσι πόνοιο.”

[*](B=)

235. ταῦτα δʼ ἅμα χρή] Ἑλληνικῶς πάνυ κοινοῦνται τὴν προθυ- μίαν ἑκάτεροι. §. τὸ δὲ “καὶ δύʼ ἐόντε” (236) περιπαθῶς, ὡς τῶν ἄλλων ἀποκαμόντων.

[*](A-)

237. συμφερτὴ δʼ ἀρετή] Ζηνόδοτος καὶ Ἀριστοφάνης “συμ- [*](B -) φερτὴ δὲ βίη.” §. εἰπὼν δὲ “καὶ μάλα λυγρῶν” οὐδεμίαν καταλείπει τοῖς γενναίοις πρόφασιν τοῦ μὴ ἀνδρίζεσθαι, εἴ⟨γε⟩ καὶ δειλοὶ ἀλλή- [*](4. γʼ A: γὰρ ‖ 7. περὶ ante τὰ omisi ut B ‖ 16. θρῆνον scripsi cf. Eust.: ὕμνον ‖ 18. supplevi ex B ‖ 22. ὅ οἱ μεθιέντα ἴδοιο textus ὅτις A: ὅστις ‖ 22, 27. μεθίησι π. ‖ 31. συνφερτὴ δʼ ἀρετὴ textus ‖ 31, 32. συμφερτὴν A ‖ 33. supplevi ex B)

19
λοις συμφερόμενοι ἐνάρ〈ετ〉α δρῶσιν ἔργα. εἰ δὲ “καὶ μάλα λυγρῶν” συμφερτὴ γίνεται 〈ἡ〉 ἀρετή, πόσῳ μᾶλλον, ὅτε καὶ ἀγαθοῖς ἡμεῖς δυνάμεθα μάχεσθαι; ἐν πᾶσιν οὖν ἄριστον ἡ κοινωνία. §. σπεύδειν δὲ τὸ μετὰ κακοπαθείας ἐνεργεῖν.

[*]( B=)

238. νῶι δὲ καί κʼ ἀγαθοῖσιν] τὸ φορτικὸν ἐξέφυγεν, ⟨εἰπὼν⟩ ὅτι [*](B=) καὶ γενναίοις ἰσόμαχοί ἐσμεν ἡμεῖς. “ἐπιστα〈ί〉με〈σ〉θα” γὰρ ἐντὶ τοῦ δυνα〈ί〉μεθα.

239. * πόνον] τὴν μάχην.

241. *τεύχεα καλά] τραγῳδεῖ αὐτοῦ τὴν πανοπλίαν ὡς μέ- λοντος ἀριστεύειν.

242. ἀστεροπῇ ἐναλίγκιος] πρὸς τὴν λαμπρότητα τῶν ὅπλων καὶ [*](B-) πρὸς τὸ τάχος τοῦ φοροῦντος. τάχα δὲ καὶ πρὸς τὸ ἐπιθυμητικὸν τῶν πολεμίων· φησὶ γὰρ καὶ πολέμου πολλάκις αὐτὴν εἶναι σημεῖον.

243. χειρὶ λαβών] νῦν τὴν ἀστεροπὴν σκεῦος δηλοῖ.

245. χαλκὸς ἔλαμπε—θέοντος] οὐκ, ἐπειδὴ ἔτρεχενλέλαμπεν, ἀλλ᾿, [*](B=) ὅτι καὶ ἔτρεχε καὶ ἔλαμπεν ὁ χαλκός, ἀστεροπῇ αὐτὸν εἴκασεν. §. τὸ δὲ “περὶ στήθεσσι” Ζηνόδοτος καὶ Ἀριστοφάνης “ἐνὶ στήθεσσι” [*](A=) γράφουσιν.

246. θεράπων ἐύς] τινὲς ὑφ’ ἓν “θεραπωνεύς” ὡς Ἐτεωνεύς, ούx [*](A +) ὑγιῶς. §. Ζηνόδοτος δὲ “δουρικλυτός” γράφει.

[*](A+)

247. μετὰ γὰρ δόρυ χάλκεον ᾔει] μετῄει γὰρ οἰσόμενος δόρυ. §. “σθένος” δὲ “Ἰδομενῆος” εἶπεν, ἐπεὶ ἀριστείαν ἐπιδείξεται.

249. Μηριόνη Μόλου υἱὲ πόδας ταχύ, φίλταθʼ ἑταίρων] ἐν ἐνὶ [*](B=) στίχῳ καὶ τῆς συγγενείας καὶ τῆς ἰσχύος καὶ τῆς φιλίας ὑπέμνησεν.

251. ἠέ τι βέβληαι] εὑρεσιλογία, ὡς οὐ τέτρωται· ἀπιθάνως δὲ πληγὴν ἢ χρείαν ἑταίρων φησὶ δεῖν ἀποσπᾶν τῆς μάχης· ἡ δὲ Ἑκάβη “ἦ μάλα δὴ τείρουσι δυσώνυμοι” (Il. 6. 255).

τείρει ἀκωκή] ἡ ἀκὶς ἐν σοὶ οὖσα ἢ ἡ βολή, ἀπὸ τῆς ἀκωχῇς. [*](B+) §. τὸ δὲ “ἠέ τευ ἀγγελίης” ἀπό τινος ἢ περί τινος. §. τὸ δὲ “μετʼ [*](B=) ἐμέ” ἡ ἐπʼ ἐμὲ ἢ πρὸς ἐμέ.

[*](B=)

254. τὸν δʼ αὖ Μηριόνης] ἔν τισι μετὰ τοῦτον φέρεται “Ἰδομενεῦ, Κρητῶν βουληφόρε χαλκοχιτώνων.”

256. εἴ τι τοι ἔγχος λέλειπται] εἶπε γὰρ “ὅ οἱ κλισίηφι λέλειπτο” (168). ἢ ἐπαινῶν διστάζει, εἰ μὴ πάντα κατανάλωκε τοῖς πολεμίοις.

[*](1. suppl. Bekker ‖ 2. supplevi ex B ‖ ὅτι ‖ 5. supplevi ex B ‖ 6. γενναίοις B: γενναίως ‖ 17. ἐνὶ A: ἐν ‖ 19. ἐὺς θεράπων τ. ‖ ἔν θεράπων ἐὺς ‖ Ἐτεωνεύς A: αἰπολεύς ‖ 30. περὶ pro πρὸς B)
20

* τοί] ἀντὶ τοῦ δή.

[*](A = B -)

257. πάνυ γὰρ κατεάξαμεν, ὃ πρὶν ἔχεσκον] πληθυντικῷ ἑνικὸν ἐπή- γαγεν· καὶ Εὐριπίδης Ἴωνι (390) “κωλυόμεσθα μὴ παθεῖν ὃ βούλο- [*](A = B -) μαι.” §. τινὲς δὲ “κατέαξα μέν,” ἵνα ᾖ, ὃ μὲν γὰρ εἶχον, κατέαξα, ὡς “⟨ἦ θήν που τοι θυμὸς ἐέλπεται ἐξαλαπάξειν νῆας·⟩ ἄφαρ δέ τε χεῖρες ἀμύνειν εἰσὶ καὶ ἡμῖν·” ἄφαρ ἐλπίζεις πορθῆσαι (813, 4).

258. * ὑπερηνορέοντος] τοῦ νῦν ἀνδριζομένου.

259. Κρητῶν ἀγός] ὁ συμμαχικὸν ἐπάγων Κρητῶν.

260. δούρατα δʼ, αἴ κε θέλῃσθα] δούρατα δέ. κἄν ἓν ζητῇς, κἂν εἴκοσι θέλῃς, ὅ ἐστι πολλά.

[*](A + B -)

261. πρὸς ἐνώπια ⟨παμφανόωντα⟩] τοὺς κατὰ τὴν εἴσοδον τοίχους, ἤτοι ἀντίους τῶν εἰσόδων, οἳ δέ, ⟨τὰ⟩ πρόθυρα διʼ ὧν εἰσβάλλει τὸ φῶς· οἳ δέ, ⟨τὸ⟩ δούρατα (260) παμφανόωντα.

[*](B=)

262. οὐ γὰρ ὀίω—ἑκὰς ἱστάμενος] οὐκ ἀλαζονεύεται, ἅλ᾿ ἐρεθίζει αὐτὸν λεληθότως ἐπιδεικνύς, ὡς ἔστι ⟨καὶ⟩ πολεμίου δόρατι ὡπλισμένον μὴ ἀργεῖν.

264. *δούρατά τʼ ἔστι καὶ ἀσπίδες] ἀπὸ κοινοῦ, εἰσίν (scil. ἀσπίδες).

[*](B=)

265. γανόωντες] στίλβοντες, ἀπὸ τῆς 〈γῆς〉 κομώσης τοῖς καρποῖς.

267. καί τοι ἐμοὶ παρά τε κλισίῃ] διὰ τὴν συγγένειαν καὶ ἀξιο- πιστίαν ἔχει σκηνὴν ἰδίαν.

[*](B-)

268. ἀλλʼ οὐ σχεδόν ἐστιν] δηλοῖ ὡς ἄκων ὑπολείπεται τῆς μάχης, ὅπου μηδὲ ἐφʼ ὃ ὥρμηται βαδίζειν θέλει· τινὲς δὲ οὕτως· οὐκ ἔστι τὰ δόρατα τῶν Τρώων κατὰ τῶν πλησίον ἑλέσθαι, ὡς διαφορώτερα κατασκευῇ ὄντα.

[*](B=)

269. οὐδὲ γὰρ οὐδὲ—φημί] τὸ ἓν “οὔ” περιττεύει. [*](B +) λελασμένον ἔμμεναι] λελῆσθαι.

[*](B-)

270. ἀλλὰ μετὰ πρώτοισι] ἐν πρώτοις. δηλοῖ δὲ καὶ τὸ “φέρει μετά τʼ ἤθεα καὶ νομὸν ἵππων” (Il. 6. 511). δοτέον δὲ Μηριόνῃ τὸν ἔπαινον πρὸς ἰδίαν ὠφέλειαν, ὡς καὶ Ὀδυσσεῖ ἐν Φαίαξιω (Od.8.180). καὶ νῦν Ἰδομενεὺς ἀπὸ τῶν ἰδίων ἐγκωμίων προτρέπει Μηριόνην· ὃ δὲ ἀντεπεισάγει, ὡς αὐτεπάγγελτός ἐστιν ἐν τῇ μάχῃ.

271. * νεῖκος ὀρώρηται] ἀλλαχοῦ “καὶ ⟨εἰ⟩ μέγα νεῖκος ὄρηται” (Od. 16. 98, 116).

[*](3. εὐρ. Ἴωνι κωλυόμεσθα Bekker, Εὐρ. κωλυόμεσθα A: Εὐρ. οἰωνικῶς λυόμεσθα ‖ 9. δὴ κὰν ‖ 12, 15. supplevi ex B ‖ 13. suppl. W ‖ 19. στίλβουσαι B ‖ suppl. W ex B ‖ τοῖς W ex B: γῆς ‖ 25. κατασκευὴ ‖ 28, 29. τὸ εἰσι μ. ‖1 31. προτρέπεται B ‖ 33. εἴρηται)
21